7. Θεασώμεθα γὰρ, εἶπεν, ἐπὶ σχολῆς, ὁποῖόν
8. τι πάθος ἐστὶν ἡ ἀπληστία· τὴν δ’ ἀρχὴν τῆς σκέψεως
9. ἡ περὶ τὰς τροφὰς ἀπληστία παρέξει. τὸ γοῦν ἐπέκεινα τοῦ
10. συμμέτρου προσφέρεσθαι σίτου ἀπληστίαν ὀνομάζουσι· τὸ
11. σύμμετρον δ’ αὐτῶν κρίνουσι τῇ χρείᾳ τῆς τροφῆς· χρεία
12. δ’ αὐτῆς ἐστι τὸ θρέψαι τὸ σῶμα. θρέψει δὲ πεφθεῖσα
13. καλῶς, πεφθήσεται δ’, εἰ σύμμετρος· τὴν γὰρ πολλὴν ἀπεπτουμένην
14. ἴσμεν. εἰ δὲ ἅπαξ τοῦτο γένοιτο, διαφθείρεσθαι
15. τὴν χρείαν αὐτῆς ἀναγκαῖον. εἰ δέ γε ὑπὸ τῆς δήξεως τῶν
16. ἀπεπτηθέντων σιτίων ἡ γαστὴρ ἀνιαθεῖσα πᾶν ἐκκρίνειε,
1. διάῤῥοια μὲν ὀνομάζεται τὸ σύμπτωμα, διαφθείρεται δ’ ἡ
2. χρεία τῆς τροφῆς· οὐ γὰρ ἐφ’ ὅ τι διεξελθεῖν τὰ ἔντερα
3. λαμβανόμεθα αὐτὴν, ἀλλ’ ἕνεκα τοῦ προστεθῆναι πᾶσι τοῖς
4. μορίοις τοῦ σώματος. εἰ δ’ ἀναδοθείη μὴ καλῶς πεφθεῖσα,
5. κακοχυμίαν ἐργάζεται ἐν ταῖς φλεψίν. ἐπεὶ τοίνυν ἐπὶ τῷ
6. σώματι ἡμῶν ἔμαθες, ὁποῖόν τι πρᾶγμά ἐστιν ἡ ἀπληστία,
7. μεταβὰς ἐπὶ τὴν ψυχὴν ἤδη θέασαι κᾀνταῦθα τὴν φύσιν
8. αὐτῆς, ἐφ’ ἑκάστης ὕλης πραγμάτων ἐπισκοπούμενος, ἀπὸ
9. τῶν κτημάτων ἀρξόμενος. ἐν τούτοις οὖν ἔνια μὲν οὐκ ὀρθῶς
10. ἐσπούδασται, καθάπερ οἱ μαργαρῖται, καὶ οἱ σαρδόνυχες,
11. αἵ τ’ ἄλλαι λίθοι πᾶσαι· καθάπερ κόσμος, ὃν αἱ
12. γυναῖκες οἷόν τι φέρουσαι ταῖς ἐξαρτησαμέναις αὐτῶν· τούτου
13. τοῦ γένους ἐστὶ τὰ χρυσοϋφῆ τῶν ἱματίων ἤ τινα περίεργον
14. ἔργον ἔχοντα, ἢ ὕλης δεόμεθα πόῤῥωθεν κομιζομένης,
15. ὥσπερ τῶν σειρικῶν ὀνομαζομένων. ἔνια δὲ τῶν κτημάτων
16. πρὸς τὴν τοῦ σώματος ὑγείαν διαφέροντα προσηκόντως
17. σπουδάζεται, πρῶτα μὲν ἐξ ὧν τρεφόμεθα, καὶ ἀμφιεννύμεθα,
18. καὶ ὑποδούμεθα, ἐν οἷς καὶ ἡ οἴκησις. ἐκείνου δὲ τοῦ
1. γένους φαίνεται καὶ τὰ τοῖς νοσοῦσιν ἐπιτήδεια. τινὰ δὲ,
2. ὥσπερ τοὔλαιον, ἀμφοτέροις ὑπάρχει χρήσιμα, τοῖς ὑγιαίνουσι
3. καὶ τοῖς νοσοῦσιν. ἔνια δὲ τοιαῦτα, τὰ μὲν μείζω, τὰ δ’
4. ἐλάττω τὴν ὠφέλειαν παρεχόμενα τοῖς τῶν ἀνθρώπων σώμασι.
5. καὶ τοίνυν ἤδη τοῦ πλήθους τὸν ὅρον καὶ τῆς κτήσεως
6. αὐτῶν ἐναργῶς οἶμαί σε τεθεᾶσθαι. ὥσπερ γὰρ τὸ
7. πηχυαῖον ὑπόδημα πρὸς τέλος ἐστὶν ἄχρηστον, οὕτω καὶ τὸ
8. ε΄ καὶ ι΄ ἔχειν ὑποδήματα, πλὴν δυοῖν. ἄλλα τε γὰρ ὄντα
9. πάντως αὐτάρκης ἡ χρεία. οὕτω δὲ καὶ τὴν ἐσθῆτα διπλῆν
10. ἔχειν αὔταρκες, οἰκέτας τε καὶ σκεύη. ἐν ἡμῖν, ἔφην, οὐ
11. μόνον ἐσθὴς ὑπάρχει περιττοτέρα τῆς διττῆς, ἀλλὰ καὶ οἱ
12. οἰκέται, καὶ σκεύη, καὶ πάνθ’ ἁπλῶς τὰ κτήματα πολὺ
13. πλείω τῶν διττῶν ἐστιν. πρόσοδον γὰρ ἔχομεν ἀφ’ ὧν κεκτήμεθα
14. πολλαπλασίαν, ἢ ὡς εἰς ὑγείαν μόνην ἐξ αὐτῶν
15. ὑπηρετεῖσθαι τῷ σώματι. τίνας οὖν, ἔφην, ὁρῶ τὸν ἀπολαυστικὸν
16. ὀνομαζόμενον ἑλομένους βίον, οὐ διπλάσια μόνον,
17. ἢ τριπλάσια δαπανῶντας ἡμῶν, ἀλλὰ καὶ πενταπλάσια, καὶ
18. δεκαπλάσια, καὶ τριακονταπλάσια. τὸν δ’ ὡσαύτως ἐμοὶ
1. διαιτώμενον θεῶμαι, λυπούμενον δ’ αὖ ὁμοίως ἐμοὶ, καίτοι
2. τῆς οὐσίας οὐχ ἕκαστον ἔτος αὐξανομένης· ἐπεὶ ἐξ
3. αὐτῶν τῶν προσόδων ἀναλίσκεται μὲν τὸ ι΄ μέρος ἴσως, αἱ
4. λοιπαὶ δὲ θ΄ μοῖραι τοῖς ὑπάρχουσι προστίθενται. βλέπω
5. γάρ σε οὐδὲ πρὸς τὰ καλὰ τῶν ἔργων δαπανῆσαι τολμῶντα,
6. μηδ’ εἰς βιβλίων ὠνὴν, καὶ κατασκευὴν, καὶ τῶν γραφόντων
7. ἄσκησιν, ἤτοι γε εἰς τάχος διὰ σημείων, ἢ εἰς καλῶν
8. ἀκρίβειαν, ὥσπερ οὐδὲ τῶν ἀναγινωσκόντων ὀρθῶς. οὐ μὴν
9. οὐδὲ κοινωνοῦντά σε θεῶμαι, καθάπερ ἐμὲ σὺ βλέπεις
10. ἑκάστοτε, τοῖς μὲν ἱματίοις οἰκετῶν, τοῖς δ’ εἰς τροφὰς
11. ἢ νοσηλείαν· τινῶν δ’ ἐθεασάμην καὶ τὰ χρέα διαλυσάμενος.
12. ἐγὼ μὲν οὖν καταλείπω πᾶσαν ἣν ὁ πατὴρ κατέλιπέ
13. μοι πρόσοδον, οὐδὲν ἐξ αὐτῆς περισσὸν ἀποτιθέμενος,
14. οὐδὲ θησαυρίζων, οὐδὲ πολλαπλάσια τῶν ἀναλισκομένων
15. ἀποτιθέμενος. ὅμως ἀνιέμενον φαίης πολλάκις ἐμὲ,
16. καθάπερ αὐτὸς ὁμολογεῖς, οὐδέποτε λυπούμενον ὁρῶν. ἆρ’
17. οὖν δύνασαι καθορᾷν τῆς λύπης σου τὴν αἰτίαν, ἢ παρ’
1. ἐμοῦ καὶ τοὔνομα αὐτῆς ἀκοῦσαι ποθεῖς; ἤδη σοι καὶ τοῦτο
2. βούλει γενέσθαι; μίαν ἴσθι πασῶν λυπῶν αἰτίαν, ἣν ὀνομάζουσιν
3. οἱ Ἕλληνες ἐνίοτε μὲν ἀπληστίαν, ἐνίοτε δὲ
4. πλεονεξίαν. ἀπληστίαν μὲν ἀπὸ τοῦ τὰς ἐπιθυμίας ἀπληρώτους
5. ἔχειν· ἀεὶ γὰρ ποθοῦσι τῶν ἔμπροσθεν οἱ ἄπληστοι.
6. ὥστε, κἂν διπλάσιον ἔχωσι, τριπλάσιον προσκτήσασθαι σπεύδουσι,
7. κἂν τριπλάσιον ἔχωσι, τετραπλασίων ἐφίενται. καὶ
8. οὕτως ἐφορῶσι τοὺς πλέονα κεκτημένους αὐτῶν, οὐ τοὺς
9. ἐλάττονα, καὶ τούτους ὑπερβάλλεσθαι ζητοῦσι, καὶ τούτων
10. πλέον ἔχειν ἐπιθυμοῦσι. σὺ γοῦν οὕτως, ἔφην, ἐὰν σκοπῇς
11. ἅπαντας ἡμῶν τοὺς πολίτας, εὑρήσεις οὐ πολλοὺς
12. πλουσιωτέρους σαυτοῦ, ὥστε τῶν ὑπολοίπων ἁπάντων ἔσῃ
13. πλουσιώτερος· εὔδηλον δὲ, ὡς καὶ τῶν δούλων αὐτῶν, καὶ
14. προσέτι καὶ γυναικῶν τοσούτων. εἴπερ οὖν ἡμῖν οἱ πολῖται
15. πρὸς τοὺς τετρακισμυρίους εἰσὶν, ὁμοῦ ἐὰν προσθῇς
16. αὐτῶν τὰς γυναῖκας καὶ τοὺς δούλους, εὑρήσεις σεαυτὸν
17. δυοκαίδεκα μυριάδων ἀνθρώπων οὐκ ἀρνούμενον εἶναι πλουσιώτερον,
18. ἀλλὰ καὶ τούτους βουλόμενον ὑπερβαλέσθαι, καὶ
1. πάμπλουτον ἐν πλούτῳ γενέσθαι σε σπεύδοντα, καίτοι πολίτην
2. ἄμεινον ἐν αὐταρκείᾳ πρῶτον ὑπάρχειν, ὅπερ ἐστὶν ἐπί
3. σοι. τὸ δ’ ἐν πλούτῳ πρωτεύειν οὐκ ἀρετῆς, ἀλλὰ τύχης
4. ἔργον, ἥτις καὶ δούλους καὶ ἀπελευθέρους ἐργάζεται
5. ἡμῶν τῶν ὀνομαζομένων εὐγενῶν πλουσιωτέρους. ἀλλὰ σύ
6. γε, κᾂν σχῇς, ὡς εὔχῃ, πλεῖον τῶν πολιτῶν ἁπάντων, οὐκ
7. ἀρκεσθήσῃ, περισκέψῃ δ’ αὐτίκα, μή τις ἐν ἄλλῃ πόλει
8. πλουσιώτερος. εἶτ’, ἂν ὑπηρετοῦσάν σοι σχῇς καὶ πρὸς
9. τούτοις τὴν τύχην, ἐπὶ τἄλλα μεταβὰς ἔθνη καὶ τῶν ἐν
10. ἐκείνοις πλουσίων ἐθελήσεις γενέσθαι πλουσιώτερος. ὥστ’
11. οὐ πάντων πλουσιώτερος, ἀλλ’ ἀεὶ πένης ἔσῃ διὰ τὰς ἀορίστους
12. ἐπιθυμίας. εἰ δέ γε τῇ χρείᾳ τῶν κτημάτων ἐμέτρεις
13. σεαυτοῦ τὸ σύμμετρον, ἐκ τῶν πλουσίων ἄν ἤδη σαυτὸν
14. ἠριθμήκεις, ἢ πάντως γε τῶν εὐπόρων. ἐγὼ γοῦν
15. ἐμαυτὸν ἐκ τούτων ἀριθμῶ, καίτοι γε ἐλάττω σοῦ κεκτημένος.
16. ἐὰν οὖν οὕτω πείσῃς σαυτὸν, οὐκέτι ἀνιάσει σε τῶν
17. ἀπολλυμένων οὐδὲν, ἔσῃ τε μακάριος, ὅσον ἐπὶ τῷ μὴ
18. λυπεῖσθαι διὰ χρήματα. τὴν δ’ αὐτὴν ταύτην ἀπληστίαν
1. ἂν ἐξέλῃς τοῦ τιμᾶσθαι βούλεσθαι, καὶ κατὰ τοῦτ’ ἄλυπος
2. ἔσῃ. εἰ δ’ οὐ μόνον ἀρκεῖ τιμᾶσθαι πρὸς τῶν συνήθων,
3. ἀλλὰ καὶ πάντας ἐθέλεις τοὺς κατὰ τὴν πόλιν ἐπαινεῖν σε,
4. οἵ τε μὴ γινώσκουσί σε τὴν ἀρχὴν, ἴσως οὖν βουλήσῃ πρότερον
5. ἀπ’ αὐτῶν γνωσθῆναι, δεύτερον δὲ τιμᾶσθαι. τοῦτο
6. δὲ τὸ μὲν γνωσθῆναι πᾶσιν ἐθέλειν ἀπλήστου φιλοδοξίας
7. ἔργον ἐστὶν, τὸ δὲ τιμᾶσθαι ματαίας φιλοτιμίας. ἀναγκαῖον
8. οὖν ἔσται σοι, καθάπερ ἐπὶ χρημάτων κτήσει νῦν ἀγρυπνίας,
9. οὕτως, ἐὰν εἰς φιλοδοξίαν ἢ φιλοτιμίαν ἐκτείνῃς τὴν
10. ἐπιθυμίαν, ἀνιαθήσεσθαι μειζόνως ἐπὶ τοῖς μὴ γινώσκουσί
11. τε καὶ τιμῶσι πολλοῖς οὖσιν. εἴπερ οὖν εὕρομεν, καὶ ἀσκήσομεν
12. ἐπ’ αὐτῶν διὰ παντὸς ἡμᾶς αὐτοὺς, καὶ ἄλυποι γενησόμεθα.
13. πῶς οὖν ἀσκήσομεν; ἐὰν γνῶμεν, πότερον ὀρθῶς
14. εἴρηται, πάθος εἶναι ψυχῆς μοχθηρότατον ἀπληστίαν·
15. κρηπὶς γάρ τις αὕτη φιλοχρηματίας ἐστὶ, καὶ φιλοδοξίας,
16. καὶ φιλοτιμίας, καὶ φιλαρχίας, καὶ φιλονεικίας.
17. πρῶτον μὲν οὖν ἀεὶ πρόχειρον ἔχειν δεῖ τὸ περὶ τῆς αὐταρκείας
1. δόγμα, συνημμένον δηλονότι τῷ περὶ τῆς ἀπληστίας.
2. ὁ γὰρ μισήσας τὴν ἀπληστίαν ἐφίλησε τὴν αὐτάρκειαν.
3. εἴπερ οὖν ἐν τούτῳ μόνῳ κεῖται τὸ ἄλυπον εἶναι, τοῦτο δὲ
4. ἐφ’ ἡμῖν, ἤδη πᾶν ἐφ’ ἡμῖν ἀλύπους γενέσθαι, πρόχειρον
5. μὲν ἔχουσι τὸ περὶ τῆς αὐταρκείας καὶ τὸ περὶ τῆς ἀπληστίας
6. δόγμα, τὴν δ’ ἐκ τῶν κατὰ μέρος ἔργων ἄσκησιν
7. ἑκάστης ἡμέρας ποιουμένην ἐπὶ τοῖσδε τοῖς δόγμασιν, ὅπερ
8. ἐκ τῆς πρώτης παιδείας ἑτέροις ὑπῆρξε, τοῦτο τοῖς ἀτυχήσασιν
9. ἐκείνοις ὕστερόν ποθ’ ὑπάρξει δι’ ἧς εἶπον ὁδοῦ.
10. τίς γὰρ οὐκ ἂν ἐθελήσαι ἀλύπως εἶναι παρ’ ὅλον αὑτοῦ τὸν
11. βίον; ἢ τίς οὐκ ἂν τοῦτον προέλοιτο τοῦ πλούτου κινητοῦ
12. τε καὶ μιαροῦ μᾶλλον;
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 029 Fichtner] [GalLat]
De animi cuiuslibet affectuum et peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937; Magnaldi, 1990.
De propriorum animi cuiusque affectuum dignotione et curatione, 1823, vol. 5, p. 1-57. urn:cts:greekLit:tlg0057.tlg028.verbatim-lat1
Barras, Birchler, Morand, 1995 (fra); Magnaldi, 1999 (ita); , 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De propriorum animi cuiusque affectuum dignotione et curatione, 9, ed. Kühn, 1823, vol. 5, p. 45-52. urn:cts:greekLit:tlg0057.tlg028.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩