ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ
ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗ ΕΚΑΣΤΟΥ
ΨΥΧΗ ΑΜΑΡΤΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ.
1. Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάστου ψυχῇ
2. διάγνωσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ
3. πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων
4. ἐφεξῆς ἂν εἴη ῥητέον. ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην,
5. ἣν ἅπαντες ὁμολογοῦσιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται,
6. τί ποτε λέγουσιν ἁμάρτημα, λόγῳ διελθὼν, ὅπως
7. ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆς λόγον ὑπολείποιτο,
1. δεικνὺς, ὥς γε εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες οἱ
2. Ἕλληνες. ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς
3. γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς,
4. ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι
5. * * * * * τί συγκατάθεσις
6. ἁμαρτήματος, συνωμολόγηται πᾶσι· τί δὲ καὶ ἀσθενὴς,
7. οὐκ ἔτι· μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι
8. τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας. ἀσθενῆ
9. δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν
10. ἡμᾶς αὐτοὺς, οὕτως ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν,
11. ὥστε πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα,
12. καὶ τὰ δὶς δύο τέτταρα εἶναι. ἴσως μὲν ἐπὶ πρεσβύτου
13. δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων,
14. ἢ συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν
15. ἐχόντων ἀσθενῶς. ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ
16. τοιαύτη περὶ τὰ δεδειγμένα διὰ τῶν Εὐκλείδου στοιχείων,
17. ὁποία τῶν μορίων ἐστὶ τοῦ τὰ δὶς δύο τέτταρα εἶναι. τὴν
18. δ’ αὐτὴν ἐπιστήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆς τούτοις
1. διδασκομένων σφαιρικῶν θεωρημάτων, ὥσπερ γε καὶ τῶν
2. κατ’ αὐτὰ ἀναλυομένων ἁπάντων τῶν κωνικῶν καὶ τῶν
3. γνωμονικῶν. ἐὰν οὖν ἀμφιβάληται βραχὺ, καὶ μήτ’
4. ἰδίαν ἑαυτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί
5. τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις, ὡς γεωμετρικοῦ
6. δηλονότι τἀνθρώπου. τοῦ μέντοι κατὰ τὸν βίον
7. ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς
8. τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται
9. καὶ ψευδεῖς, συγκατάθεσις ἢ προπετὴς, ἢ ἀσθενής.
10. ἐνταῦθα οὖν ἤδη κίνδυνος, ὡς σμικρὸν ἅμα ἁμάρτημα καὶ
11. μέγιστον, ἐὰν ψευδῶς συγκατατιθώμεθα τῇ τῶν ἀγαθῶν τε
12. καὶ κακῶν δόξῃ. κατὰ μὲν τοὺς Ἀκαδημαϊκούς τε καὶ
13. Πυῤῥωνείους, οὐ συγχωροῦντας ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιστημονικὴν
14. ἔχειν ἡμᾶς, ἅπασαι συγκαταθέσεις ἐξ ἀνάγκης
15. μέν εἰσι προπετεῖς, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ.
16. καὶ τῶν ἀποφηναμένων φιλοσόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν
17. ἀλλήλαις μαχομένας δόξας οὐκ ἐγχωρεῖ, φασὶν, ἁπάσας
1. ἀληθεῖς εἶναι, δύνασθαί γε μὴν ἴσως εἶναι ψευδεῖς
2. ἁπάσας, ὡς μήτε ἡδονὴν τὸ ἀγαθὸν εἶναι, μήτε ἀοχλησίαν,
3. μήτ’ ἀρετὴν, ἢ τὴν κατ’ αὐτὴν ἐνέργειαν, ἢ ὅλως ὁτιοῦν
4. ἄλλο τῶν εἰρημένων τοῖς φιλοσόφοις. πρῶτον οὖν ἐπισκέψασθαι
5. δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔστιν ἀπόδειξις
6. ἀδήλου πράγματος, ὅταν εὕρῃ, ζητῆσαι, μὴ κατὰ τὸ
7. πάρεργον αὐτῶν μόνον, ἀλλ’ ἐν τῷ χρόνῳ συχνῷ μετὰ τῶν
8. ἀληθεστάτων ἀνδρῶν, καὶ φύσιν συνετῶν, καὶ γεγυμνασμένων
9. ἐν θεωρίαις λογικαῖς, ὁποία τίς ἐστιν ἡ ἀποδεικτικὴ
10. μέθοδος, εἶθ’, ὅταν πεισθῇ τις αὐτὴν εὑρηκέναι, μετὰ
11. τοῦτο χρόνῳ πολλῷ πάλιν ἀσκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίστων
12. ἰέναι ζήτησιν, ἣ διὰ τὸ ἀγαθὸν (ὅπερ δὴ καὶ
13. τέλος ὀνομάζουσι τοῦ βίου) κτηθὲν εὐδαίμονας ἡμᾶς,
14. ἢ μακαρίους, ἢ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃ τις,
15. ἐργάζεται.