16. Ἆρ’ οὖν, ὦ πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι
17. πρότερον ἑαυτοὺς, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν,
1. ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων, οὐ φανερῶς εἰσι
2. προπετεῖς; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι· παραπλήσιον γάρ
3. τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν
4. ἀριθμῶν γεγυμνάσθαι τελείωσιν τολμῶσιν ἀποφαίνεσθαί τι
5. περὶ λογιστικῶν ἢ ἀριθμητικῶν θεωρημάτων. ὥσπερ οὖν
6. τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν
7. αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν
8. ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον
9. αὐτοῖς μὴ σφαλθῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδολόγων
10. πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων.
11. ὅτι δὲ οὐκ ἂν ἔπειθον, ὡς ἀληθῶς, εἰ μή τις ἦν
12. αὐτοῖς ὁμοιότης, οὐδὲ ταῦτα δῆλον· ὡς οὐ σμικράν γε χρὴ
13. νομίζειν εἶναι τὴν ὁμοιότητα, ῥᾷστα γὰρ ἂν ἐφωράθη τις,
14. οὐ τῷ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ
15. πολλῶν. ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν
16. πραγμάτων εἶπε, τοῦτο φαίνεται κατὰ φιλοσοφίαν ὑπάρχειν.
17. Ἱπποκράτης δ’ εἶπεν, τὰς ὁμοιότητας πλάνας καὶ ἀπορίας
1.
2. ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς, ὡς οὐ μόνον τῶν
3. ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ
4. καὶ τῶν ἀρίστων. ὥστ’ οὐκ ἀπεικός ἐστι, καὶ τοῖς
5. ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε
6. καὶ πλάνας γίγνεσθαι. περὶ τὰς ὁμοιότητας τῶν διδύμων
7. οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ’ ἀήθεις οὐ
8. δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις
9. ὁμοιότητας, ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι, μηδ’
10. ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφῶν ὁμοδίαιτοί
11. τε καὶ ἠθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν. ἓν μὲν δὴ
12. πρῶτον τοῦθ’ ἁμάρτημά ἐστι μέγιστον τῶν προπετῶς ἀποφηναμένων
13. τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν
14. τε καὶ κακῶν ἐκ φιλαυτίας, ἢ δοξοσοφίας, ἢ ἀλαζονείας,
15. ἢ φιλοτιμίας φυόμενον· ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς,
16. ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν ἣ
17. προσχηματισμοῦ τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ’ ὑπόπτως
18. ἔχοντας ὑπὲρ ὧν λέγουσιν. ἁμαρτάνουσιν ἑκάτεροι δηλονότι,
19. γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς
1. τὸ κακόν· ἀγνοοῦντες δὲ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ
2. τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα.
3. καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες,
4. ἐπιτρέψαντές τε εἶναι τὰς ἑαυτῶν δόξας ἑτέροις,
5. οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ
6. μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν
7. ἄλλων μαθημάτων, ἐν οἷς ἡ ψυχὴ θήγεται, γεωμετρίας,
8. ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας. ἔνιοι
9. δ’ αὐτῶν οὐδὲ ῥήτορος, οὐδὲ, τὸ προχειρότατον δὴ τοῦτο,
10. γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ’ οὕτως ἀγύμναστοι
11. περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν τοῖς ἀκούουσιν
12. ὑφ’ ἡμῶν λεγομένοις. ἅπερ ἐγὼ κατανοήσας, ὅταν τινὰ λόγον
13. εἴπω, ἀξιῶ παρ’ αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα· φαίνονται
14. γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτω καὶ
15. αὐτοὶ μηδ’ ὅλως οἷς εἶπον ἠκολουθηκότες, ἀλλ’ ὅμως καὶ
16. αὐτοὶ θράσους ἢ τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μήτε
17. καταγελώμενοι πρὸς τῶν τὰ γράμματα μεμαθηκότων ἐπὶ
1. τῷ μὴ δύνασθαι διελθεῖν ἃ ἤκουσα, αἰδεῖσθαι· νομίζειν
2. δὲ τὴν ἀλήθειαν ἑαυτοὺς ἐγνῶσθαι, τοὺς δὲ πεπαιδευμένους
3. μάτην ἀπολωλεκέναι τὸν χρόνον· ἀλλ’ οὐ τούτους ἐλπίζων
4. ὠφελήσειν ἐς τόνδε τὸν λόγον ἧκον. οὐδὲ γὰρ εἰ
5. βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι ἄν τι δυνήσονται,
6. μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον αὐτὴν πρὸς παίδευσιν
7. ἔχοντες. ὅστις δὲ φύσει συνετός ἐστι, καὶ μέχρι τούτου
8. γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὅσα περ ἂν
9. ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν,
10. εἰ δὲ μὴ, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τοῦτον
11. τὸν λόγον, εἴ γε ὅλως ἀληθείας ὀρεχθῇ. τοῦτο γὰρ
12. ἐπ’ ἐκείνῳ σύμπαν ἐστὶ πρὸς ἀλήθειαν, καὶ χρὴ πεφυκέναι
13. μὲν πρῶτον, εἶτα δεῖται παιδείας τετράφθαι χρηστόν· τῷ
14. δὲ μήτε φύντι πρὸς ἀλήθειαν, ἐν ἐπιτηδεύμασι μοχθηροῖς
15. τε καὶ ἀσελγέσι τραφέντι, παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί
16. ποτ’ ἀληθείας, ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην
17. ὁρμὴν, ἢ ὑπ’ ἄλλου προτραπέντι. οὐκοῦν οὐδ’ ἐγώ ποτ’
1. ἐπηγγειλάμην ὠφελήσειν ποτὲ τοιοῦτον, ἀλλ’, ὡς ἔφην, ὃς
2. ἂν ἀληθείας ἐστὶ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ’
3. ὅσον οἷός τ’ εἰμὶ, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ
4. τῷ βίῳ, πεπεικὼς δ’ ἐμαυτὸν, ἣν ἐρῶ νῦν εἶναι μόνην.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 030 Fichtner] [GalLat]
De animi cuiuslibet peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937.
De cuiusque animi peccatorum dignotione atque medela, 1823, vol. 5, p. 58-103. urn:cts:greekLit:tlg0057.tlg029.verbatim-lat1
Vegetti, Menghi, 1984 (ita); Barras, Birchler, Morand, 1995 (fra); , 1999 (ita); Nieto Ibáñez, 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De cuiusque animi peccatorum dignotione atque medela, 2, ed. Kühn, 1823, vol. 5, p. 61-66. urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩