Galenus. De animi cuiuslibet peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 030 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937.
De cuiusque animi peccatorum dignotione atque medela, 1823, vol. 5, p. 58-103. urn:cts:greekLit:tlg0057.tlg029.verbatim-lat1
Vegetti, Menghi, 1984 (ita); Barras, Birchler, Morand, 1995 (fra); , 1999 (ita); Nieto Ibáñez, 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De cuiusque animi peccatorum dignotione atque medela, 4, ed. Kühn, 1823, vol. 5, p. 77-80. urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:4

13. Ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων
14. ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής·
15. φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ
16. μέρος ἁμαρτήματα. δύναται δέ τις ἐν τῇ περὶ τέλους
17. δόξῃ μὴ σφαλεὶς ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ 
1. συνεὶς τῆς ἀκολουθίας. ἐπὶ πλέον δέ σοι, καθάπερ ἔφην
2. ἄρτι, τὰς ἀκολούθους πράξεις ἑκάστῳ τέλει δι’ ἑτέρων
3. ὑπομνημάτων ἤθροισα. νυνὶ δὲ τὰ κεφάλαια μόνα τῶν
4. ἁμαρτημάτων εἶπον, ἃ καὶ βέλτιον εἶναι νομίζω πάλιν ἀναλαβεῖν
5. ἕνεκα τοῦ σύνοψίν τινα τῶν προκειμένων εὐμνημόνευτον
6. γενέσθαι. ἐπειδὴ γὰρ ἐν τῇ περὶ τέλους σκέψει τὸ
7. κῦρος ἐστὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας, εἰκότως ἐπὶ τὴν
8. ζήτησιν αὐτοῦ πάντες ἧκον· οἱ δὲ τιμήσαντες ἑαυτοὺς
9. προπετῶς ἀπεφήναντο· ἀπεφήναντο δὲ προπετῶς ἤτοι
10. πάντες, ἢ χωρὶς ἑνός· οὐδ’ αὐτός ἐστι φανερὸς ἄνευ τοῦ
11. κρῖναι τὰς ἀποδείξεις, εἴτ’ ὄντως εἰσὶν ἀποδείξεις, εἴτ’
12. ἐκείνοις φαίνονται. τὸν οὖν ἐπιτηροῦντα καὶ παραφυλάττοντα
13. τὰς ἰδίας ἁμαρτίας αὐτὸ τοῦτο χρὴ πρῶτον ἐννοῆσαι,
14. τὸ δίκαιον εἷναι πάντως, ἐπιμελῶς τε καὶ ἀκριβῶς
15. ἀκούσαντα τῶν οἰομένων ἀποδεδειχέναι τὰ ζητούμενα· μετὰ
16. ταῦτα κρίνειν αὐτὰ πειρᾶσθαι, πάλιν κᾀνταῦθα παρ’ αὐτῶν
17. ἀκούσαντα, τίνα τίθενται κριτὴν τῆς ἐν λόγοις ἀληθείας,
1. εἶτα καὶ πάλιν, αὐτὰ ταῦτα πῶς εἶναι χρὴ, βουλευόμενον
2. αὐτὸν ἐπισκεψάμενόν τε, μή τι πάλιν ἕτερον ἀκούουσι κριτήριον
3. ἄλλου κριτηρίου δεόμενον, εἶτ’ ἐπ’ ἐκείνου πάλιν
4. ἄλλο, καὶ τὴν εἰς ἄπειρον ἔκπτωσιν ὑποπτεύσαντα, μετὰ
5. πολλῆς ἀσφαλείας ἐν χρόνῳ πολλῷ σὺν τοῖς ἀληθεστάτοις
6. αὐτῷ φανεῖσιν ἀνδράσιν οὕτως ἐπισκέψασθαι τὸ πρῶτον
7. ἁπάντων κριτήριον, ὃ δῆλον καί τινα λαβὴν ἄκριτον χρὴ
8. καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις. ὁμολογούμενον
9. δ’ ἦν αὐτὸ καὶ χωρὶς κρίσεως ἱκανὸν ἐνδείκνυσθαι τὴν
10. αὐτὴν δύναμίν ἐστι τοῦτο πάσης ἀποδείξεως. οὕτως τὸ
11. λοιπὸν ἐπ’ αὐτὸ βλέποντα, πάντα ἀνάγειν τὰ κατὰ μέρος,
12. ὅπερ ἀνάλυσιν ἐκάλεσαν ἔνιοι τῶν φιλοσόφων, ὡς ἄνοδόν
13. τινα τῶν μεταξὺ γιγνομένων ἐπὶ τὸ πρῶτον κριτήριον. ἅτε
14. δ’ ὄντος τούτου ἱκανῶς χαλεποῦ πράγματος, ὡς ἔργῳ πολλάκις
15. ἔμαθες ἐπὶ τῶν δοξοσόφων ἀσχημονούντων τε καὶ καταγελωμένων,
16. διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων
17. δύνασθαι πρὸς τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ χρὴ
1. παρακολουθεῖν τὸν ἐπιστημονικὸν γενέσθαι βουλόμενον,
2. ἐπὶ πολλῶν τῶν κατὰ μέρος, ὡς ἔμπροσθεν ἔφην, γυμναζόμενον,
3. ἃ μαρτυρῆσαι δύναται τοῖς εὑρίσκουσιν αὐτήν·
4. τοιαῦτα δέ ἐστι τὰ κατὰ τὴν ἀριθμητικήν τε καὶ γραμμικὴν
5. θεωρίαν, αἷς οἷον ἐπιβάσεσιν ἀστρονομία καὶ ἀρχιτεκτονία
6. χρῆται.

Cliquer un n° de page pour en afficher l’image