7. Φέρε γὰρ, ἵνα σαφηνείας ἕνεκεν τῆς ἀρχιτεκτονίας
8. τι λέξω παράδειγμα πόλεως κτιζομένης, προκείσθω
9. τοῖς οἰκήσουσιν αὐτὴν ἐπίστασθαι βούλεσθαι, μὴ στοχαστικῶς,
10. ἀλλ’ ἀκριβῶς ἐφ’ ἑκάστης ἡμέρας, ὁπόσον τε παρελήλυθεν
11. ἤδη τοῦ χρόνου τοῦ κατ’ αὐτὴν, ὁπόσον τε ὑπόλοιπόν
12. ἐστιν ἄχρι δύσεως ἡλίου. τοῦτο τὸ πρόβλημα κατὰ τὴν
13. ἀναλυτικὴν μέθοδον ἐπὶ τὸ πρῶτον ἀναχθῆναι χρὴ κριτήριον,
14. εἰ μέλλοι τις εὑρήσειν αὐτὸ, καθ’ ὃν ἐμάθομεν τρόπον
15. ἐν τῇ γνωμονικῇ πραγματείᾳ, πάλιν ἐξ ἐκείνων τὴν
16. αὐτὴν ὁδὸν ὑπεναντίως ἰόντων συντεθῆναι, καθότι καὶ τοῦτ’
17. ἐμάθομεν ἐπὶ τῆς αὐτῆς πραγματείας. εὑρεθείσης δ’ οὕτω
1. καθόλου τε καὶ κοινῆς ὁδοῦ, καὶ γνόντων ἡμῶν, ὅτι διὰ
2. γραμμῶν τοιῶνδε τὴν μέτρησιν τῶν μερῶν τοῦ χρόνου ἀναγκαῖόν
3. ἐστι ποιεῖσθαι, μεταβῆναι προσήκει ἐπὶ τὰ μέλλοντα
4. σώματα δέξασθαι εἰς τὴν τῶν γραμμῶν καταγραφὴν καὶ τὸν
5. γνώμονα, καὶ πρῶτον μὲν ζητῆσαι, τίνα σχήματα σωμάτων
6. ἐπιτήδεια πρὸς τὴν εὑρημένην καταγραφήν ἐστιν, εἶτα καθ’
7. ἕκαστον αὐτῶν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεῖν, ὁποῖα
8. ἂν αὕτη γίγνοιτο, κᾀπειδὰν ἡ λογικὴ μέθοδος ἐναργῆ
9. τὴν πίστιν ἡμῖν ἐνδείξηται τῆς τῶν προκειμένων εὑρέσεως,
10. ἑξῆς ἐπὶ τὸ πράττειν ἔργῳ τὰ δι’ αὐτῆς εὑρεθέντα παραγενομένους
11. ἐπισκέψασθαι πάλιν, ὅπως ἂν ἐπιφάνειαν ὁμαλὴν
12. ἐργασώμεθα τοῦ μέλλοντος καταγράφεσθαι σώματος.
13. εὑρόντας δὲ τοῦτο ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως, εἶτα
14. κατασκευάσαντάς τι τοιοῦτον σῶμα, διὰ τῶν ὀργάνων αὐτὸ
15. δεῖ καταγράψαι ζητῆσαι, καὶ πάλιν ἐξ ἀναλύσεώς τε καὶ
16. συνθέσεως εὑρεθέντος αὐτοῦ πειρᾶσαι κατασκευάσαι τοιαῦτα
17. τὸ εἶδος, οἷά περ ἡ μέθοδος ἐδίδαξεν, εἶτα ποιήσαντας
18. ἐφεξῆς καταγραφὴν ἐπὶ πολλῶν σχημάτων, καὶ δοῦναι τοῖς
1. ἀνθρώποις ἔργῳ πειραθῆναι γεγονὸς ἤδη τὸ προβληθέν.
2. ὅταν γὰρ ἥ τε πρώτη γραμμὴ τὴν ἀκτῖνα δέχηται τοῦ ἡλίου,
3. κατὰ ταῦτα δὲ καὶ τὴν τελευταίαν ἡ ὑστάτη, καὶ τοῦτ’ ἐπὶ
4. πάντων φαίνηται τῶν καταγεγραμμένων ὡρολογίων τῶν ἡλιακῶν,
5. ἤδη μέν που ἕν τι γνώρισμα ἕξομεν ἐναργὲς τοῦτο προβληθέν.
6. εὑρῆσαι δὲ πάλιν δεύτερον ἄλλο, ὅταν ἀλλήλοις καταγραφέντα
7. πάντα συμφωνῇ, καὶ τρίτον, ὅταν ὕδατος ὁμαλοῦ
8. ῥύσις αὐτοῖς μαρτυρῇ. καὶ γὰρ τοῦθ’ ὁ λόγος εὑρίσκει
9. κριτήριον ἐσόμενον τῆς τῶν καταγεγραμμένων ὡρολογίων
10. ἀληθείας. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἀγγεῖον τρήσας ἐξ ἧς
11. ἂν ὕλης ἐθέλῃς γεγονὸς, ἐπίθες ὕδατι καθαρῷ τὴν
12. πρώτην ἀκτῖνα τοῦ ἡλίου θεασάμενος· εἷθ’ ὅταν σοι τὸ καταγεγραμμένον
13. ὡρολόγιον ἀγγείλῃ τὴν πρώτην ὥραν ἠνύσθαι,
14. σημηνάμενος ὅσον ἐπληρώθη τοῦ ἀγγείου μέρος ὑπὸ τοῦ
15. ὕδατος, ἔτι ἐκκενώσας εὐθέως αὐτὸ πάλιν, ἐπίθες ἐπὶ ταὐτὸν
16. ὕδωρ· ὅταν δὲ τὴν δευτέραν ὥραν ἀγγείλῃ τὸ ἡλιακὸν
17. ὡρολόγιον, ἐπίσκεψαι τὸ ἀγγεῖον· εἶθ’ ὅταν εὕρῃς ἐν αὐτῷ
1. τὸ ὕδωρ ἐπὶ τὸ αὐτὸ μέρος ἀφιγμένον κατὰ τὴν πρώτην
2. ὥραν, ἐν σήμανον ταχέως, καὶ ἐκχέας ἔνθες κατ’ αὐτοῦ τοῦ
3. ὕδατος, καὶ ἐπισκέπτου πάλιν, εἰ μέχρι τῆς τρίτης ὥρας ἐνδείκνυσι
4. τὸ ὡρολόγιον, ἐπὶ τὴν αὐτὴν ὥραν ἀφικνεῖσθαι
5. τοῦ ἀγγείου τὸ ὕδωρ, ἐφ’ ἣν κατὰ τὴν πρώτην, ἢ κατὰ
6. τὴν δευτέραν· ὅταν οὖν εὕρῃς οὕτω γεγονὸς, ἐκχέας αὖθις
7. ἐπίθες μέχρι τῆς τετάρτης ὥρας, ἰδών τε πάλιν ἐπὶ τὸ
8. αὐτὸ μέρος τοῦ ἀγγείου τὸ ὕδωρ ἀναβεβηκὸς, ἐκχέας αὐτὸ
9. παραχρῆμα, πάλιν ἐπιθεὶς ὁμοίως ἐξέταζε κατὰ τὴν πέμπτην
10. ὥραν. ὅταν δὲ καὶ ταύτης εὕρῃς ἐπὶ τὴν αὐτὴν χώραν
11. ἀφιγμένον τὸ ὕδωρ, εἶτα κατὰ τὴν ἕκτην τε καὶ κατὰ τὰς
12. ἐφεξῆς μέχρι τῆς δωδεκάτης, εἰ παντελῶς γνώσῃ, πεισθήσῃ
13. καλῶς καταγεγράφθαι τὸ ὡρολόγιον, εἴ γε τὸ προκείμενον
14. ἐπεδείξατο· προκείμενον δ’ ἦν εἰς δώδεκα μοίρας ἴσας νεμηθῆναι
15. τὸν χρόνον τῆς ὅλης ἡμέρας, ὅτι, ἀλλὰ τοῦτον
16. μὲν τὸν ἀριθμὸν ὡς χρησιμώτατον προείλοντο, καὶ γὰρ
17. ἥμισυ ἔχει, καὶ δίμοιρον, καὶ τέταρτον, ἕκτον τε καὶ δωδέκατον,
1. ἅπερ οὐδεὶς ἄλλος ἔχει μετ’ αὐτὸν ἄχρι τοῦ εἰκοστοῦ
2. τετάρτου. τοῦτον μὲν ὡς μακρὸν παρῃτήσαντο, σύμμετρον
3. δ’ εἶναι κρίναντες τὸν δωδέκατον, εἰς τοσαῦτα μέρη τὸν χρόνον
4. τῆς ὅλης ἡμέρας διέτεμον. ὅτι δὲ χρήσιμός ἐστιν ἡ τοιαύτη
5. τομὴ, τῇ πείρᾳ βασανίσαντες αὐτὴν ἄλλοι τε πολλοὶ καὶ
6. Ῥωμαῖοι χρῶνται τὴν οὐσίαν ἅπασαν, ὅταν διατίθωνται,
7. διαιροῦντες εἰς δώδεκα μέρη, καὶ τῶν ἐν τῷ βίῳ σταθμῶν
8. τε καὶ μέτρων εἰς δώδεκα μοίρας τέμνονται τὰ πλεῖστα.
9. σὺ δ’ εἰ κελεύεις, καταγράψομαί σοι κατὰ τὴν μέθοδον ὡρολόγιον,
10. εἴτ’ εἰς δώδεκα τὴν ὅλην ἡμέραν διαιρεῖν
11. ἐθελήσεις, εἴτ’ εἰς ἄλλον τινὰ τὸν ἐφεξῆς ἀριθμὸν, εὑρήσεις
12. γὰρ ἐπ’ ἐκείνου πάλιν ὃ προὔβαλες γεγονὸς ἔκ τε τοῦ
13. συμφωνεῖν τῇ διὰ τῶν τετρημένων ἀγγείων ἐκμετρήσει κᾀκ
14. τοῦ πάντοτε ἀλλήλοις ὁμολογεῖν καταγεγραμμένα, πρός τε
15. τοῦ τὰς τελευταίας ἐν αὐτοῖς γραμμὰς ὁρίζειν τὰ πέρατα
16. τῆς ἡμέρας. οὕτω δὲ καὶ κλεψύδρας καταγραφὴν ὁ λόγος
17. εὗρεν ἀναλυτικῇ μεθόδῳ ζητήσας, ἧς πάλιν ἡ βάσανος
1. ἐναργής ἐστι καὶ τοῖς ἰδιώταις. ἡ γὰρ ἀνωτάτω γραμμὴ
2. δωδεκάτην ὥραν σημαίνουσα τὸ μέγιστον μὲν ὕψος ἔχει,
3. καθ’ ὃ μέρος ἡ κλεψύδρα τὴν μεγίστην ἡμέραν ἐκμετρεῖ,
4. βραχύτατον δὲ, καθ’ ὃ τὴν ἐλαχίστην· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν
5. ἐστιν, ὃ τῆς ἰσημερινῆς μέτρον σοι δηλώσει· τὸ δ’
6. ἐφεξῆς τὴν τετάρτην ἐπεξιὼν, κατὰ τὸν αὐτὸν τρόπον πάσας
7. τὰς ἐνιαυτοῦ μετρήσεις· τὸ δὲ μεταξὺ μέχρι τῶν ἰσημερινῶν
8. τμημάτων ἐπὶ τοῦ χείλους τῆς κλεψύδρας δηλοῖ σοι
9. τὰς εἰρημένας τέτταρας ἡμέρας· ἀφ’ ὧν τμημάτων ὁρμηθήσομαι
10. ἐφεξῆς τῷ σημαίνοντι τὴν μεγίστην εὑρήσειν, δηλονότι
11. ἄχρι τίνος μέρους τῆς ὑψηλῆς γραμμῆς ἐπὶ τῇ
12. κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήσεται τῆς δωδεκάτης ὥρας συμπληρουμένης·
13. τὰ δὲ μετ’ ἐκεῖνα πάλιν τρίτα ἀπὸ τῆς δωδεκάτης
14. τροπῆς εὑρήσεις μετροῦσαν τὴν μίαν ἐκείνην ἐν τῇ
15. κλεψύδρᾳ γραμμὴν, ἣν ὑψηλοτάτην ἔφην εἶναι· καὶ
16. μέντοι καὶ τὰς ἄλλας γραμμὰς, ὅσαι τῆς ὑψηλοτάτης
17. εἰσὶν εὐτελέστεραι, ἄλλας ὥρας ἐκμετρούσας εὑρήσεις·
18. τὴν τετάρτην μὲν ἀπὸ τῆς δωδεκάτης· ἐν ἅπασι τοῦ ἐνιαυτοῦ
1. ταῖς ἡμέραις τὴν ἑνδεκάτην ὥραν σημαίνουσιν ἐν διαφέρουσιν
2. αὐτῆς μέρεσιν, ὡς ἐπὶ τῆς ὑψηλοτάτης προείρηται·
3. τὴν δ’ ἐφεξῆς πέμπτην ἢ ἕκτην ὥραν δηλοῦσαν ὡσαύτως
4. κατὰ διαφέροντα μέρη, καὶ τὴν ἐφεξῆς γε πάλιν ἑβδόμην,
5. ἣ ὀγδόην, ἢ ἐννάτην τε καὶ τὰς ἄλλας ἄχρι τῆς κατωτάτης
6. γραμμῆς τὴν ὥραν πρώτην εὑρίσκειν ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων,
7. φαίνεταί σοι πεπληρωμένου τοῦ κατὰ τὴν κλεψύδραν
8. ὕδατος, ὥσπερ γε ἡ τετάρτη καὶ αἱ λοιπαὶ μέχρι τῆς
9. δωδεκάτης ἀλλήλαις μὲν ἴσαι καθ’ ἑκάστην ἡμέραν ἡντιναοῦν
10. φαίνονται, ταῖς δὲ ἄλλαις ἄνισοι ταῖς προγεγενημέναις
11. τε καὶ μελλούσαις. εἶτα τὴν τοιαύτην μέθοδον εὑρίσκων
12. οὐκ ἐπεθύμησας, ὦ οὗτος, τί ποτ’ ἐστὶν, οὐκ ᾔσθου
13. τῆς ἐν σαυτῷ δοξοσοφίας, ἀμαθὴς ὅστις ὢν τούτων τῶν
14. προβλημάτων, οὐκ ἂν εὕροις ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν,
15. ὅλῳ τῷ βίῳ; οὐδὲ γὰρ εὗρεν αὐτὰ βίος ἀνδρὸς ἑνὸς, ἀλλὰ
16. κατὰ σμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία· πρῶτον μὲν
17. τῶν στοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῷ,
18. ἐπεὶ δὲ εὑρέθη ταῦτα, προσθέντων αὐτῶν αὐτοῖς τῶν
1. ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν
2. ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἐν αὐτῇ
3. ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον· ἐν αὐτῇ
4. καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι
5. δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ κλεψυδρῶν.
6. ἀλλ’ οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ’ ἀλαζόνες οἱ τὰ
7. τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ
8. ζητεῖν, ἢ εὑρηκέναι, τιμήσαντες δ’ ἑαυτοὺς τὴν ἀληθεστάτην
9. τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην,
10. ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν. εὔδηλον δ’,
11. ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν
12. εὐεξίαν λαμβανούσης, εὐφραίνονται μειζόνως ἢ ταῖς
13. διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες. οὐδὲ γὰρ διαφερόμεθα
14. ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκωλήκων, ὑῶν τε καὶ
15. προβάτων καὶ ὄνων· οὐδ’ ἄλλη τις θεωρία μειζόνως εὐφραίνει
16. ψυχὴν ἀνδρὸς εὐφυοῦς τῆς ἀναλυτικῆς, ὅταν γέ τις
1. ἐν αὐτῇ προέλθῃ· κατ’ ἀρχὰς μὲν γὰρ ἐπίπονός ἐστιν,
2. ὥσπερ καὶ αἱ ἄλλαι σχεδὸν ἅπασαι. καίτοι κᾂν εἰ μηδεμίαν
3. εὐφροσύνην εἶχεν, δι’ αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆσθαι πρὸς
4. τὰ μέγιστα καλῶς εἶχεν ἀσκηθῆναι κατ’ αὐτὴν, ἐξαίρετον
5. ἔχουσαν, ὡς ἔφην, τὸ μαρτυρῆσαι πρὸς αὐτῶν τῶν εἰρημένων
6. εὐφραντὸν, ὅπερ οὐκ ἔστιν ἐν τοῖς κατὰ φιλοσοφίαν
7. εὑρισκομένοις. καὶ διὰ τοῦτο τοῖς προπετῶς ἐν αὐτῇ
8. φλυαροῦσιν ἔξεστιν ἀναισχυντεῖν· οὐ γὰρ, ὥσπερ ὁ κακῶς
9. καταγράψας ὡρολόγιον ἢ κλεψύδραν ὑπ’ αὐτοῦ τοῦ
10. πράγματος ἐλέγχεται προφανῶς, οὕτω καὶ τοῖς ἐν φιλοσοφίᾳ
11. θεωρήμασιν ἐναργής ἐστιν ὁ ἔλεγχος, ἀλλ’ ἔξεστι λέγειν,
12. ὥσπερ ἂν ἐθέλῃ τις, ὅταν γε ἅπαξ ἀναίσχυντος ἄνευ τῆς
13. λογικῆς μεθόδου ὑπ’ αὐτῶν τῶν πραγμάτων διδάσκεσθαι
14. λέγῃ. ἀλλ’ εἰ μὲν ἐκείνοις μόνοις διελέχθη τὰ πράγματα
15. λαβόντα φωνὴν, εὐλόγως ἀλαζονεύονται, σιγώντων δ’ αὐτῶν
16. ἀεὶ, καὶ μήθ’ ἡμῖν μήτ’ ἐκείνοις διαλεγομένων, εὔδηλον
17. ὅτι μόνος ὁ ἐν ἡμῖν λόγος εὑρήσει τὴν τῶν πραγμάτων
18. φύσιν. ἐπιδειξάσθω τοίνυν πρότερον εὑρίσκειν αὐτὰ
1. δυνάμενος ἐν πράγμασιν ἐναργῶς αὐτὸ μαρτυροῦσιν, εἰπάτω
2. τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῶς ὑποπίπτει πρόβλημα,
3. καὶ δειξάσθω προκρίνας τὰς ὁμοιότητας τῶν ἀληθῶν
4. τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶσαι τὴν κακίαν,
5. οὐκ ἂν ἔτι πιστὸς ἐπὶ τῶν ἀδήλων εἴη. ταῦτα
6. πάντα ἄνθρωποι καλῶς φασι λέγεσθαι πλὴν τῶν δοξοσόφων
7. τε καὶ προπετῶν, οἷς ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸς οὐ μακρά
8. τίς ἐστιν, οὐδ’ αὖ τοιαύτη, ὁποίαν Ἡσίοδος ἐπὶ τὴν
9. ἀρετὴν εἶναί φησιν, ἀλλὰ σύντομος καὶ βραχεῖα, μᾶλλον
10. δ’ οὐδ’ ὅλως ἐστίν. εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάσκει
11. τὴν ἑαυτῶν φύσιν ἅπαντας ἀνθρώπους, οὐ χρὴ κατατρίβεσθαι
12. γυμναζομένους ἐν ταῖς λογικαῖς μεθόδοις. ἆρ’ οὖν,
13. ὦ δοξοσοφώτατοι, κᾂν τοῦτό γε συγχωρήσετε εἶναι πρόδηλον
14. ἡμῖν τοῖς ἄλλοις, ὁπόσοι μή πω τὴν ὑμετέραν σοφίαν ἐσμὲν
15. σοφοὶ, τὸ πάντας ἀνθρώπους ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων
16. τὴν ἀλήθειαν, εἴπερ ἡ φύσις αὐτῶν ἱκανὴ διδάσκειν
17. ἐστὶν ἑαυτήν; ἀναδύονται πάλιν, ὅταν οὕτως ἐρωτηθῶσιν,
1. καί φασιν, οὐ πάντας ὑπὸ τῶν πραγμάτων διδάσκεσθαι.
2. τίνες οὖν εἰσιν οἱ διδασκόμενοι, πάλιν ἐρωτώντων ἡμῶν,
3. ἑαυτοὺς μόνους φασίν· τί γὰρ ἔχουσιν εἰπεῖν ἄλλο, φυλάττειν
4. γε τὴν ἐξ ἀρχῆς ἀλαζονείαν προῃρημένοι; ἀλλ’ οὐχ
5. ἡμεῖς γε πιστεύομεν αὐτοῖς ἀποφαινομένοις ὃ βούλονται.
6. διὰ τί γὰρ, ὦ πρὸς θεῶν, μόνοις αὐτὰ τὰ πράγματα τὴν
7. αὑτῶν φύσιν ἐπιδείκνυνται; πότερον, ὅτι μόνοι μηδὲν τῶν
8. πρώτων μαθημάτων μεμαθήκασιν; ἀλλὰ ψεῦδος τοῦτο,
9. καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον. ἀλλ’ εἰ
10. τὴν λογικὴν ψυχῆς δύναμιν ἤσκησαν ἐν μαθήμασιν, ἔργον
11. μαρτυρεῖ δυναμένους αὐτήν· καὶ μὴν οὐδέπω ἥψαντο
12. τοιαύτης θεωρίας. ἴσως δὲ φήσουσι μόνοι τε γενέσθαι
13. συνετοὶ καὶ βλέπειν ἐπιληπτικῶς τὰ πράγματα, καθάπερ
14. Λυγκεὺς τὰ κατὰ γῆς. τί ποτ’ οὖν, εἰ οὕτως
15. αὐτῶν ὀξυδερκής ἐστιν ἡ ψυχὴ, καταγελαστότατοι πάντες
16. εἰσὶν ἐν τοῖς τοιούτοις προβλήμασιν, ὧν ἡ εὕρεσις
17. αὐτὴ μαρτυρεῖ τοῖς εὑρίσκουσιν ἀληθῶς αὐτά; τού
1. των γὰρ ἓν οὐδεὶς οὐδέποτ’ αὐτῶν εὑρεῖν ἠδυνήθη,
2. ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων,
3. οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναστίαν
4. καὶ βραδύτητα ψυχῆς μὴ μανθάνουσιν· εἶτα παρακαλοῦσιν
5. ἐμὲ, καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν,
6. ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύναται. τίς οὖν
7. μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν
8. ἐστι τῆς τοιαύτης τῶν τοιούτων; ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων
9. ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι
10. καὶ μνημονεῦσαι καὶ τὰ δι’ ἀριθμητικήν τε καὶ γεωμετρίαν
11. ἀρχιτεκτονίαν τε καὶ ἀστρονομίαν εὑρισκόμενα τὰ τῆς φιλοσοφίας
12. εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι
13. τολμᾷν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως
14. καὶ μεθόδου λογικῆς. ὅτι δὲ ἑκόντες ἑαυτοὺς κολακεύουσιν,
15. οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστι γνῶναι κᾀκ τοῦ
16. κατά τινος ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς,
17. ἅπαντάς τε διαβάλλουσι τοὺς ἄλλους ὡς ἐσφαλμένους.
18. ἐγὼ δὲ συνάγων αὐτοὺς εἰς ταὐτὸν, οὐχ ὑπομένουσιν,
1. ἀλλὰ τὴν αἰδῶ τινι καταπροτείνονται, καὶ φάσκουσι μὴ δύνασθαι
2. φθέγξασθαι, παρόντων ἀνθρώπων πλειόνων· καίτοι
3. τινὲς αὐτῶν ἀκροατὰς ἔχουσιν, ὁ μὲν κ΄, ὁ δὲ λ΄ καί
4. ποτε καὶ πλείονας, οὐκ αἰσχυνόμενοι λέγειν ἐπ’ αὐτοῖς.
5. ἀλλ’ ὅταν ἐγὼ μὲν τρεῖς ἢ τέτταρας ἀξιώσω παρεῖναι τῷ
6. συλλόγῳ, Πλατωνικοὺς δ΄, τρεῖς ἢ τέτταρας Ἐπικουρείους,
7. ἴσους τε τὸν ἀριθμὸν ἄλλους Στωϊκούς τε καὶ Περιπατητικοὺς,
8. ἢ τρεῖς πρὸς τούτοις, ἤτοι γ’ Ἀκαδημαϊκοὺς, ἢ
9. Σκεπτικοὺς, ὡς γίνεσθαι πάντας ἐκ φιλοσοφίας ἀνθρώπους
10. εἴκοσιν, ἄλλους τε πρὸς αὐτοῖς τοσούτους τῶν γεγυμνασμένων
11. μὲν ἐν μαθήμασι τὴν λογικὴν δύναμιν, ἀγνοοῦντας δὲ
12. τοὺς κατὰ φιλοσοφίαν λόγους, οὐδεὶς αὐτῶν ὑπομένει τηνικαῦτα
13. τὸ τοιοῦτον συνέδριον. εἰ δέ γέ ποτ’ ἀναγκασθέντες
14. ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέσεως, γεγυμνασμένων δὲ ἐν λόγοις,
15. ὑπομείνειαν ἀπαντῆσαι τοιούτοις συνεδρίοις, φιλονεικούντων
16. μὲν αὐτῶν ἐπὶ τούτοις, ἑλιττόντων δὲ τοὺς αὐτοὺς
17. λόγους, πολλάκις μὲν ἧκεν ἐν τούτοις καὶ γεωμετρικὸς,
1. ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι, καὶ ἄλλοι τινὲς τῶν φιλολόγων
2. ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖς μαθήμασιν, αὐτὸ
3. δὲ ἔχειν ἐργαζομένων δι’ εὐπορίαν κτημάτων, οὔτε δουλευόντων
4. αἱρέσει τινὶ τῶν κατὰ φιλοσοφίαν, ὥσπερ εἴωθα,
5. καὶ τότε κεκρικέναι τοὺς λόγους ἠξίωσα, καί τις ἐξ αὐτῶν
6. ἔφη κάλλιστα κριθῆναι τὴν ἀμφισβήτησιν, εἰ πορευθέντες
7. εἰς ὃ λέγουσιν οὗτοι περιέχειν τὸν κόσμον κενόν· εἴθ’ ὁ
8. μὲν ἐν αὐτῷ σαφῶς, εἴτ’ ἐν μιᾷ χώρᾳ πέφυκε μὲν εἶναί τε
9. καὶ φέρεσθαι πρὸς ἄλλον τινὰ τόπον, ὅπερ ἂν ἐν αὐτῷ
10. τεθῇ σῶμα. τοὺς μὲν ἄλλους πάντας ἤρεσε τὰ λεχθέντα,
11. μόνοι δ’ οὐκ ἐπαύοντο φιλονεικοῦντες ἀλλήλοις καὶ ἡμῖν
12. οἱ φιλόσοφοι, μὴ δυνάμενοι διακρῖναι τοὺς ἐνδεχομένους
13. λόγους ἀπὸ τῶν ἀναγκαίων. ἐνδέχεται γὰρ καὶ μένειν
14. ἐν τῷ κενῷ καθ’ ἕνα τόπον ἕκαστον τῶν σωμάτων, ἐνδέχεται
15. δὲ καὶ μὴ μένειν, ἀναγκαίαν ἀπόδειξιν οὐδ’ ἑτέρας
16. τινὸς αἱρέσεων ἐχούσης.
⟨
(De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 030 Fichtner] [GalLat]
De animi cuiuslibet peccatorum dignotione et curatione
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937.
De cuiusque animi peccatorum dignotione atque medela, 1823, vol. 5, p. 58-103. urn:cts:greekLit:tlg0057.tlg029.verbatim-lat1
Vegetti, Menghi, 1984 (ita); Barras, Birchler, Morand, 1995 (fra); , 1999 (ita); Nieto Ibáñez, 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).
De cuiusque animi peccatorum dignotione atque medela, 5, ed. Kühn, 1823, vol. 5, p. 80-93. urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩