Galenus. De animi cuiuslibet peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 030 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937.
De cuiusque animi peccatorum dignotione atque medela, 1823, vol. 5, p. 58-103. urn:cts:greekLit:tlg0057.tlg029.verbatim-lat1
Vegetti, Menghi, 1984 (ita); Barras, Birchler, Morand, 1995 (fra); , 1999 (ita); Nieto Ibáñez, 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De cuiusque animi peccatorum dignotione atque medela, 6, ed. Kühn, 1823, vol. 5, p. 93-98. urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:6

17. Καιρὸς οὖν ἡκέναι δοκεῖ τι φθέγξασθαι
18. κᾀμὲ, βραχεῖαν μὴν ἐλπίδα τοῦ φράξαι τὴν δοξοσοφίαν
1. ἔχοντα μὴ καταλείπειν ἀπείραστον, ἡγούμενον μέν τι
2. δ’ εἶναι μηδ’ αὐτὸ τοῦτο βραχύ. καὶ τοίνυν ἐφ’ ᾧ ὡμολόγηται
3. μὲν ἡ ἀπὸ τῶν ἐναργεστάτων ἀρχὴ πάσης ἀποδείξεως,
4. ἀλλ’ εὐθὺς ἡ πρώτη μετάβασις ἀπ’ αὐτῶν ἐπὶ τὸ
5. τῶν ἀδήλων, οὐ συγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε
6. καὶ Σκεπτικῶν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοις συνεχώρει, ὅτι
7. μὲν ἄλλο εὑρισκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντες.
8. ὄντων γὰρ ἐναργῶς τῶν μὲν πρὸς νόησιν, τῶν δὲ πρὸς
9. αἴσθησιν, ἀλλήλοις ἐνίοτε μὲν δοκεῖ μάχεσθαι ταῦτα. καὶ
10. πρῶτά γε τοῦτο αὐτὸ γεγυμνασμένου δεῖται, τοῦ δείξοντος
11. οὐδέποτ’ ἀλλήλοις αὐτὰ διαφέρεσθαι. δεύτερον ἐπὶ τῷδε
12. μέγιστόν ἐστιν, ἀπὸ τῶν ἐναργῶς φαινομένων γνωρίζειν τὰ
13. τοιαῦτα· τινὲς γὰρ ὑπὸ προπετείας τοῖς μηδέπω φαινομένοις
14. ἐναργῶς ὡς τοιούτοις συγκατατιθέμενοι σφάλλονται. καὶ
15. τί θαυμάζειν, ἔφης, εἰ πρὸς διάνοιαν ἐναργῆ τοῦτο συμβαίνει
16. τοῖς προπετέσιν, ὁρῶντας αὐτὸ κᾀπὶ τῶν πρὸς
17. αἴσθησιν ἐνίους πάσχοντας ἑκάστην· ὅτι ἐξ ἀπόπτου γοῦν
1. θεασάμενοι παραγενόμενόν τινα Δίωνά φασιν, εἰ οὕτως
2. ἔτυχεν, εἶναι τὸν ἀφικνούμενον, ὡς βεβαίως εἰδότες· ὥστ’
3. ἐνίοτε πλησίον ὀφθεὶς ὁ παραγενόμενος ἐφάνη Θέων, οὐ
4. Δίων ὑπάρχειν. εἰ μὲν οὖν ἀπαράλλακτος ἡ φαντασία τῶν
5. πόῤῥωθεν ὁρωμένων ἐστὶ καὶ τῶν ἐγγύθεν, οὐ διαφωνοῦντες
6. ἀλλήλοις ἐπὶ τῶν πόῤῥωθεν ὁρωμένων οὔτ’ ἐλέγξουσιν,
7. οὔτ’ ἐλεγχθήσονταί ποτε· εἰ δ’ ἐστὶν ἄλλη ἐνέργεια τῶν
8. πλησίον ὁρωμένων, ἄλλη δὲ τῶν οὐ πλησίον, οἷσι πειρωμένων
9. τὴν ἐκ τοῦ πλησίον γιγνομένην, εἰκότως σφάλλονται.
10. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἀναμνήσθητι, πρὶν ἐπὶ τὰ πρὸς
11. διάνοιαν ἐναργῆ μετιέναι καὶ σύ ποτε προπετῶς, ὁρατὸν δέ
12. τινα τὸν προσιόντα, φέρε μὲν ἵππον, ὡς ἔτυχε, πλησίον
13. ἐγνῶσθαι Θεόδωρος ὤν· ἢ δι’ ὅλου τοῦ βίου σαυτὸν ἀνάσχες
14. ἀπὸ τῆς τοιαύτης συγκαταθέσεως, ἣν ὀνομάζουσί τε
15. πρόπτωσιν καὶ προπέτειαν. ἐγὼ μὲν σοὶ λέγω μόνῳ, οὐδεὶς
16. ἔχει με δεῖξαι τοιοῦτόν ποτε ἐσφαλμένον οὐδέν. ἐκ μειρακίου
17. γὰρ ἐπέχειν ἐμαυτὸν εἴθισα προπετοῦς συγκαταθέσεως,
1. ὥσπερ ἐν τοῖς πρὸς αἴσθησιν, οὕτω καὶ τοῖς πρὸς λόγον
2. φαινομένοις, ἐφ’ ἃ μεταβὰς ἤδη πάλιν ἀναμνησθῆναί σε
3. κᾀνταῦθα παρακαλῶ, μηδενὶ ψευδῶς συγκαταθέμενον
4. ἑαυτὸν, ὥσπερ ἑκάστης ἡμέρας ὁρῶ παμπόλλους τῶν
5. φίλων, ἐνίους μὲν ἑνὶ τῶν εἰπόντων ὁτιοῦν πιστεύσαντας,
6. εἰ δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες εἴποιεν ταὐτὸν, οὐκ ἀντέχοντας,
7. ἀλλὰ πάντως συγκατατιθεμένους ἑνὶ, προπετῶς δὲ
8. καὶ ὃ τρισὶν, ἢ τέσσαρσιν, ἄνευ τοῦ διορίσασθαι, πότερον
9. ἐνδέχεται πάντας αὐτοὺς ἐκ μιᾶς αἰτίας κοινῆς ἀληθεύειν,
10. ἢ ψεύδεσθαι πάντας ἐκ μιᾶς αἰτίας κοινῆς. βέλτιον οὖν
11. ἐνταῦθα βραδύνειν, ὥσπερ ἐγὼ ποιῶ, κᾂν ὅτι μάλιστά με
12. καλῶσιν ἐπισκώπτοντες ἄπιστον οἱ προπετῶς συγκατατιθέμενοι.
13. τῶν φίλων γοῦν εἰσί τινες, οἳ πυθόμενοι παρά τινος,
14. ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων, ἤγγειλαν μὲν
15. ἡμῖν ἥκοντα τὸν ἄνθρωπον, ἠλέγχθησαν δὲ ψευδόμενοι, ὡς,
16. ὅταν ἐπιτιμήσω, τοσοῦτον δέουσιν εἰς τὸν μέλλοντα παρασκευάσασθαι
17. ἑαυτοὺς ἀσφαλεστέρους, ὥστ’ ἀγανακτοῦσι
1. πρός με, καί φασιν, αὐτοὺς μὲν οὐκ εἶναι τῆς ψευδολογίας
2. αἰτίους, πιστεῦσαι γὰρ εἰπόντι τόδε τινὶ, τὸ δ’ ἁμάρτημα
3. μὲν ἐκείνου γεγονέναι, μὴ βουλόμενοι θεάσασθαι τὸ
4. προστιθέμενον εἰς ἑαυτοὺς ἁπάσαις ταῖς προπετῶς συγκαταθέσεσιν.
5. εἰ μὲν γὰρ, ὥσπερ ἐγὼ λέγειν εἴωθα, τόνδε
6. μοί τινα περὶ τοῦδε τόδε τι διηγήσασθαι, καὶ αὐτοὶ
7. κατὰ τὸν αὐτὸν τρόπον ἐποιοῦντο τοὺς λόγους, οὐκ ἂν
8. ἐψεύδοντο. νῦν δ’, ἐπεὶ τῷ πιστεύειν τῷ λέγοντι σφάλλονται,
9. οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ σφᾶς αὐτοὺς συνεπέδειξαν
10. αὐτῷ ψευδομένους, ἐνόν γε αὐτοῖς οὐκ ἀποφαινομένοις
11. εἰπεῖν, ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων
12. φίλων, ἀλλ’ ἀκηκοέναι παρὰ τοῦδε. ὁπότ’ οὖν ἐπὶ τοσούτων
13. πραγμάτων οὐ μακρὸν ὕστερον αὐτοὺς ἐλεγχθέντων
14. ψευδομένους οὐ παύονται προπετῶς συγκατατιθέμενοι, τί
15. χρὴ νομίζειν ἐπὶ τῶν ἀδήλων αὐτοῖς ὄντων δυσκολωτέρων
16. προσάπτεσθαι; εὐκολώτερον μὲν γάρ ἐστιν, ἑνὸς ἀεὶ μνημονεύειν
17. τοῦ περιμένειν ἐναργῶς ἐν ἀκριβεῖ, χαλεπώτατον
18. δὲ, διότι τοῦτ’ αὐτὸ ποιεῖν οὐκ ἐθέλουσιν οἱ 
1. πολλοί. καὶ ζητοῦντί γέ μοι τὴν αἰτίαν τῆς προπετείας
2. αὐτῶν, εἰ μὴ ἄρα πλεονεξία κατεφάνη πάντ’ ἐργάζεσθαι
3. τὰ τοιαῦτα. τὸ γὰρ τάχ’ ὁτιοῦν ἢ δι’ αἰσθήσεως, ἢ διὰ
4. νοήσεως εὑρίσκειν ἐπαινῶ μόνον ὁρῶντες, οἴονται βελτίους
5. ἑαυτοὺς ἐπιδείξειν τῷ πέλας ἐν τῷ τάχει τῆς διαγνώσεως
6. τάχος, ἀλλ’ ἀγνοίας ἐπιδείκνυνται. ταῦτα μὲν οὖν ἔφην
7. εὑρῆσθαί μοι κοινῇ πρὸς ἅπαντας, ὅσοι προπετῶς
8. ἀποφαίνονται.

Cliquer un n° de page pour en afficher l’image