Galenus. De animi cuiuslibet peccatorum dignotione et curatione (De animi cuiusl. affect. et pecc. dign. et cur.) [n° 030 Fichtner] [GalLat]

Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἰδίων παθῶν καὶ ἁμαρτημάτων
Diagnostic et traitement des passions et des erreurs de l’âme
The Diagnosis and Treatment of the Affections and Errors Peculiar to Each Person’s Soul (Aff. Pecc. Dig.)
Boer, 1937.
De cuiusque animi peccatorum dignotione atque medela, 1823, vol. 5, p. 58-103. urn:cts:greekLit:tlg0057.tlg029.verbatim-lat1
Vegetti, Menghi, 1984 (ita); Barras, Birchler, Morand, 1995 (fra); , 1999 (ita); Nieto Ibáñez, 2005 (spa); Singer, Nutton, Davies, 2013 (ara;eng).

De cuiusque animi peccatorum dignotione atque medela, 7, ed. Kühn, 1823, vol. 5, p. 98-103. urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:7

 

9. Πάλιν ἐπὶ τούσδε τοὺς φιλοσόφους ἔλθωμεν,
10. ἀποφαινομένους προπετῶς περὶ τῶν ἐν τῷ κενῷ σωμάτων
11. ἑστώτων ἢ κάτω φερομένων. ὁ μὲν γὰρ ἀρχιτέκτων
12. οὗτος οὐκ ἂν ἀπεφήνατο, πρὶν εἰς αὐτὸ τὸ κενὸν ἐξελθὼν
13. τοῦ κόσμου τῇ πείρᾳ βασανίσαι τὸ πρᾶγμα, καὶ θεάσασθαι
14. σαφῶς, εἴτε μένειν κατὰ τὸν αὐτὸν τόπον
15. ἕκαστον τῶν ἐν αὐτῷ σωμάτων, εἴτε καὶ μεθίστασθαι.
16. τοιαύταις γὰρ ἀρχαῖς εἰς τὰς ἀποδείξεις οἶδα χρωμένους
17. αὐτοὺς, ἐναργέσι τε καὶ ἀναντιλέκτοις ὑπὸ πάντων
1. ὁμολογουμέναις· ὑμεῖς δὲ οἱ φιλοσοφοῦντες, περὶ ὧν οὐδεμίαν
2. ἐναργῶς γνῶσιν ἔχετε, ταῦθ’ ὡς ἐναργῶς γνωσθῆναι
3. δυνάμενα. ἤκουσα πρώτην ἀπιστούντοιν δυοῖν φιλοσόφοιν·
4. ἐδόκει γὰρ αὐτῶν τῷ μὲν ἑτέρῳ τὸ ὕδωρ τῶν
5. ξύλων βαρύτερον εἶναι, τῷ δ’ ἑτέρῳ τὰ ξύλα τοῦ ὕδατος,
6. ἑκάτερός τε λόγους ἔλεγε μακροὺς, ἐμβλέπων ἄνω τε καὶ
7. κάτω. κεφάλαιον δὴ τοῦ μὲν ἑτέρου τῶν φιλοσόφων, τὴν
8. πεπιλημένην οὐσίαν βαρυτέραν εἶναι, καὶ διὰ τοῦτο τὰ
9. ξύλα τοῦ ὕδατος, τοῦ δ’ ἑτέρου, ἔλαττον ἔχειν κενὸν τὰ
10. ξύλα. καὶ ταῦτα ἔλεγον διὰ μακρῶν ἐξηκόντων λόγων, οὐκ
11. ἀποδεικτικῶν, ποιούμενοι τὰς πίστεις, ὥσπερ ἀδύνατον ἐν
12. αἰσθήσει διαγνῶναι τὸ πρᾶγμα, καθάπερ ἡμᾶς οἶσθα
13. ποιοῦντας. οἱ δὲ φιλόσοφοι λέγειν ἔτι βουλόμενον
14. αὐτὸν ἠρώτησαν, ὅστις ὁ τρόπος εἴη, καθ’ ὃν ἐναργῶς διαγινώσκεται,
15. πότερόν ἐστι βαρύτερον· οὐ γὰρ δὴ διὰ ζυγοῦ
16. γε δυνατὸν ἔφασαν γενέσθαι τοῦτο, καθάπερ οὐδὲ δι’ ἀγγείου
17. πληρουμένου· στῆσαι μὲν γὰρ οἷόν τέ ἐστι τὸ ξύλον,
1. οὐ μὴν πληρῶσαι τό γε ἀγγεῖον ἐξ αὐτοῦ, τοῦ ὕδατος
2. αὖ πληροῦσθαι δύνασθαι. τοιαῦτ’ οὖν αὐτῶν λεγόντων,
3. ὥσπερ εἰώθασι, γελάσας ὁ ἀρχιτέκτων ἔφη· Τοιοῦτοι
4. διὰ παντὸς ὑμεῖς οἱ δοξόσοφοι πάντες ἐστὲ, τὰ μὲν
5. ἔξω τοῦ κόσμου γιγνώσκειν οἰόμενοι, περὶ ὧν εἰκάσαι μέν
6. ἐστιν ἐνδεχόμενον, γνῶναι δ’ ἐπιστημονικῶς οὐκ ἐγχωρεῖ,
7. τὰ δὲ τοιαῦτα, καὶ τοῖς τυχοῦσιν ἐνίοτε γιγνωσκόμενα,
8. παντάπασιν ἀγνοοῦντες, ὥσπερ καὶ τοῦτ’ αὐτὸ τὸ νῦν
9. προκείμενον, ὕδατός τε καὶ ξύλων σταθμὸν ἀντεξετάσαι.
10. δεηθέντων οὖν ἁπάντων τῶν παρόντων εἰπεῖν τὸν ἀρχιτέκτονα,
11. πῶς ἐπιστημονικῶς καὶ βεβαίως ἀντεξετασθήσεται
12. τὸ τοῦ ξύλου τῷ τοῦ ὕδατος, ὁ μὲν διῆλθεν ἐν
13. τάχει τε καὶ σαφῶς, ὡς ἅπαντας τοὺς παρόντας νοῆσαι,
14. πλὴν μόνων τῶν φιλοσόφων· ἐκεῖνος δὲ καὶ δεύτερον
15. ἠναγκάσθη καὶ τρίτον εἰπεῖν τὸν αὐτὸν λόγον, ὥστε
16. μόγις ἐνόησαν. ὁ μὲν ἀρχιτέκτων, Εἰκότως, ἔφη, λέγουσι
1. πάμπολλοι, πλὴν δοξοσοφίας οὐδὲν τούτοις ὑπάρχειν·
2. οἱ δ’ ἀνόητοι μὲν ἐν τοῖς ἀγνώστοις ἅπασιν ἐλέγχονται,
3. δοξόσοφοι δ’ ἐν τοῖς γνωστοῖς. ἐγὼ δὲ διαδεξάμενος αὐτὸν
4. τὸν λόγον, εὐλόγως ἔφην τοῦτο συμβαίνειν αὐτοῖς.
5. καὶ γὰρ, ὅπως χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶς γινωσκομένων
6. ἐπὶ τὰ τῶν ἀδήλων, οὐδέποθ’ ὑπέμειναν ἀσκηθῆναί
7. τε καὶ μαθεῖν ἐπὶ πραγμάτων, μαρτυρῆσαι μὲν τοῖς
8. εὑροῦσιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺς οὐχ εὑρόντας.
9. Ἵνα δ’, ἔφη, καὶ γελάσητε, καὶ γνῶτε τὸν τῦφον
10. αὐτῶν ὁπηλίκος ἐστὶν, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι,
11. περὶ ὧν ἀποφαίνονται προπετῶς οἱ τὰς ὀφρῦς
12. ἀνεσπακότες οὗτοι. καὶ πρῶτόν γε τοῦτο λέγω μάλιστ’,
13. ἐπειδὴ τῶν Περιπατητικῶν τις ἀφῖκται τῶν φιλοσόφων,
14. ἕνα τε τὸν κόσμον τοῦτον εἶναι πεπλησμένον, ἔξωθέν τε
15. αὐτοῦ μηδὲν εἶναι κενὸν, ὥσπερ οὐδ’ ἔνδον· διαφέρει
16. γε μὴν, ἔφην, τῷδε τῷ φιλοσόφῳ διττὴν διαφορὰν ἑκάτερος
17. τούτων· ἐδείκνυον δὲ τόν τε Στωϊκὸν καὶ τὸν
1. Ἐπικούρειον. ὁ δὲ Στωϊκὸς οὐκ ἔνδον τι κενὸν εἶναι,
2. ἔξωθεν τοῦ κόσμου ὑπάρχειν αὐτό· ταῦτα δ’ ἄμφω
3. συγχωρῶν ὁ Ἐπικούρειος, ἐν ἄλλῳ τινὶ διαφέρεται πρὸς
4. αὐτόν· οὐ γὰρ ἕνα ὁμολογεῖ κόσμον εἶναι τόνδε, καθάπερ
5. ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς
6. ὁμόδοξος, ἀλλ’, ὥσπερ γε καὶ τὸ κενὸν ἄπειρον
7. τῷ μεγέθει φησὶν ὑπάρχειν, οὕτω καὶ τοὺς ἐν αὐτῷ κόσμους
8. ἀπείρους εἶναι τῷ πλήθει. ἐγὼ δ’ ἤκουσα μὲν, ἃ
9. λέγουσιν οἱ τρεῖς, συναγορεύειν βουλόμενοι τοῖς ἰδίοις
10. ὀνείροις· ἀκριβῶς δ’ οἶδα μηδένα λόγον ἀποδεικτικῶς ἔχοντας
11. αὐτοὺς, ἀλλ’ ἐνδεχομένως τε καὶ εἰκότως, ἐνίοτε δὲ
12. μηδὲ τοιούτους γνώσεσθαι, ὅτι μὲν ψεύδονται παρακαλέσαντες
13. εἰπεῖν τινα ἀπόδειξιν ἕκαστον αὐτῶν εἰς ταὐτὸ τοῦτο
14. προκείμενον. οὕτως οὖν ἔλεγον, ἅπερ ἴσμεν ἐν τοῖς βιβλίοις
15. αὐτῶν γεγραμμένα· πᾶσι δὲ τοῖς παροῦσι σαφῶς ἐφαίνετο
16. μηδεὶς ἀναγκαστικὸν λόγον εἰπὼν, μηδ’ ἀποδείξεως γραμμικῆς
17. ἐχόμενον, ἀλλ’ ἐξ ἐπιχειρημάτων συγκείμενον, οἷς
1. οἱ ῥήτορες χρῶνται. ἀλλά γε περὶ πλουσίων ὁ λόγος.
2. ἐφ’ ἡμᾶς οὖν αὐτοὺς ἔλθωμεν, ὅσοι μὴ πλουτοῦμεν,
3. ἐρωτήσωμέν τε καὶ πάλιν ἕνα τῶν σοφῶν, εἰ δίκαιόν ἐστιν
4. ἑαυτοὺς ἀναγορεύειν ἐγνωκότας μόνους τὴν ἀλήθειαν, ὑπὸ
5. πάντων τῶν ἄλλων καταγινωσκομένων ἰδιωτῶν τε καὶ
6. φιλοσόφων. τὸ γάρ τοι δεινότατον, ἔφην, τοῦτ’ ἔστιν, ὅτι
7. τῶν φιλοσόφων ἕκαστος ἂν ἔξωθεν τῆς οἰκείας ποίμνης
8. ὑπ’ οὐδενὸς ἐπαινεῖται. τίνα τοίνυν εἰκός ἐστιν ἄλλον δὴ
9. τοὺς φιλοσόφους ἅπαντας ὑπομένοντας κριτὴν, πλὴν αὐτῶν
10. τῶν φαινομένων, ὑπομένοντάς τε καὶ τοὺς ἀπὸ τῶν λογικῶν
11. τεχνῶν ἁπασῶν ἀριθμητικοὺς, λογιστικοὺς, γεωμέτρας,
12. ἀστρονόμους, ἀρχιτέκτονας, νομικοὺς, ῥήτορας, γραμματικοὺς,
13. μουσικούς; ἢ ὁ ὑφ’ ἑαυτοῦ κρινόμενός τε καὶ στεφανούμενος,
14. ὑπὸ τῶν ἄλλων κριτῶν εἰ ὑπομείνειε δοκιμάζεσθαι,
15. μηδεμιᾶς ψήφου μεταλαμβάνεται. τοσαῦτα καὶ
16. περὶ ἁμαρτημάτων πρὸς τὸ παρὸν ἀρκείσθω.

Cliquer un n° de page pour en afficher l’image