6. Φαίνεται δ’ οὗτος, ἐάν τε ἀρτηρία τις
7. ἢ φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων
8. ἐκχεόμενος, ἐρυθρότερος μὲν ἐκ τῶν φλεβῶν, ξανθότερος
9. δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτερος
10. εὐθέως, οὐ μόνον ἐκπίπτων τοῦ σώματος, ἀλλὰ καὶ κατ’
11. αὐτὸ περιεχόμενος ἔτι, καθ’ ὅντιν’ οὖν τρόπον. καὶ τήν
12. γε πῆξιν αὐτοῦ τελευτῶσαν εἰς θρόμβον ὁρῶμεν· οὕτω γὰρ
13. ἔθος ὀνομάζειν τοῖς Ἕλλησι τὸ πεπηγὸς αἷμα. φαίνεται δὲ
14. πηγνύμενον οὐ μόνον ἐν τοῖς κατὰ τὴν κοιλίαν τε καὶ τὰ
15. ἔντερα χωρίοις, ἀλλὰ καὶ κατὰ τὴν κύστιν, ἐν ᾗ τὸ οὖρον
16. ἀθροίζεται, καὶ κατὰ πνεύμονά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν,
17. ὥσπερ γε κᾀν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος,
1. ἔν τε ταῖς μήτραις ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡς
2. τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ
3. τό γε κάλλιστον αἷμα τοιοῦτο ἀκριβῶς ἐστι. φαίνεται δ’
4. ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥσπερ γε τῇ
5. συστάσει παχύτερον καὶ λεπτότερον. εὑρίσκεται δ’ ἐνίοτε
6. καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρότητα
7. περιέχον, ἥτις ἐν τῷ πήγνυσθαι διακρινομένη τὴν ἐπιπολῆς
8. αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κᾀκ
9. τοῦ ποτοῦ συναναφέρεσθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ
10. αἵματι, τὴν ἔκκρισιν λαμβάνον ὕστερον, οὐ μόνον διὰ τῶν
11. οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων, καὶ κατὰ τὴν καλουμένην
12. ἄδηλον αἰσθήσει διαπνοήν. φαίνεται δ’ ἐνίοτε καὶ
13. φλεγματώδης χυμὸς ἐποχούμενος τῷ αἵματι, καθάπερ γε
14. καὶ σύμπαν ἱκανῶς παχύτερον καὶ μελάντερον, ὡς ἐοικέναι
15. πολλάκις ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν τὸ ἐκ τῶν φλεβῶν
16. καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προσηγορίᾳ
17. τῇ τοῦ αἵματος, οὐδεμιᾶς τῶν εἰρημένων αὐτοῦ διαφορῶν
1. ἴδιον ἐχούσης ὄνομα. καὶ πήγνυται πᾶν αὐτίκα, κᾂν
2. εἰς σαρκῶδες μόριον ἄχρι βάθους διαιρεθὲν ἐκχυθῇ. παραπλήσιος
3. δέ τις αἵματι παχεῖ καὶ μέλανι χυμὸς ἕτερος ὁρᾶται
4. πολλάκις ἐκκρινόμενος, ἐμούντων τε καὶ διαχωρούντων,
5. οὐ μὴν πηγνύμενός γε, κᾂν ἐπὶ πλεῖον ὁμιλεῖ τῷ πέριξ
6. ἀέρι. καὶ τούτου γ’ αὐτοῦ ποτὲ μὲν αἴσθησις γίνεται
7. τοῖς ἐμοῦσιν ὀξέος τε ἅμα καὶ στρυφνοῦ, ποτὲ δὲ οὐδεμίαν
8. ἔχοντος ἐμφανῆ ποιότητα, μήτ’ οὖν γλυκύτητα, καθάπερ
9. τὸ αἷμα, μήθ’ ἁλυκότητα, καθάπερ ἐνίοτε τὸ αἷμα
10. καὶ τὸ φλέγμα, μήτε πικρότητα, καθάπερ ἡ ξανθὴ χολή.
11. πρόδηλον οὖν ἐστι, νοσῶδες μὲν εἶναι τὸ ἁλυκὸν αἷμα καὶ
12. τὸ φλέγμα. τοὐπίπαν δὲ τὸ μὲν αἷμα γλυκὺ φαίνεται, τὸ
13. δὲ φλέγμα ἄποιον, καθάπερ ὕδωρ. ἀλλ’ ἐκτρεπόμενόν γε
14. τῆς κατὰ φύσιν ποιότητος οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ
15. ὀξὺ γίνεται, μεταλαμβάνει δέ ποτε καὶ γλυκείας ποιότητος.
16. ἀλλὰ καὶ τοῦτον τὸν χυμὸν, ὁποῖος ἂν ᾖ, φλέγμα καλοῦσιν,
17. εἰ μόνον εἴη λευκός. ἔχει δὲ τὸ κοινὸν ἁπάντων χυμῶν
1. γνώρισμα, τὸ μὴ πήγνυσθαι. πρόδηλον δ’ ὅτι διαφέρει
2. μηδὲν ἁλμυρὸν ἢ ἁλυκὸν ὀνομάζειν ὅντινα χυμὸν,
3. ἄμφω γὰρ τὰ ὀνόματα ταὐτὸ σημαίνει πρᾶγμα. ἔστι
4. δὲ καὶ ἕτερός τις χυμὸς, ἀεὶ μὲν πικρὸς τοῖς ἐμοῦσιν αὐτὸν
5. φαινόμενος, οὐκ ἀεὶ δὲ ξανθὸς, ἀλλ’ ὠχρὸς ἔστιν ὅτε· καὶ
6. παχύτερος διαπαντὸς ὁ ξανθὸς τοῦ ὠχροῦ φαίνεται. ὥστ’
7. ἐκ τούτων τεκμαίρονται προσηκόντως οἱ περὶ χυμῶν ἄριστα
8. γνόντες, ὑγρότητος ἐπιμιξίᾳ λεπτῆς καὶ ὑδατώδους τῇ συστάσει
9. τὴν ξανθὴν χολὴν ὠχρὰν φαίνεσθαι. καλοῦσι δ’
10. ἔνιοι μὲν ὑδατώδη τὴν ὑγρότητα ταύτην, ἔνιοι δ’ ὀῤῥώδη,
11. τούτου τοῦ γένους οὖσαν, ἐξ οὗ τό τε οὖρόν ἐστι
12. καὶ ὁ ἱδρώς. ὥσπερ δὲ μιγνυμένης τῆς λεπτῆς ὑγρότητος
13. ἡ ξανθὴ χολὴ κατά τε τὴν χρόαν ὠχροτέρα καὶ τὴν σύστασιν
14. ὑγροτέρα γίνεται, οὕτως, ὅταν ἐπὶ πλέον αὐτὴ διαφορηθῇ,
15. τῇ τῶν ὠμῶν ὠῶν λεκίθῳ παραπλησία φαίνεται,
16. καὶ διὰ τοῦτο καλεῖται λεκιθώδης. αὕτη μὲν οὖν ἡ χολὴ,
17. κᾂν ὠχρὰ, κἂν ξανθὴ, κᾂν λεκιθώδης φαίνηται, τὴν γένεσιν
18. ἐν τοῖς ἀγγείοις ἴσχει. κατὰ δὲ τὴν γαστέρα πρασοειδής
1. τις ἑτέρα γεννᾶται. καλοῦσι γὰρ οὕτως αὐτὴν ἀπὸ τῆς
2. χρόας τῶν πράσων παρονομάσαντες, ὥσπερ γε καὶ τὴν
3. ἰώδη παρὰ τὸ τῷ ἰῷ ὁμοιοῦσθαι. ὠνόμασται δὲ καὶ
4. ἰσατώδης τις χολὴ παρὰ τὴν τῆς ἰσάτιδος χρόαν τῆς
5. γλαυκῆς. αὗται πᾶσαι κοινὸν ἔχουσι τὸ διαμένειν. οὕτως
6. οὖν καὶ τὴν ἐρυθρὰν ἔνιοι χολὴν ὠνόμασαν, ἐγγὺς οὖσαν
7. αἵματι λεπτῷ κατὰ τὴν σύστασιν, ἀλλ’ ὅτι μὴ πήγνυται,
8. διὰ τοῦτο χολὴν αὐτὴν προσαγορεύουσι. ταῦτα μὲν οὖν
9. ἴσως ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην εἴρηται πραγματείαν
10. τῇ τε κοινωνίᾳ τοῦ λόγου καὶ τῷ χρησίμῳ τῆς γνώσεως,
11. ἔτι τε τῷ συντόμῳ τῆς διδασκαλίας προτρεψαμένης
12. με διελθεῖν ὑπὲρ αὐτῶν. ἐπὶ δὲ τὸν περὶ τῆς μελαίνης
13. χολῆς λόγον ἐπανέλθωμεν.
⟨
(De atra bile) [n° 031 Fichtner] [GalLat]
De atra bile
Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).
De atra bile, 2, ed. Kühn, 1823, vol. 5, p. 106-110. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩