14. Ὅτι μὲν οὖν οὐ πήγνυται, διώρισται μὲν
15. ἀπὸ τοῦ μέλανος αἵματος, οὐ μὴν ἤδη γε καὶ ἀπὸ τῶν μελάνων
16. ἰδίως ὀνομαζομένων. ἐμεῖταί τε γὰρ καὶ διαχωρεῖται
17. πολλάκις τοιαῦτα, πάμπολυ διαφέροντα τῆς μελαίνης,
1. οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖς αἰσθηταῖς ποιότησιν.
2. οὔτε γὰρ στρυφνότητος, οὔτε ὀξύτητος μετέχει σαφῶς ταῦτα,
3. τῆς μελαίνης χολῆς κατά τε τὴν γεῦσιν ἐμφαινούσης τοῖς
4. ἐμοῦσιν αὐτὴν καὶ κατὰ τὴν ὄσφρησιν, οὐκ ἐκείνοις μόνον,
5. ἀλλὰ καὶ τοῖς ἄλλοις. οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡς
6. ἐκείνη. ἀλλ’ εἰ καὶ κατὰ τοῦτ’ ἔοικεν ὄξει δριμυτάτῳ, τῷ
7. παχυμερεῖ τῆς οὐσίας ἐναντιώτατα διάκειται, καὶ διὰ τοῦθ’,
8. οἷς ὁμιλήσειεν ἂν τοῦ σώματος μέρεσιν ἄκρατος, ἑλκοῖ πάντως
9. αὐτὰ διαβιβρώσκουσα. τὸ μὲν γὰρ ὄξος, ἅτε λεπτομερὲς
10. ὂν, διεξέρχεται, τὸ δὲ τῆς μελαίνης χολῆς πάχος,
11. ἕδραν μόνιμον αὐτῇ παρέχον, αἴτιον τῆς ἀναβρώσεως γίνεται.
12. ὥσπερ δὲ τοῖς εἰρημένοις γνωρίσμασι σαφῶς διορίζεται
13. τῶν μελάνων, εἴτε χυμῶν ἐθέλεις λέγειν, εἴτε διαχωρημάτων,
14. εἴτ’ ἐδεσμάτων, ἡ μέλαινα χολὴ, οὕτω κᾀν τῷ
15. μήτε μυῖαν μήτ’ ἄλλο τι ζῶον ἐθέλειν αὐτῆς γεύσασθαι,
16. καθάπερ οὐδὲ τῆς κατακοροῦς ἅλμης. οὐδὲ γὰρ ἐν ἐκείνῃ
17. διαζῇ ζῶον, ὡς ἡ καλουμένη νεκρὰ θάλασσα τεκμήριον.
1. καὶ διὰ τοῦτ’ ἔοικεν ἡ γένεσις αὐτῆς ὀλέθριος ὑπάρχειν,
2. ὑπεροπτηθέντος τοῦ μέλανος χυμοῦ συμβαίνουσα. πολὺ
3. δὲ δήπου τῆσδε τὴν ἐκ τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης
4. γινομένην μέλαιναν ὀλεθριώτερον εἶναι νομιστέον, ὅσῳ
5. περ καὶ ὁ χυμὸς τοῦ χυμοῦ δραστικώτερος, ἡ ξανθὴ χολὴ
6. τῆς οἷον ὑποστάθμης τοῦ αἵματος, ἣν ἀμόργῃ καὶ τρυγὶ
7. παραπλησίαν ἔφασαν ἔχειν τὴν γένεσιν οἱ περὶ τὰ τῆς
8. τέχνης ἔργα σπουδάσαντες. ἀλλ’ ὥσπερ ἐπ’ ἄλλων πολλῶν
9. πραγμάτων, ὁμωνύμων μὲν ἀλλήλοις, ἐναντίας δὲ φύσεως
10. ὄντων, ἡ τῆς προσηγορίας κοινότης ἔσφηλέ τινας, οὕτω
11. κᾀπὶ τῶν εἰρημένων δυοῖν χυμῶν ἔνιοι σφαλέντες ᾠήθησαν
12. ἐπ’ ἀγαθῷ πολλάκις ἐμεῖσθαί τι καὶ διαχωρεῖσθαι μελαίνης
13. χολῆς. ἐγὼ δ’ ἐκ μειρακίου παρὰ Πέλοπι τῷ διδασκάλῳ
14. μαθὼν ἑκατέρου τῶν χυμῶν τὰ γνωρίσματα, κᾄπειτα
15. παραφυλάξας αὐτὰ δι’ ὅλου τοῦ ἐμοῦ βίου
16. μέχρι δεῦρο, τὸν μὲν τῆς ἀκριβοῦς μελαίνης χολῆς χυμὸν
17. ὀλεθρίως ἐκκρινόμενον ἐθεασάμην ἀεὶ, τὴν δὲ τῶν μελάνων
1. κένωσιν οὐκ ὀλιγάκις ἐπ’ ἀγαθῷ γενομένην. ἀρκεῖ μὲν
2. οὖν καὶ τοῦτο γινώσκεσθαι μόνον εἰς τὰ τῆς τέχνης ἔργα,
3. καὶ μάλιστα ἐάν γε μετὰ διορισμοῦ τῶν καιρῶν, ἐν οἷς ἐκκρίνεται,
4. μάθῃ τις τὸν λόγον, ὃν ἐν τοῖς ἑξῆς ἐγὼ διηγήσομαι.
5. τῷ δὲ μήπω διὰ μακρᾶς πείρας ἐγνωκότι τὸ γινόμενον
6. ἐφ’ ἑκατέρᾳ τῇ κενώσει, θαυμάζειν ἴσως ἢ ἀπιστεῖν
7. εἰκός ἐστιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται
8. τὸ σῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι δόξει, τῶν
9. βλαπτόντον ἐκκενουμένων, ὑγιεινότατον αὐτὸ γίνεσθαι. κατὰ
10. τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωσις. ἀλλ’
11. ὁ διὰ μακρᾶς πείρας πεισθεὶς, ὅτι, ὡς ἄρτι μοι λέλεκται,
12. γίνεται, ῥᾳδίως εὑρήσει τὴν αἰτίαν τοῦ συμβαίνοντος, καὶ
13. μάλισθ’ ὅταν ἐθελήσῃ τὰ γεννῶντα τὴν μέλαιναν χολὴν
14. εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆς εὑρέσεως εἴρηται, βέλτιον
15. δὲ καὶ τὸ σύμπαν τοῦ λόγου προσθεῖναι. τοῦ γὰρ ἐκ τῆς
16. κοιλίας τε καὶ τῶν ἐντέρων εἰς ἧπαρ ἀναδιδομένου χυλοῦ
1. τὸ μέν τι λεπτομερέστερόν ἐστι τῇ συστάσει, τὸ δὲ παχυμερέστερον,
2. ὥσπερ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ οὐσίαι διαφέρουσι.
3. γινωσκόντων δ’ ἡμῶν, ἅπαντα τὴν διοικοῦσαν τὸ
4. σῶμα φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πράττειν, ὁρώντων τε
5. καὶ τοὺς ἐκκριτικοὺς πόρους τῶν ἀχρηστοτέρων μορίων τῆς
6. τροφῆς τε καὶ τοῦ ποτοῦ, θαυμαστὸν οὐδὲν εἶναι δοκεῖ,
7. καὶ τῆς ὑποστάθμης τοῦ αἵματος ἐπιτεχνήσασθαί τινα κένωσιν
8. αὐτὴν, ἥτις ὁποία μέν ἐστι καὶ διὰ τίνων γίνεται
9. μορίων, αὖθις ἐπισκεψόμεθα.
⟨
(De atra bile) [n° 031 Fichtner] [GalLat]
De atra bile
Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).
De atra bile, 3, ed. Kühn, 1823, vol. 5, p. 110-114. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩