Galenus. De atra bile (De atra bile) [n° 031 Fichtner] [GalLat]

Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).

De atra bile, 4, ed. Kühn, 1823, vol. 5, p. 114-119. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:4

10. Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆς πείρας ἔγνωμεν,
11. ἀρχὴν ποιησάμενοι τῆς διὰ τοῦ λόγου γενησομένης
12. σκέψεως, ὅσα πεπείσμεθα χρόνῳ πολλῷ βασανίσαντες, ευρηκέναι
13. ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰς φλεβοτομίας
14. αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖς τῶν ξηρῶν
15. καὶ θερμῶν σωμάτων φύσεσι, ὥσπερ γε καὶ κατὰ τὰς τοιαύτας
16. ὥρας, καὶ χώρας, καὶ καταστάσεις, ἐπιτηδεύματά τε
17. καὶ δίαιταν ἐν ἐδέσμασι παχυχύμοις τε καὶ αὐχμώδεσιν,
1. ὁποῖόν ἐστι φακὴ, καὶ κοχλίαι, καὶ κρέα ταύρεια καὶ τράγεια,
2. καὶ μᾶλλον εἰ ταριχευθείη. τῆς τοιαύτης ὕλης ἐστὶ
3. καὶ μέλας οἶνος παχύς τε καὶ αὐστηρός. οὕτω δὲ καὶ τῶν
4. νοσημάτων ὅσα κατὰ θερμὴν καὶ ξηρὰν δυσκρασίαν γίνεται,
5. καθάπερ οἱ καῦσοι, παχὺ καὶ μέλαν ἀποφαίνουσι τὸ
6. αἷμα. τοιοῦτον δ’ αὐτοῖς καὶ ὁ μακρὸς οὗτος λοιμὸς,
7. ὁ ἐπὶ τοῦ μακροῦ θέρους γενόμενος, εἰργάζετο, καὶ
8. τῶν γε διασωθέντων οὐκ ὀλίγοις ἔκκρισις διὰ τῆς κάτω
9. γαστρὸς ἐγίγνετο τῶν καλουμένων μελάνων ἐπὶ τῆς ἐννάτης
10. ἡμέρας τοὐπίπαν, ἢ ἑβδόμης, ἢ ἑνδεκάτης. ὧν καὶ αὐτῶν
11. ἐφαίνοντο διαφοραὶ πλείους, ἐνίων μὲν ἐγγυτάτω τῆς μελαίνης
12. ἡκόντων, ἐνίων δ’ οὔτε δῆξιν ἐν ταῖς διαχωρήσεσιν
13. ἐχόντων, οὔτε ὀσμὴν δυσώδη, πολλῶν δ’ ἐν τῷ μεταξὺ
14. τούτων καθεστηκότων. ὅσοις δὲ τῶν νοσούντων ἡ διὰ τῆς
15. κάτω γαστρὸς ἔκκρισις οὐκ ἐγένετο τοιαύτη, τὸ σῶμα πᾶν
16. περιεξήνθησε μέλασιν ἐξανθήμασιν ὁμοίοις. ἐνίοτε δὲ
17. καὶ οἷον λεπὶς ἀπέπιπτε, ξηραινομένων τε καὶ διαφορουμένων
1. αὐτῶν, κατὰ βραχὺ δὲ ἐπὶ πλείοσιν ἡμέραις μετὰ τὴν
2. κρίσιν. ὅσοι δὲ διεχώρησαν ἀκριβῆ τὴν μέλαιναν, ἀπέθανον
3. ἅπαντες· ἐνδείκνυται γὰρ ἡ τοιαύτη κατωπτῆσθαι τὸ αἷμα.
4. φαίνεται δὲ καὶ ἄλλα χωρὶς τοῦ πυρέξαι πολλοῖς ἐξανθήματα
5. γινόμενα κατὰ τὸ δέρμα, παχυνόμενόν τε καὶ ξηραινόμενον
6. τὸ πλεονάζον τοῦ μελαγχολικοῦ χυμοῦ τῆς φύσεως
7. ὠθούσης αὐτοῦ ἐκτός· ἐξ οὗ γένους ἐστὶ καὶ ὁ καλούμενος
8. ἐλέφας. ὅταν δ’ ἅμα πυρετῷ γένηταί τι τοιοῦτο, τὸν ὀνομαζόμενον
9. ἄνθρακα γεννᾷ τὸ κατασκῆψαν εἰς τὸ δέρμα
10. τοῦ μελαγχολικοῦ χυμοῦ. χωρὶς δὲ πυρετοῦ κατασκῆπτον,
11. ὅταν μὲν αἵματι μεμιγμένον ᾖ, τὸν ἐλέφαντα γεννᾷν πέφυκεν,
12. ὅταν δὲ μόνον, ἐν ἀρχῇ μὲν ὄγκον ἐργάζεται μέλανα,
13. τῷ χρόνῳ δ’ εἰς τὸν καλούμενον καρκῖνον τελευτᾷ, ἐπειδὰν
14. μὲν δριμύτερον καὶ κακοηθέστερον ᾖ, διαβιβρωσκομένου τοῦ
15. δέρματος, ὅταν δ’ ἐπιεικέστερον, ἕλκους χωρὶς ἐργάζεται
16. τὸν ὀνομαζόμενον κρυπτὸν καρκῖνον. ἐναργῶς γὰρ ἅπαντα
1. τὰ τοιαῦτα πάθη καὶ μάλισθ’ ὁ καρκῖνος ὑπὸ μελαγχολικοῦ
2. γίνεται χυμοῦ, σαφῶς φαινομένων τῶν εἰς τὸ πεπονθὸς
3. μόριον ἡκουσῶν φλεβῶν παχὺν καὶ μέλανα περιεχουσῶν χυμόν.
4. ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸς ἡ φύσις
5. πειρᾶται, διακρίνουσά τε τὸν μοχθηρὸν ἐξ αὐτοῦ κᾀκ τῶν
6. κυρίων μορίων ὠθοῦσα, ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ
7. τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ’ ὅσα
8. μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστὶ, διεξέρχεται
9. τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον τῇ αἰσθήσει διαπνοὴν,
10. ἔνια δ’ αἰσθητικῶς, καθάπερ οἱ ἱδρῶτες, ὅσα δὲ
11. παχύτερα, διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ
12. δέρματος, ἐγκαταλαμβανόμενα δὲ, τὰ μὲν θερμὰ τοὺς ἄνθρακας
13. ἐργάζεται, τὰ δὲ μὴ τοιαῦτα τοὺς καρκίνους. ὅταν
14. δ’ ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας εἴη χυμὸς αἵματί
15. τε συμμιγεὶς, τοὺς ὑπερύθρους ἐλέφαντας ἐργάζεται· χρονίζοντες
16. δὲ καὶ οὗτοι γίνονται μελάντεροι. πολλάκις δ’ ἡ
17. φύσις ἀναστομώσασα φλέβα τῶν κατὰ τὴν ἕδραν ἀγγείων
1. ἐξέκρινε τὸν τοιοῦτον χυμὸν αἵματι μεμιγμένον, ἀφ’ οὗ δὴ
2. καὶ τοὔνομα τῷ συμπτώματι τίθενται τὴν αἱμοῤῥοΐδα. καὶ
3. χρὴ καταμανθάνειν ἀπ’ αὐτῆς, ὁποῖόν ἐστι τὸ ἐκκρινόμενον
4. αἷμα, πότερον οἷον ἔχουσιν οἵ τε γυμναστικοὶ καὶ οἱ ἀθληταὶ,
5. καὶ τῶν ἰδιωτῶν οἱ τελέως ὑγιεινοὶ καὶ εὔχυμοι,
6. ἢ μελάντερόν τε καὶ παχύτερον τοῦδε. καὶ μέντοι καὶ
7. ἡ φύσις ἀποτίθεται τὸ τοιοῦτο αἷμα πολλάκις εἰς τὰς κατὰ τὰ
8. σκέλη φλέβας, ὑφ’ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώδεις
9. ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ τὸ δέρμα
10. τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφ’ ὧν δ’ αἵματος πλῆθος
11. μόνον εἰσρέοι ἄνευ τοῦ μελαγχολικὸν ὑπάρχειν, ἀσθενεστέρας
12. οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον,
13. οὐδενὸς τοιούτου συμβαίνοντος, ὡς ἐφ’ ὧν γε
14. ἂν τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται. κίνδυνος
15. γὰρ ἐπὶ τούτων ἐστὶν, ἐὰν ἐκτέμνῃ τις τὰς πεπονθυίας
16. φλέβας, ἁλῶναι μελαγχολίᾳ. καὶ τοῦτο πολλάκις ἑωρᾶτο
17. γινόμενον, οὐ μόνον κατὰ τοὺς κιρσοὺς, ἀλλὰ καὶ κατὰ τὰς 
1. ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμοῤῥοΐδας. ἕλκος δέ
2. τις ἔχων ἐν κνήμῃ χρόνου πολλοῦ τὴν ὑπερκειμένην φλέβα
3. κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς, αὐτίκα μὲν ἐθεραπεύθη τὸ
4. ἀρχαῖον ἕλκος, ὃ δὲ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς
5. φλεβὸς, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷς
6. τῶν ἐν Περγάμῳ διδασκάλων ἡμῶν Στρατόνικος τοὔνομα,
7. μαθητὴς Σαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι
8. ἀνθρώπου, καὶ θεασάμενος αἷμα παχὺ καὶ μέλαν ἐκκρινόμενον,
9. ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, εἶτα κατὰ τὴν
10. τρίτην τε καὶ τετάρτην ὁμοίως ὀλίγον, καθήρας τε μετὰ
11. ταύτας τὰς τρεῖς φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι, καὶ
12. τὴν δίαιταν αὐτῷ εὔχυμον παρασκευάσας, ἐπὶ τὴν θεραπείαν
13. τοῦ ἕλκους ἐτράπετο.

Cliquer un n° de page pour en afficher l’image