14. Ὅτι μὲν οὖν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις
15. οἱ χυμοὶ περιέχονται πάντες, ἐνδείκνυται ἡ μὲν
16. ποικιλία τῆς χρόας τε καὶ συστάσεως αὐτοῦ, δηλοῖ δὲ καὶ
17. τὰ νῦν εἰρημένα, καὶ πρὸς τούτοις ὅσα κατὰ τὸ περὶ φύσιος
1. ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον
2. μὲν ἐν τῷ περὶ τῶν κατ’ αὐτὸν στοιχείων διῆλθον, ἀναγκαῖον
3. δ’ ἐστὶ καὶ νῦν εἰπεῖν, ἀρξάμενον ἀπὸ τῆς ῥήσεως
4. αὐτοῦ τῆσδε. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ
5. αἷμα καὶ τὸ φλέγμα καὶ χολὴν διττὴν, ξανθήν τε καὶ μέλαιναν.
6. καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ
7. διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν, οὖν μάλιστα,
8. ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ
9. δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστ’ ἂν μεμιγμένα ᾖ.
10. ἀλγέει δ’, ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ἤδη χωρισθῇ
11. ἐν τῷ σώματι, καὶ μεμιγμένον ᾖ τοῖσιν πᾶσιν. ἀνάγκη γὰρ,
12. ὅταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωϋτοῦ στῇ, οὐ μόνον
13. τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίγνεσθαι, ἀλλὰ
14. καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερπιμπλάμενον, ὀδύνην
15. τε καὶ πόνον παρέχει. καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ
1. σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει
2. ἡ κένωσις· ἤν τ’ αὖ πάλιν εἴσω ποιήσηται τὴν κένωσιν καὶ
3. τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ
4. αὐτὸ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα,
5. ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. οὐκοῦν, ὅτι μὲν
6. ὑγιαίνει τὸ ζῶον, ὅταν ἔχῃ ταῦτα συμμέτρως τῆς πρὸς ἄλληλα
7. κράσεως, νοσεῖ δὲ, ὅταν ἤτοι καθ’ ὅλον τὸ σῶμα,
8. τοῦτ’ ἔστιν ἐν ἅπασι τοῖς ἀγγείοις, πλεονεξία τις ἐξ αὐτῶν
9. ᾖ, ἢ καθ’ ἕν τι γένηται μόριον, ὁ τοῖς ἔργοις τῆς
10. τέχνης ὡμιληκὼς ἀληθεύειν φήσει τὸν Ἱπποκράτην. τὰ μὲν
11. γὰρ ἐν ἑνὶ μέρει νοσήματα διὰ τὸν μελαγχολικὸν χυμὸν
12. γινόμενα ὀλίγον ἔμπροσθεν διελθὼν ἐδήλωσα, ὅτι καὶ διὰ
13. καιρῶν ἄρσιν ἢ αἱμοῤῥοΐδος ἐμελαγχόλησαν ἕτεροι.
14. καὶ κατὰ τὰ μὴ φαινόμενα δὲ μόρια κατὰ τὸ βάθος τοῦ
15. σώματος εὔλογον ὅμοια πάθη γίνεσθαι τοῖς κατὰ τὸ δέρμα
16. συνισταμένοις. οὐ γὰρ δήπου χολῆς μὲν ξανθῆς εἰς ἕν τι
17. μόριον κατασκηψάσης ἐρυσίπελας γενήσεται, μελαίνης δὲ,
18. ἄνθραξ τε καὶ καρκῖνος, οὐ δήπου δὲ τὰ κατὰ βάθος
1. τοῦ σώματος ἀδάμαντος ἔχει κατασκευὴν, ἀλλὰ κἀκεῖνά γε
2. τοῖς αὐτοῖς ὑπόκειται πάθεσιν. ἐφ’ ὧν γοῦν οἷόν τέ ἐστι
3. βεβαίως διαγνῶναι τὴν ἐργασαμένην αἰτίαν, ἐναργῶς ἐπὶ
4. τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώσκουσαι
5. τῶν ἐντέρων ἄλλοτ’ ἄλλο, καθ’ ὅ τί περ ἂν μάλιστα
6. στηριχθῶσι, καί ποτε τελέως ἀνίατον ἐργαζόμεναι
7. τὴν δυσεντερίαν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν Ἀφορισμοῖς
8. ἔγραψε· Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.
9. ἐγὼ δὲ πρόσθεν εἶπον, ἀνίατα πάντ’ εἶναι τὰ διὰ
10. μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τις ἴασιν ἐθέλει καλεῖν,
11. ὅταν ἐκκόψῃ τὸ πεπονθὸς μόριον ὅλον ἐν κύκλῳ περιταμὼν
12. ἄχρι. τῶν ἀπαθῶν. ὥσπερ οὖν ἔντερον ἀβοηθήτως μὲν
13. ὑπὸ μελαίνης χολῆς ἑλκοῦται, δυσβοηθήτως δὲ ὑπὸ τῆς
14. ξανθῆς χολῆς, δῆλον ὅτι καὶ τῶν ἄλλων μορίων ἕκαστον,
15. ὅσα κατακέκρυπται μὲν ἐν τῷ βάθει, κυριώτερα δὲ μακρῷ
16. τῶν ἐντέρων ἐστὶ, πρὸς τῷ καὶ τὴν θεραπείαν ἐπὶ μὲν τῶν
17. ἐντέρων εὐκολωτέραν εἶναι, τῶν ἐνιεμένων διὰ τῆς ἕδρας
1. φαρμάκων αὐτοῖς τοῖς πεπονθόσι προσπιπτόντων εὐθέως,
2. ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου γενέσθαι ῥᾳδίως
3. δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆς τέχνης μέρος
4. ἀθεώρητον εἴασαν οἱ μηδὲν ἐπισκεψάμενοι περὶ μελαίνης
5. χολῆς, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆς ξανθῆς. ὅσοι
6. δὲ μὴ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ’
7. ἀριθμῆσαι δυνατὸν, ὁπόσα παρέλιπον τῆς τέχνης ἀναγκαιότατα
8. θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν
9. ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα
10. τε ἅμα καὶ οὐδὲ ταῦθ’ ἅπαντ’ ἀληθῆ. λέγει μὲν γὰρ οὕτω
11. περὶ αὐτῆς· Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν
12. ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μάρτυρες·
13. οἱ ἴκτεροι γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ
14. καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ
15. τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς
16. προσφερομένοις ἔξωθεν παραγίνεται, οὐδὲν χρήσιμον πρὸς
17. ἰατρικὴν ἐπεσκέφθαι. ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν
18. ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.
1. οἱ ἀντιλέγοντες δ’ αὐτῷ φασὶν, ὡς, εἴπερ αὐτὸς ὁμολογεῖ,
2. βλάβην ἐργάζεσθαι τὴν ξανθὴν χολὴν πλεονάσασαν, ἄμεινον
3. μὲν ἦν αὐτὴν μηδ’ ὅλως γεννᾶσθαι, τοῦτο δ’ εἴπερ ἀδύνατον,
4. ἀλλ’ ὡς ὀλιγίστην. καὶ μὴν οὔτε γεννᾶσθαι δυνατόν
5. ἐστι κωλύειν ὁντιναοῦν, οὔτε, εἴπερ τοῦτό γε δυνατὸν, ἀλλὰ
6. προνοεῖσθαί γε τοῦ βραχυτάτην αὐτὴν γεννᾶσθαι χωρὶς τοῦ
7. τὴν αἰτίαν τῆς γενέσεως ἐπίστασθαι τοῦ πράγματος δυνατόν.
8. ἡ μὲν οὖν οὐσία τοῦ χυμοῦ τούτου κατὰ γε τὰ σιτία
9. καὶ τὰ ποτὰ περιέχεται. πάντως δὲ δήπου διαφορᾶς οὔσης
10. ἐν αὐτοῖς, τὰ μὲν πλέον αὐτῆς, τὰ δ’ ἔλαττον ἔχει, τὰ
11. δὲ ἴσως οὐδέν. εἰ δ’ ἐν τῷ σώματι γεννᾶται, κατὰ τίνα τε
12. μάλιστα μόρια γίνεται τοῦτο, καὶ τίνος αἰτίας ἐργαζομένης
13. αὐτὴν, ἀναγκαῖον ἐπίστασθαι τοὺς ἰατρούς. ἔζευκται δ’ ὁ
14. λόγος οὗτος τῷ κοινῷ λόγῳ περὶ γενέσεως χυμῶν, ὑπὲρ ὧν
15. οὐδ’ ὅλως Ἐρασίστρατος ἔγραψεν. ὥσθ’, ὅσον ἐστὶν ἐπ’
16. αὐτῷ, μήτε τῶν ἐδεσμάτων ἡμᾶς ἐπίστασθαι τίνα
17. μὲν εὔχυμά ἐστι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευμάτων,
1. ἔτι δὲ μᾶλλον μηδ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων.
2. καίτοι γ’ ἐνίους ὁρῶμεν, ὅπως ἂν διαιτῶνται,
3. πολὺν ἀθροίζοντας ἤτοι τὸν πικρόχολον, ἢ τὸν μελαγχολικὸν,
4. ἢ τὸν τοῦ φλέγματος χυμόν. ὅτι γὰρ καὶ αὐτὸς αἴτιος
5. γίνεται νοσημάτων οὐ σμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ.
6. ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς, ὑπὸ τοῦ χυμοῦ
7. τοιούτου γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος
8. αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς. ἀλλὰ τούς γε
9. γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους
10. γενέσθαι, γράψας οὕτως· Τὸ μὲν οὖν πάθος συμβαίνει,
11. παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύμονος
12. ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι’ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις
13. συντελοῦνται. καὶ μετ’ ὀλίγα, Ἡ δὲ παρέμπτωσις,
14. φησὶ, γίνεται τῆς τροφῆς, ἀφ’ ἧς τὰ νεῦρα τρέφεται· αὕτη
15. δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος. ὅτι δὲ καὶ
16. ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν
17. ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτ’ εἶπεν.
⟨
(De atra bile) [n° 031 Fichtner] [GalLat]
De atra bile
Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).
De atra bile, 5, ed. Kühn, 1823, vol. 5, p. 119-125. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩