Galenus. De atra bile (De atra bile) [n° 031 Fichtner] [GalLat]

Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).

De atra bile, 6, ed. Kühn, 1823, vol. 5, p. 126-130. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:6

1. Ἀλλ’ οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων
2. χυμῶν δύναμιν ἐξηγήσασθαι, περὶ μελαίνης χολῆς προθεμένῳ
3. γράφειν, ἣν Ἱπποκράτης φησὶν ἀναγκαίαν μὲν
4. ἔχειν τὴν γένεσιν, ὅπως δὲ μὴ γένηται πλείων, ἐδίδαξεν,
5. ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ἀρξάμενος. ἔν τε γὰρ
6. τοῖς ζώοις, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσίν
7. ἐστιν, ἐν τούτοις φαίνεται γεννᾶσθαι πλέον, ἔν τε ταῖς
8. θερμοτέραις ἅμα καὶ ξηροτέραις ὥραις τε καὶ χώραις καὶ
9. καταστάσεσιν, ἐπιτηδεύμασί τε τοῖς μετὰ κόπων, καὶ φροντίδων,
10. καὶ ἀγρυπνιῶν, ἐδεσμάτων τε τῶν παχυμερῶν
11. καὶ ξηροτάτων. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ σώματος
12. παντὸς μελάντερόν ἐστι τοῖς τὴν τοιαύτην πεφυκόσιν ἀθροίζειν
13. χολὴν, ἔν τε τοῖς καυσώδεσι νοσήμασιν, ὅσα χωρὶς
14. ὑγρότητος ἔχει τὴν γένεσιν, ἐφ’ ὧν καὶ εἰ αἱμοῤῥαγήσει
15. ποτὲ, ἢ στάξει, μέλαν ῥεῖ. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα
16. τὰς αἰτίας, ὑφ’ ὧν ὁ μελαγχολικὸς γεννᾶται χυμὸς, ἐνδείκνυται.
17. περὶ δὲ τῆς καθάρσεως αὐτῶν ταυτὶ τὰ φαινόμενα
18. τὴν ὁδὸν τῆς εὑρέσεως ὑπαγορεύει. κακοπραγῶν ἐν χρόνῳ
1. πλείονι σπλὴν, εἴτε διὰ φλεγμονὴν, εἴτε διὰ σκίῤῥον, εἴτε
2. δι’ ἀτονίαν, ἀχροίας ἐργάζεται κατὰ πᾶν τὸ σῶμα, πρὸς τὸ
3. μελάντερον ἐκτρεπόμενον. ἀλλὰ καὶ αὐτὸς ἀεὶ μελάντερός
4. ἐστι τοῦ ἥπατος, καὶ μάλιστα τῶν τῆς θερμῆς καὶ ξηρᾶς
5. κράσεως ζώων, ὁποῖα τὰ καρχαρόδοντα πάντα ἐστὶν, ὥσπερ
6. γε πάλιν, ὁπόσα κράσεως ψυχροτέρας καὶ ὑγροτέρας ἢ
7. κατ’ ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕες, οὐ πάνυ μέλας
8. ὁ σπλὴν αὐτοῖς ἐστι. τοῖς δὲ βουσὶ, καὶ κατὰ φύσιν
9. μὲν ἔχουσι, μελάντερος ὁ σπλήν ἐστιν, γηράσασι δὲ πολλαπλασίῳ
10. δή τινι μελάντερος γίνεται. ἀλλὰ καὶ ἡ γεῦσις
11. τοῦ σπλάχνου τούτου, καίτοι γε ἑψομένου, φαίνεται στρυφνὸν
12. ἔχουσά τι καὶ οὐδαμῶς ὅμοιον ἥπατι. διὰ τούτων
13. μὲν οὖν ὑπαχθέντες οἱ ἄριστοι τῶν παλαιῶν ἰατρῶν τε καὶ
14. φιλοσόφων ἀπεφήναντο, καθαίρεσθαι τὸ ἧπαρ ὑπὸ
15. τοῦ σπληνὸς, ἕλκοντος εἰς ἑαυτὸν ὅσον ἰλυῶδες ἐν αἵματι.
16. τοιοῦτο δὲ τοῦτό ἐστιν, ὡς ἔφην, ὁποῖον ἐν οἴνῳ
17. μὲν ἡ τρὺξ, ἐν ἐλαίῳ δ’ ἡ ἀμόργη. τοῖς δὲ νεωτέροις αἱρέσεις
18. προστήσασθαι προελομένοις, ὥσπερ ἄλλα λέλεκται
1. πολλὰ ψευδῶς, οὕτω καὶ τὸ μηδὲν δεῖσθαι τὸν ἰατρὸν εἰς
2. τὰ τῆς τέχνης ἔργα τῆς περὶ τοὺς χυμοὺς θεωρίας, καὶ
3. πρό γε πάντων ἔτι, τὰ καθαίροντα φάρμακα μάτην ὠνομάσθαι
4. καθαίροντα· κενωτικὰ γάρ ἐστιν ὁμοτίμως ἁπάντων
5. τῶν ἐν τῷ σώματι χυμῶν, οὐ μόνον τῶν δοκούντων
6. βλάπτειν. Ἱπποκράτης δὲ, ὡς ὁμολογουμένῳ τῷ καθαίρειν
7. αὐτὰ χρησάμενος, ἀποδείκνυσι ἐν ἅπαντι τῷ τῆς ζωῆς
8. χρόνῳ περιέχεσθαι κατὰ τὸ σῶμα τἀνθρώπου τοὺς τέτταρας
9. χυμούς· μήθ’ ἡλικίαν εἶναί τινα, μήθ’ ὥραν τοῦ
10. ἔτους, μήτε σώματος φύσιν, ἐν ᾗ μὴ πάντες εἰσίν. ἐκ
11. γὰρ τοῦ τὰ μὲν τῆς ξανθῆς χολῆς ἑλκτικὰ φάρμακα τοὺς
12. ἰκτερικοὺς ὀνινάναι, τὰ δ’ ὑδραγωγὰ καλούμενα τοὺς ἀσκίτας
13. ὑδέρους ἐκκενοῦν, κωλύειν δ’ αὐξάνεσθαι τοὺς ἐλέφαντάς
14. τε καὶ καρκίνους τὰ τῶν μελάνων ἑλκτικὰ, δῆλον
15. εἶναι τοῖς παλαιοῖς ἐφαίνετο, τὸν οἰκεῖον ἑαυτῷ χυμὸν
16. ἕκαστον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δ’ ἀληθὲς
17. ἦν, ἅπαντας ἕλκεσθαι τοὺς ἐν τοῖς ἀγγείοις περιεχομένους 
1. χυμοὺς, ἀλλοιουμένους ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου
2. δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινος τῶν
3. τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ’ οὖν τὸ
4. ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδέρων δίδομεν, ἐνὸν τοῦ αἵματος
5. ἐκκενῶσαι, τέμνοντας φλέβα; διὰ τί δὲ πλεῖστον ἐπὶ
6. τούτων ἐκκενοῦται τὸ ὑδατῶδες, ἐλάχιστον δὲ ὁ πικρόχολος
7. χυμὸς, ἔμπαλιν δ’ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολος χυμὸς
8. πλεῖστος, ἐλάχιστος δ’ ὁ ὑδατώδης; διὰ τί δὲ ὠφελοῦνται
9. μὲν ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν συμμέτρως
10. κενωθῶσιν, οὐδεὶς δὲ τῶν ὁμοτίμως εἶναι πεπεισμένων
11. τὰς διὰ τῶν καθαρτικῶν κενώσεις ταῖς φλεβοτομίαις ἐτόλμησεν
12. ἀφελεῖν αὐτοῖς τοῦ αἵματος; ἀλλ’ ἔνιοι μὲν καὶ διὰ
13. τῶν ὑδραγωγῶν φαρμάκων τὰς κενώσεις ποιοῦνται, πάντες
14. δὲ τοῖς οὐρητικοῖς χρῶνται. καίτοι κᾀπὶ τούτων ἐχρῆν τοὺς
15. φάσκοντας, ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν
16. οὔρων γένεσιν ἐργάζεσθαι, φλεβοτομεῖν τοὺς ὑδερικοὺς μᾶλλον,
1. ἢ διὰ τῶν οὐρητικῶν φαρμάκων θεραπεύειν. ἄμεινον γὰρ
2. ἅπαξ τὸ περιττὸν ἀποχεῖν τοῦ πολλάκις, ἐν πολλαῖς ἡμέραις,
3. κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δὲ οὖν μοι καὶ
4. πρὸς ταύτην τὴν δόξαν ἰδίᾳ καθ’ ἓν ὑπόμνημα, τὴν ἐπιγραφὴν
5. ἔχον Πρὸς τὴν καινὴν δόξαν περὶ τῆς τῶν οὔρων
6. διακρίσεως. εἶτ’ οὐχὶ καλῶς οἱ πολλοὶ τῶν ἀνθρώπων
7. ἑαυτοὺς ἐπιτρέπουσι τοῖς ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ
8. διαστροφῇ τὴν τέχνην μεταχειριζομένοις; ὅπερ γὰρ εἰώθασι
9. λέγειν ἔνιοι αὐτῶν, ἀληθέσταστόν ἐστιν, ὡς πολλῷ βέλτιον
10. αὐτοὶ γινώσκουσι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων
11. διαιτήματα τῶν σοφιστικῶς ληρούντων· οἵγε πρὸς
12. τοῖς ἄλλοις ἔτι καὶ κατατρίβουσιν ἡμῶν τὸν βίον, ἀναγινωσκόντων
13. μὲν πρῶτον, ἃ γεγράφασιν οἱ τῆς αἱρέσεως
14. αὐτῶν ἡγεμόνες, εἶτ’ ἀκουόντων, ἃ συναγορεύοντες αὐτοῖς
15. λέγουσιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ
16. σοφίσματα.

Cliquer un n° de page pour en afficher l’image