Galenus. De atra bile (De atra bile) [n° 031 Fichtner] [GalLat]

Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).

De atra bile, 7, ed. Kühn, 1823, vol. 5, p. 130-137. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:7

17. Ἱπποκράτης μὲν οὖν φαίνεται καλός
18. τε καὶ ἀγαθός τις ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίας ἢ φιλοδοξίας,
1. ἀλλ’ ἀληθείας ἐραστής. εἰ δὲ καὶ δόξης ἢ τιμῆς
2. αὐτὸν ἐπιθυμῆσαι φαίη τις, ἀλλὰ καὶ κτήσασθαί γε αὐτὴν
3. ῥᾷστον ἦν ἐκείνῳ τῷ ἀνδρὶ, οὐ βουληθέντι τούτῳ φιλονεικεῖν
4. ἐν λόγοις αἱρέσεσιν ἐνδόξοις ἑαυτοῦ πρεσβυτέραις·
5. οὐδεμία γὰρ ἦν ἱκανῶς ἔνδοξος. οἱ δὲ μετ’ αὐτὸν ἀπλήστως
6. ὀρεχθέντες ἀδίκου δόξης αἱρέσεις ἰδίας συνεστήσαντο
7. μοχθηρὰς, ἀντιλογίας πρὸς τοὺς ἑαυτῶν πρεσβυτέρους ποιησάμενοι.
8. καίτοι τινὲς ἐξ αὐτῶν ἤθους ἐπιεικοῦς οὐκ ἀμελῶς
9. ἔχοντες, ἐν οἷς καὶ τὸν Ἐρασίστρατον ἄν τις οἰηθείη.
10. ἀλλὰ καὶ τοῦτον ἡ πρὸς Ἱπποκράτην φιλονεικία μαχόμενα
11. γράφειν ἑαυτῷ κατηνάγκασε. πῶς γὰρ οὐκ ἄν τις μαχόμενα
12. φαίη, προνοητικῶς τοῦ ζώου τὴν φύσιν ἅπαντα διαπλάσασαν
13. τὰ μόρια μάτην ἐν αὐτοῖς ὅλον τὸ τοῦ σπληνὸς
14. σπλάγχνον πεποιηκέναι; πῶς δ’ οὐκ ἄν τις γνοίη, τινὰς τῶν
15. ὁμοδοξούντων αὐτῷ κατεγνωκότας φαίνεσθαι τῶν εἰρημένων
16. τἀνδρὶ περὶ σπληνὸς, καὶ διὰ τοῦτο τὸ σπλάχνον τοῦτο
17. φάσκοντας προπαρασκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν σιτίων
1. χυμὸν εἰς αἵματος χρηστοῦ γένεσιν, εἶθ’ οἷον ἄλλο τι μεσεντέριον
2. ποιοῦντας τῷ λόγῳ τὸ ἐπίπλοον, οὐ μὴν ἐννοοῦντάς
3. γε, ὡς ἐχρῆν τὰς φλέβας ἐξ ἁπάντων τῶν ἐντέρων
4. εἰς τοῦτο ἀναφέρειν τὸν τρόφιμον χυμὸν, οὐκ ἐκ μόνης τῆς
5. γαστρός; ὅτι δὲ φιλονεικῶν ὁ Ἐρασίστρατος, οὐ πεπεισμένος
6. ἄχρηστον ἰατροῖς εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν,
7. οὔτ’ ὲν ᾧ μέρει τοῦ ζώου γεννᾶται τὸ αἷμα διῆλθεν, οὔθ’
8. ὑπὸ τίνος αἰτίας, οὔτε κατὰ τίνα τρόπον, ἐναργὲς τεκμήριόν
9. ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως
10. τὸν μελαγχολικὸν χυμὸν γινομένων παθῶν μνημονεῦσαι, καίτοι
11. μὴ μόνον τῶν πρὸ αὐτοῦ φιλοσόφων τε καὶ ἰατρῶν,
12. ἀλλὰ καὶ πάντων ἀνθρώπων ὀνομαζόντων τι πάθος μελαγχολικὸν,
13. ἐπιχειρούντων τε τῇ θεραπείᾳ δι’ ἐλλεβόρου τοῦ
14. λευκοῦ καθάρσεως. οὐδεὶς γὰρ οὕτως ἀπαίδευτός ἐστι τῶν
15. ἐν Ἕλλησι τεθραμμένων, ὡς μήτ’ ἀνεγνωκέναι μήτ’ ἀκηκοέναι
16. τὰς Προίτου θυγατέρας μανείσας ὑπὸ Μελάμποδος
17. ἰαθῆναι καθαρθείσας οὕτως. ὥστε οὐ πρὸ διακοσίων
1. ἐτῶν ἢ τριακοσίων, ἀλλὰ πολὺ πλεόνων, ἐνδόξου τῆς καθάρσεως
2. ταύτης οὔσης, καὶ πάντων τῶν ἐν τῷ μεταξὺ
3. χρόνῳ κεχρημένων τῷ φαρμάκῳ. βέλτιον οὖν ἦν παρὰ ὁμόσε
4. χωρήσαντας τὸν Ἐρασίστρατον ἐπιδεῖξαι σφαλερῶς
5. φιλονεικοῦντα, μήτε μελαγχολίαν, μήτ’ ἄλλως μηδεμίαν μανίαν
6. ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ γε μηδὲ καρκῖνον,
7. μηδὲ ἐλέφαντα, μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι
8. παρακοπὰς, μηδὲ κιρσοὺς, μηδ’ αἱμοῤῥοΐδας, μηδ’ ὅτι
9. πολλοὶ κατὰ τὰς ἀναιρέσεις αὐτῶν ἐμελαγχόλησαν. ἀλλ’
10. οὐκ ἐτόλμησεν οὐδὲν τοιοῦτο εἰπεῖν, αἰδούμενος, οἶμαι,
11. καταγνωσθῆναι πρὸς τῶν ὁμιλούντων ἐπιμελῶς τοῖς ἔργοις
12. τῆς τέχνης, ἐν οἷς τὰς ἐπιδείξεις οἱ παλαιοὶ τῶν ἰατρῶν,
13. οὐκ ἐν λόγοις σοφιστικοῖς, ἐποιοῦντο. φρασάτω τις οὖν μοι
14. τῶν ἀπ’ αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν σπλῆνα μέλανα φαίνεσθαι
15. τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει ζώοις, ὡς μηδὲ
16. βρωθῆναι δύνασθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ
17. καὶ μὴ παραπλήσιος ἥπατι κατὰ τὴν ἐδωδὴν, ἀλλ’ οὐκ 
1. ἄβρωτός ἐστιν· ἐπὶ δέ γε λεόντων καὶ λεαινῶν, καὶ παρδάλεών
2. τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύκων οἱ τὰς
3. σάρκας αὐτῶν ἡδέως ἐσθίοντες ἀφίστανται τοῦ σπληνὸς
4. ὡς ἀβρώτου. καίτοι γ’, εἰ πρῶτος ἀπολαύει τῶν ἐσθιομένων
5. τε καὶ πινομένων, ἐχρῆν αὐτὸν μάλιστα μὲν, εἰ οἷόν
6. τε, καὶ αὐτοῦ τοῦ ἥπατος ἐπιτηδειότερον εἰς ἐδωδὴν ὑπάρχειν,
7. εἰ δὲ μὴ, ἀλλὰ μὴ χείρω γε πάντως. εἰρηκότος οὖν
8. αὐτοῦ τοῦ Ἐρασιστράτου, τοὺς περὶ τῶν τοιούτων λογισμοὺς
9. ἀλλήλοις δεῖν ὁμολογεῖν πάντως, οὐκ οἶδ’ ὅπως ὑπομένουσί
10. τινες ἀποδέχεσθαι λόγους ὑπὸ τῶν φαινομένων ἐλεγχομένους,
11. οὓς οὐδὲ οἱ πατέρες αὐτῶν αὐτοὶ διαπαντὸς ἐδυνήθησαν
12. φυλάξαι. σιωπῶν γοῦν Ἐρασίστρατος περὶ τῆς οὐσίας τοῦ
13. τρέφοντος χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάσθη διὰ
14. τὸ χρήσιμον εἰς τὴν τῶν παραλελυμένων ἴασιν, γλίσχρον
15. εἶναι λέγων καὶ ὅλκιμον καὶ δυσέκκριτον τὴν τροφὴν,
16. ὑφ’ ἧς τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ
17. ἄλλοθεν ποθὲν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα
18. συνελογίσατο. καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν
1. διάλυσιν εἰς τὸν τοιοῦτον ἔχει χυμὸν, ἔν τε τῷ κατὰ φύσιν
2. ἔχειν ἄναιμα τελέως εἰσίν. ἀλλ’ εἰ μὴ συγχωρηθείη
3. τῶν μορίων ἕκαστον οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεσθαι
4. χυμῷ, τὸ πιστὸν οἰχήσεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖος
5. ἕκαστον τῶν μορίων τρέφει χυμὸς, οὐκ ἐνδέχεται τὸν τῶν
6. καρχαροδόντων ζώων σπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν.
7. εἴπερ οὖν ἐπὶ τούτων μάλιστα φαίνεται σαφὴς ἡ ἰδέα τοῦ
8. σπληνὸς, ὡς ἂν τὴν στρυφνὴν καὶ ὀξεῖαν ἐναργῶς ἔχοντος
9. ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὴν χυμὸς τοιοῦτός
10. ἐστιν. οὐκ οὖν ἂν ἠμέλησεν ὁ δημιουργὸς τῶν τοιούτων
11. ζώων ἐκκαθαίρειν τοῦ αἵματος ὅσον ἰλύς τις αὐτοῦ καὶ
12. τρύξ ἐστι, καθάπερ οὐδὲ τὸ πικρόχολον καὶ ὀῤῥῶδες περίττωμα.
13. εἴπερ οὖν φαίνονται κατὰ τὸ σῶμα πάντες οἱ χυμοὶ
14. περιεχόμενοι, τοῦτο γὰρ Ἱπποκράτης ἀπέδειξεν, ἐκ τοῦ
15. πάντας ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν, ἑλκομένους ὑπὸ τῶν
16. οἰκείων ἑκάστου φαρμάκων, οὐκ ἂν ἠμέλησεν ἡ διαπλάττουσα
17. τὰ ζῶα τέχνη ποιῆσαί τι τοῦ μελαγχολικοῦ περιττώματος
1. ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδ’ ἄλλο τι δυνατὸν
2. ἐπινοῆσαι τοιαύτης ὑγρότητος οἰκεῖον μόριον ὑπερβάντα
3. τὸν σπλῆνα. ἆρ’ οὖν ἔτι ζητήσεις, διὰ τίνος ἀγγείου τὸ
4. παχὺ τοῦ αἵματος φέρεται πρὸς αὐτὸν, ἀπιστήσεις δὲ, διὰ
5. μιᾶς φλεβὸς οὐ σπλῆνα μόνον ἕλκειν, ἀλλὰ καὶ τὴν γαστέρα
6. τὸν οἰκεῖον χυμὸν ἐν ταῖς μακροτέραις ἀσιτίαις; εἰ
7. μεμνημένος ὧν ἀπεδείξαμεν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων
8. ὑπομνήμασιν εἴης, οὔτε τούτων ζητήσεις οὐδὲν, οὔτε πῶς
9. διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίας εἰς ὅλον τὸ ζῶον ἡ τροφὴ
10. φέρεται, καταφέρεται δὲ πάλιν ἐπ’ αὐτὴν διὰ τῶν αὐτῶν.
11. ἔν τε γὰρ ταῖς ὑπὸ τῶν φαρμάκων καθάρσεσι, κᾀπειδὰν ἡ
12. φύσις ἐκκαθαρῇ τὸ κατὰ τὰς ἐν ταῖς νόσοις κρίσεις, ὥσπερ
13. γε κᾀπὶ τῶν ὑγιαινόντων πολλάκις, αὐτό τε τὸ χρηστότατον
14. αἷμα φέρεται πρὸς τὴν γαστέρα, θρέψον αὐτὴν ἐν ταῖς
15. μακροτέραις ἀσιτίαις, ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν
16. ἐξ ὅλου τοῦ σώματος ἀθρόως ἐνίοτε πολλὰ τῶν περιττωμάτων.
17. ἀποδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς τῶν
1. φυσικῶν δυνάμεων ὑπομνήμασι. καὶ χρὴ τὸν ἀντιλέγοντα
2. μὴ πρὸς τὰ συμπεράσματα τῶν ἀποδείξεων ἐρωτᾷν λόγους,
3. οὓς ἐν ἐκείνοις τοῖς γράμμασιν ἐξηλέγξαμεν, ἀλλὰ
4. τὰς ἡμετέρας ἀποδείξεις ἀποδεικνύναι ψευδεῖς, ἢ, εἰ
5. μηδὲν τούτων πράξειε, σιωπᾷν αἰδούμενον, ὥσπερ Ἐρασίστρατος
6. ἐποίησεν.

Cliquer un n° de page pour en afficher l’image