7. Οὐδὲν μὲν οὐδαμόθι περὶ τῆς τῶν χυμῶν
8. γενέσεως καὶ δυνάμεως εἰπὼν, ἔνθα δὲ ἐπεχείρησε θεραπείαν
9. γράψαι παραλύσεως, ἀναγκασθεὶς ἐμνημόνευσε τοῦ
10. τρέφοντος τὰ νεῦρα χυμοῦ, καθάπερ γε κᾀν τῷ δευτέρῳ
11. περὶ πυρετῶν ἐμαρτύρησε τοῖς παλαιοῖς, οὐ κένωσιν ἁπλῶς
12. ὀνομάσας τὴν διὰ τῶν καταμηνίων ἔκκρισιν, ἀλλὰ κάθαρσιν,
13. ὥσπερ γε καὶ τὴν διὰ τῶν καθαιρόντων γινομένην
14. φαρμάκων. οὕτω γάρ τοι καὶ τὴν λοχείαν κάθαρσιν ὠνόμασαν
15. οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐχ ἁπλῶς κένωσιν. ἐν γὰρ
16. τῇ κυήσει τὸ χρηστότατον ἑλκούσης αἷμα τῆς διαπλαττούσης
17. καὶ αὐξανούσης τὸ κύημα φύσεως, ὑπολείπεται τὸ
1. μοχθηρότατον ἐν ταῖς φλεψὶν, ὃ μετὰ τὴν ἀποκύησιν ἀποκρίνεται,
2. καθάπερ ἐν ἑκάστῳ μηνὶ τὸ περιττόν τε καὶ
3. ἄχρηστον, οὐ κατὰ τὸ ποσὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ
4. ποιόν· ὅπερ ὡς τὸ πολὺ μελάντερόν ἐστι τοῦ κατὰ φύσιν
5. ἔχοντος αἵματος. οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν
6. ἐν τῷ δευτέρῳ περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· Καλῶς
7. οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ’
8. ἰατρικὴν γυμνάζεσθαι, καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων
9. περὶ τὸ πάθος ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπισκοπεῖσθαί
10. τε καὶ πραγματεύεσθαι, κατὰ τίνα διάθεσιν ἕκαστον
11. αὐτῶν γίνεται. συμβέβηκε γάρ ποτε, γυναίου ἐν πυρετοῖς
12. ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων
13. οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς
14. σημείοις ἀναγράφεται. ζητουμένης τε τῆς ἐκκρίσεως, κατὰ
15. τίνα διάθεσιν γεγένηται, ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν
16. αἱ ἡμέραι τῆς καθάρσεως, οὐ γινομένης δὲ ταύτης
17. τῆς ἐκκρίσεως, ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνειλημμένα.
1. καὶ διὰ τὴν τούτου ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν
2. τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ
3. ἐπὶ τοῦ φαινομένου συνέβαινεν. οὐκοῦν, ὅτι τὰ μέλανα
4. πολλάκις οὐρεῖται, τῆς ἐμμήνου καθάρσεως μὴ γενομένης,
5. ὅτι τε κουφίζεσθαι μᾶλλον ὑπ’ αὐτῶν ἢ παροξύνεσθαι συμβαίνει
6. τὰς οὕτω νοσούσας γυναῖκας, ὅτι τε κάθαρσίς ἐστιν ἡ
7. διὰ τῆς μήτρας κένωσις, ἐδήλωσεν ὁ Ἐρασίστρατος, εἰς
8. διάγνωσίν τε τῆς παρούσης διαθέσεως, εἰς πρόγνωσίν τε
9. τῶν ἐσομένων χρήσιμον εἶναι τὸν λόγον, ὃν διῆλθεν, ὀρθῶς
10. διηγούμενος. ἐπὶ πάντων οὖν τῶν εἰρημένων μαρτυρεῖται,
11. τὸν μελαγχολικὸν χυμὸν ἐν ἀνθρωπίνῳ σώματι γεννᾶσθαι,
12. καθάπερ γε καὶ τὸν πικρόχολον καὶ τὸ φλέγμα.
13. δέδεικται δὲ ἡμῖν ὁ τοῦ φλέγματος χυμὸς ἐκ τῶν φλεγματικῶν
14. ἐδεσμάτων κατὰ τὴν πρώτην ἐν τῇ γαστρὶ πέψιν
15. γινόμενος, ὥσπερ ὁ πικρόχολός τε καὶ ὁ μελαγχολικὸς ἐν
16. ἥπατι, μεταβάλλων τε καὶ κατὰ τὴν ἐν τούτῳ πέψιν ὁ
17. φλεγματικὸς εἰς αἷμα, καὶ διὰ τοῦτο μηδὲν αὐτοῦ γεγονὸς
1. ἴδιον ὄργανον εἰς κάθαρσιν τοῦ αἵματος, ὥσπερ αἵ τε κύστεις
2. ἀμφότεραι καὶ ὁ σπλὴν, αἱ μὲν τοῦ τε πικροχόλου
3. χυμοῦ καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων, ὁ δὲ σπλὴν τοῦ
4. μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαστρὶ γεννώμενον, ὃ
5. συναναφέρεται τοῖς εἰς ἧπαρ ἀναδιδομένοις ἐκ τῶν ἐσθιομένων
6. τε καὶ πινομένων χυμοῖς, ἅμα τούτοις πεπτόμενον
7. αἷμα γίνεται· τὸ δ’ ὑπολειπόμενον ἐν τοῖς κατὰ τὴν
8. γαστέρα χωρίοις ὑπὸ τῆς καταῤῥεούσης ἐξ ἥπατος εἰς αὐτὰ
9. χολῆς ἀποῤῥυπτόμενον ἐκκρίνεται διὰ τῆς κάτω γαστρός.
10. Ἐρασίστρατος δ’, ὅτι μὲν ἐγίνωσκε ταῦτα, δῆλός ἐστιν ἐξ
11. ὧν ἐν τοῖς τῆς θεραπευτικῆς λογισμοῖς ἠναγκάσθη διὰ
12. τὴν χρείαν αὐτῆς μνημονεῦσαι· σιωπῶν δ’ ἐν τοῖς πλείστοις,
13. κατάφωρος γίνεται συσκιάζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενος,
14. ὅσα περὶ τῶν χυμῶν ὀρθῶς εἴρηται τοῖς παλαιοῖς
15. ἰατροῖς, πρὸ αὐτοῦ γὰρ ἵνα τά τ’ ἄλλα παραλιπόντες, οὐ
16. κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πῶς
17. ἐμνημόνευσεν, ἑξῆς ἐπιμνησθῶμεν, οὐκ ἂν ἔχοι τις εὔλογον
1. αἰτίαν εἰπεῖν τῆς σιωπῆς, γράφοντος αὐτοῦ· Συνέβαινε γάρ
2. ποτε, γυναίου ἐν πυρετῷ ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε
3. καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα
4. τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. οὐκοῦν, ὅτι
5. μὲν τοῖς ἔμπροσθεν ἰατροῖς ἐν τοῖς φαυλοτάτοις σημείοις
6. ἐγέγραπτο μέλαν οὖρον, ἐπίστασθαί φησιν, ὡς ἀνεγνωκὼς
7. δηλονότι τὰ περὶ οὔρων αὐτοῖς γεγραμμένα, μεγίστην ἔχοντα
8. δύναμιν τῶν ἐπὶ τοῖς ὀξέσι πυρετοῖς νοσούντων. ἐχρῆν γοῦν
9. αὐτὸν ἐν τῇ περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιστά γε
10. κατ’ αὐτὸ τοῦτο τὸ δεύτερον, ἐν ᾧ ταῦτ’ ἔγραψεν, ἐπιπλέον
11. ἐξειργάσθαι τὸν περὶ αὐτῶν λόγον. Ἱπποκράτης μὲν
12. οὕτω κατὰ τὸ προγνωστικὸν ἔγραψεν· Οὖρον δὲ ἄριστόν
13. ἐστιν, ὁκόταν ᾖ λευκή τε ἡ ὑπόστασις καὶ λείη καὶ
14. ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος.
15. σημαίνει τε γὰρ ἀσφάλειαν, καὶ τὸ νόσημα ὀλιγοχρόνιον
16. ἔσεσθαι. εἰ δὲ παραλίποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέει,
17. ποτὲ δὲ ὑφίσταταί τε λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ
18. νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δ’ εἴη τό τε οὖρον ὑπέρυθρον
1. καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον
2. μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα. κριμνώδεες
3. δὲ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραί. τουτέων
4. δ’ ἔτι κακίους αἱ πεταλώδεες. λευκαὶ δὲ καὶ λεπταὶ
5. κάρτα φλαῦραι. τουτέων δ’ ἔτι κακίους αἱ πιτυρώδεες.
6. νεφέλαι δ’ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ,
7. μέλαιναι δὲ φλαῦραι. ἔστ’ ἂν δὲ πυῤῥόν τε ᾖ τὸ οὖρον
8. καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ νόσημα. καὶ εἰ πολὺν
9. χρόνον εἴη τοιοῦτο ἐὸν, κίνδυνος, μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος
10. διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος. θανατωδέστατα
11. δὲ τῶν οὔρων ἐστὶ τά θ’ ὑδατώδεα, καὶ δυσώδεα,
12. καὶ μέλανα, καὶ παχέα. ἔστι δὲ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι
13. τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι
14. τὰ ὑδατώδεα. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι
15. πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ
16. τουτέοισιν, ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν
17. φρενῶν χωρία. καὶ τὰς λιπαρότητας δὲ τῶν ἄνω ἐφισταμένων
1. ἀραχνοειδέας μέμφεσθαι, συντήξιος γὰρ σημεῖον. σκοπέειν
2. δὲ χρὴ τῶν οὔρων ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε κάτω
3. ἔωσιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουσι. καὶ τὰς
4. μὲν κάτω φερομένας σὺν τοῖσι χρώμασιν οἷσιν εἰρέαται,
5. ἀγαθὰς εἶναι καὶ ἐπαινέειν, τὰς δ’ ἄνω σὺν τοῖσι χρώμασι
6. οἷσιν εἰρέαται, πονηρὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω
7. δέ σε, ἤν τε αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν
8. οὔρων τι ἀποδιδῷ τουτέων· οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’
9. αὐτῆς καθ’ ἑωυτήν. ταῦτα γράψαντος Ἱπποκράτους, καὶ
10. μετ’ αὐτὸν Διοκλέους τε καὶ Πραξαγόρου παραπλήσια τούτοις,
11. εὔλογον ἦν, εἴτ’ ἀληθεύουσιν, εἴτε ψεύδονται, τὸν
12. Ἐρασίστρατον εἰρηκέναι, τὸν λογισμὸν προσθέντα τῆς ἰδίας
13. ἀποφάσεως, ὥσπερ γε καὶ περὶ τῶν ἐμουμένων τε
14. καὶ διαχωρουμένων, ἐν οἷς ἐστι καὶ τὰ μέλανα καλούμενα,
15. καὶ πρὸς αὐτοῖς ἡ ἀκριβὴς μέλαινα χολή. καὶ γὰρ καὶ
16. διορίσασθαί τι συγκεχυμένον ἐν τῇ τῆς φωνῆς κοινωνίᾳ τῶν
1. μελαγχολικῶν χυμῶν ἦν ἀναγκαῖον, ὅπερ ἐγὼ διειλόμην
2. ἔμπροσθεν. Ἐρασίστρατος μὲν οὖν ὅλην τὴν περὶ τοὺς χυμοὺς
3. τέχνην παρέλιπεν. ἐγὼ δὲ οὐ περὶ πάντων ἐνταῦθα
4. προειλόμην εἰπεῖν, ἀλλὰ περὶ τῆς μελαίνης χολῆς μόνης.
5. ὅσα μὲν τῇ κοινωνίᾳ τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἔγραψα,
6. δι’ ἑτέρων ἐξείργασμαι.
⟨
(De atra bile) [n° 031 Fichtner] [GalLat]
De atra bile
Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).
De atra bile, 8, ed. Kühn, 1823, vol. 5, p. 137-144. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩