Galenus. De atra bile (De atra bile) [n° 031 Fichtner] [GalLat]

Περὶ μελαίνης χολῆς
Bile noire
Black Bile (At. Bil.)
Boer, 1937.
De atra bile, 1823, vol. 5, p. 104-148. urn:cts:greekLit:tlg0057.tlg030.verbatim-lat1
Rameis, 1936 (deu); Barras, Birchler, Morand, 1998 (fra); Grant, 2000 (eng).

De atra bile, 9, ed. Kühn, 1823, vol. 5, p. 144-148. urn:cts:greekLit:tlg0057.tlg030.1st1K-grc1:9

 

7. Περὶ δὲ μελαίνης χολῆς τὰ διὰ μακρᾶς
8. πείρας βεβαίως ἐγνωσμένα μοι προσθήσω νῦν, χρήσιμα
9. ἐσόμενα ἐκείνοις, ὅσοι τῆς ἰατρικῆς τέχνης οὐ τοὺς σοφιστικοὺς
10. λόγους, ἀλλὰ τὰ ἔργα σπουδάζουσι. πάντα γὰρ
11. ὅσα διὰ μελαγχολικὸν χυμὸν γίνεται πάθη, κατ’ ἀρχὰς εὐθέως
12. γενναίως καθαίρων τοῖς τὸν τοιοῦτον χυμὸν ἐκκενοῦσιν
13. αὐξηθῆναι κωλύσεις μέχρι καὶ τῶν καρκίνων. ἄξιον δὲ θαυμάσαι
14. τῶν ἤτοι γ’ ἀκόντων ἢ ἑκόντων σοφίσματα γραψάντων
15. εἰς ἀναίρεσιν τοῦ μελαγχολικοῦ χυμοῦ. φασὶ γὰρ, ἐπὶ
16. τῶν παρὰ φύσιν ἐχόντων μόνον αὐτὸν γεννᾶσθαι, μηδενὸς
17. τῶν ἀκριβῶς εὐχύμων ἔχοντος ἐν τῷ σώματι μέλαιναν χολήν.
1. εἰ γοῦν, φασὶν, ἀθλητῇ τινι ἄριστα διακειμένῳ δοίη τις
2. φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται
3. κενουμένην αὐτὴν, ὥσπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν
4. πεπιστευμένων προσενέγκῃ τις, ἐκείνην ὄψεται
5. κενουμένην. ᾧ καὶ δῆλον εἶναί φασιν, ὡς, ἀλλοιουμένου τοῦ
6. αἵματος ὑπὸ τῆς τοῦ φαρμάκου δυνάμεως, εἰς τὰς χολὰς
7. γίνεται μεταβολή· καθάπερ γε κᾂν εἰ φλέγματος ἀγωγὸν
8. δοίης, ὄψει, φασὶ, καὶ τότε κενούμενον φλέγμα. παραπλησίως
9. δὲ, κᾂν εἰ τὰ πεπεισμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν,
10. ἀναγκάσῃς προσενέγκασθαι τὸν εὐχυμότατον ἄνθρωπον,
11. ὄψει καὶ τότε κενούμενον ὑδατώδη λεπτόν τινα ἰχῶρα.
12. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων
13. ἕκαστον ἕλκειν ἕνα τινὰ χυμὸν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικὸν,
14. ἔχει τι πιθανὸν ὁ λόγος αὐτῶν· ἀποδειχθέντος δὲ τούτου,
15. τὸ ψεῦδος αὐτῶν κατάφωρον γίνεται. ἐδείχθη γὰρ,
16. ὅτι τὸν οἰκεῖον ἕκαστον ἕλκει χυμὸν, ἐκ τοῦ τὰ μὲν τοῖς
1. ὑδερικοῖς διδόμενα φάρμακα τοσαύτην ἐνίοτε ποιεῖσθαι κένωσιν,
2. ὡς ὅλας λεκάνας πληροῦν, ἀνάλογον δὲ τῷ κενουμένῳ
3. προστέλλεσθαί τε τὴν γαστέρα καὶ κουφίζεσθαι σαφῶς
4. τοὺς κάμνοντας, εὐπνουστέρους τε γίνεσθαι, τὰ δὲ
5. τοῖς ἰκτεριῶσι τὴν μὲν ξανθὴν χολὴν ἐκκενοῦν πλείστην,
6. ὀνινάναι δὲ τοὺς πάσχοντας. εἰ δ’ ἔμπαλιν τὰ μὲν ὑδραγωγὰ
7. φάρμακα δοίης τοῖς ἰκτεριώδεσι, τὰ δὲ χολαγωγὰ τοῖς
8. ὑδεριώδεσιν, ἐλάχιστόν τε τὸν οἰκεῖον κενώσεις χυμὸν, οὐ
9. μόνον δ’ οὐδὲν ὠφελήσεις τοὺς κάμνοντας, ἀλλὰ καὶ βλάψεις
10. μεγάλως, ὥσπερ εἰ καὶ φλεβοτομήσεις αὐτούς. καίτοι
11. κατὰ τοὺς ἡγουμένους, ὑπὸ τῶν καθαιρόντων φαρμάκων ἀλλοιοῦσθαι
12. τοὺς ἐν σώματι χυμοὺς, ὡς ἂν ἕκαστον
13. τῶν ἑλκόντων τὴν φύσιν ἔχῃ, τῷ· καθῇραι τὸ φλεβοτομῆσαι
14. τὴν ἴσην ἕξει δύναμιν. ὥσπερ οὖν ἡμεῖς, ὑδρα
15. γωγὸν δόντες φάρμακον οἷς ἐστιν ὕδερος ἀσκίτης, ἐκκενοῦμέν
1. τε τὸ πλεονάζον ὑγρὸν, ὠφελοῦμέν τε τὸν κάμνοντα,
2. οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαμβάνοντες ὁρῶσιν, εἰς
3. ὅ τι τελευτᾷ τὸ βοήθημα. γελοῖοι δ’ εἰσὶ κᾀκ τοῦ μηδὲν
4. εἶναι κατὰ τὸ σῶμα περιεκτικὸν μελαίνης χολῆς ὄργανον,
5. οἷον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐστὶ τῆς ξανθῆς χολῆς, ἡγούμενοι,
6. τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδ’ ὅλως ἐν τοῖς
7. ἀκριβῶς ὑγιαίνουσι σώμασι τὸν μελαγχολικὸν εἶναι χυμόν.
8. οὐδὲ γὰρ οὐδὲ τὸ φλέγμα συγχωρήσουσιν ἐν ἡμῖν εἶναι, καθάπερ
9. οὐδ’ ἐν ταῖς περιστεραῖς τὴν ξανθὴν χολήν· οὐ
10. γὰρ ἔχουσι τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ὥσπερ οὐδ’ ἄλλᾳ τινὰ
11. ζῶα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν ἑαυτοὺς, οὐ
12. γὰρ ἡμᾶς γε, σοφίζονται, τὸν μελαγχολικὸν χυμὸν, ὃν ἐν
13. τοῖς ὑγιαίνουσι γεννᾶσθαί φαμεν, ἀκούοντες ἀεὶ κατὰ τῆς
14. μελαίνης λέγεσθαι χολῆς, ἣν ἐν τῷ παρὰ φύσιν ἔχειν γεννᾶσθαί
15. φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺς ἀκριβῶς ὑγιαίνοντάς
16. ἐστι μέλαινα χολὴ, καί τινας τῶν παρὰ φύσιν ἐχόντων,
17. ἀμφοτέρας δὲ μελαγχολικὸν χυμὸν ὀνομάζειν οὐδὲν
1. κωλύει. εἴρηται δὲ περὶ τούτων ἤδη καὶ πρόσθεν. ἀλλὰ
2. καὶ νῦν οὐδὲν χεῖρον μεμνῆσθαι περὶ αὐτῶν ἐν βραχέσι κεφαλαίοις
3. ἕνεκα τῶν λόγοις ψευδέσιν ἑαυτούς τε καὶ τοὺς
4. μεμαθηκότας ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην
5. σοφιζομένων.

Cliquer un n° de page pour en afficher l’image