Galenus. De usu pulsuum (De usu puls.) [n° 032 Fichtner] [GalLat]

Περὶ χρείας σφυγμῶν
Utilité du pouls
The Function of the Pulse (Us. Puls.)
Furley, Wilkie, 1984.
De pulsuum usu, 1823, vol. 5, p. 149-180. urn:cts:greekLit:tlg0057.tlg031.verbatim-lat1
Furley, Wilkie, 1984 (eng); Pino Campos, 2015 (spa).

De pulsuum usu, 3, ed. Kühn, 1823, vol. 5, p. 159-161. urn:cts:greekLit:tlg0057.tlg031.1st1K-grc1:3

15. Περὶ δὲ τοῦ μὴ δι’ ἀρτηριῶν μόνον,
16. ἀλλὰ καὶ διὰ τῶν φλεβῶν καὶ τῶν ἄλλων ἁπάντων ἐπιῤῥεῖν
17. ἐκ τῆς καρδίας τοῖς μορίοις τὴν θερμασίαν, ἐπεὶ διὰ
1. βραχέος εἴρηται πρόσθεν, αὖθις ἡμῖν ἀναληπτέον τε καὶ
2. ἀποδεικτέον, εἰποῦσι πρότερον τὰ φαινόμενα, δι’ ὧν ἄν
3. τις αὐτὸ συλλογίσαιτο. πολλοὺς οὖν ἤδη πολλάκις μονομάχους
4. μονάρχους τε καὶ στρατιώτας καὶ κυνηγέτας οὕτω
5. τρωθῆναι συνέβη φλέβας καὶ ἀρτηρίας, ὥστε ἀναγκασθῆναι
6. τοὺς ἰατροὺς βρόχῳ διαλαβεῖν αὐτάς. καὶ οὗτοι πάντες
7. οὐ μετὰ πολὺν χρόνον ψυχροτέρων αἰσθάνονται τῶν
8. μορίων, πρωϊαίτερον μὲν, εἰ τὰς φλέβας καὶ τὰς ἀρτηρίας
9. βρόχῳ διαλάβοις, ὀψιαίτερον δὲ, εἰ τὰς ἀρτηρίας μόνον,
10. ἥκιστα δὲ, εἰ μόνας τὰς φλέβας. ἐξ ὧν δῆλον, ἥκειν μέν
11. τινα καὶ διὰ τῶν φλεβῶν εἰς τὰ μόρια θερμασίαν, ἀλλ’
12. ἐλάττονα μακρῷ τῆς διὰ τῶν ἀρτηριῶν. εἰ δὲ χωρὶς τραύματος
13. ἐθελήσαις μόριόν τι τοῦ σώματος λαβὼν ἰσχυρῶς
14. καταδῆσαι, παραχρῆμα πελιδνόν τε καὶ ψυχρὸν αὐτὸ γινόμενον
15. θεάσῃ, δῆλον ὡς στερηθὲν τῆς ἄνωθεν ἐπιῤῥεούσης
16. διὰ πάντων τῶν μερῶν αὐτοῦ θερμασίας. ὁπότ’ οὖν καὶ
17. τοῦτο δέδεικται, καὶ φαίνεται μηδὲν ἐναντιούμενον τῷ μὴ
1. μίαν εἶναι τὴν χρείαν τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν, ἕτοιμον
2. ἤδη συλλογίσασθαι, φυλακῆς ἕνεκα τῆς καθ’ ἕκαστον
3. μόριον θερμασίας γεγονέναι τοὺς σφυγμούς. ὥσθ’, ὅπερ ἐκ
4. τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’
5. ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ, εἶναι δὲ καὶ τὸ τῆς πέψεως
6. τοῦ ψυχικοῦ πνεύματος κοινὸν μὲν ἀμφοῖν, ἀλλ’ ἰδιαίτατον
7. τῶν ἀρτηριῶν, εἴ γε δὴ μεμνήμεθα τῶν ὀλίγον πρόσθεν
8. εἰρημένων περὶ τοῦ δικτυοειδοῦς πλέγματος. ἐπεὶ τοίνυν
9. ἐν τῷ περὶ χρείας ἀναπνοῆς ἐδείκνυτο διὰ μὲν τῆς
10. εἰσπνοῆς ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, διὰ δὲ τῆς
11. ἀναπνοῆς οἷον καθαιρόμενον, ἐκκρινομένου τοῦ καπνώδους
12. περιττώματος, ἄμφω δὲ ταῦτ’ εἰς τὴν φυλακὴν αὐτοῦ συντελεῖν,
13. δῆλον ὡς κᾀπὶ τῶν σφυγμῶν ἐροῦμεν, ἐν μὲν ταῖς
14. διαστολαῖς ἕλκεσθαί τινα οὐσίαν ἀερώδη, κατὰ δὲ τὰς
15. συστολὰς ἐκκρίνεσθαι τὸ ἐκ τῆς τῶν χυμῶν συγκαύσεως
16. καθ’ ὅλον τὸ ζῶον γινόμενον οἷον καπνῶδες
17. περίττωμα.

Cliquer un n° de page pour en afficher l’image