1. Καίτοι γινώσκω τοὺς περὶ τὸν Ἀρχιγένην
2. καί τινας ἔτι πρότερον ἐν μὲν ταῖς συστολαῖς πληροῦσθαι
3. τὰς ἀρτηρίας οἰομένους, ἐν δὲ ταῖς διαστολαῖς κενοῦσθαι.
4. πρὸς γὰρ τὴν ἕλξιν ἐπιτηδειοτάτην εἶναι νομίζουσι τὴν συστολὴν,
5. τεκμαιρόμενοι μάλιστα τῷ τε στόματι καὶ ταῖς
6. ῥισὶν κατὰ μὲν τὰς εἰσπνοὰς, ὡς ἐκεῖνοί φασι, συστελλομένοις,
7. κατὰ δὲ τὰς ἐκπνοὰς διαστελλομένοις· ὅπερ ἐπὶ
8. τῶν ἀῤῥώστων μὲν τὴν δύναμιν ὁρᾶται γινόμενον. οὐδ’
9. οὖν οὐδ’ ἐπὶ τούτων, κᾂν ἄλλο τι μόριον ᾖ ἐν τοῖς ὑστάτοις
10. καὶ χονδρώδεσι τῶν ῥινῶν. ὁρᾶται δέ ποτε κᾀπὶ τῶν
11. δραμόντων ὠκέως ἢ ἄλλως πως συντόνως γυμναζομένων,
12. οὐ μὴν ἐπ’ ἄλλου γε οὐδενὸς, οὔθ’ ὑγιαίνοντος,
13. οὔτε νοσοῦντος. χρὴ δὲ τὴν φυσικὴν κατάστασιν, ἥτις ἂν
14. ᾖ, τοῖς ἀπαραποδίστως τε καὶ ἀκριβῶς ὑγιαίνουσι μᾶλλον
15. ἤπερ τοῖς ἄλλοις φαίνεσθαι. ἀλλ’ ἔστω γίνεσθαι πᾶσιν
16. ὁμοίως, καὶ φαινέσθωσαν αἵ τε ῥῖνες καὶ τὰ χείλη συστέλλεσθαι
17. τοῖς εἰσπνέουσι, τίς ἡ ἐκ τούτου πίστις τῷ ζητουμένῳ;
18. οὐ γὰρ δὴ ἀνάλογον φήσουσιν ἔχειν ταῖς ἀρτηρίαις
1. τὰ χείλη καὶ τὰς ῥῖνας. ἀλλὰ τούτοις μὲν ἀνάλογον τὰ
2. πέρατα τῶν ἀρτηριῶν, αὐταῖς δὲ ταῖς ἀρτηρίαις αἱ ἀπὸ
3. τούτων ἐπὶ τὴν καρδίαν οἷον ὁδοὶ τοῦ πνεύματός εἰσιν.
4. εἰ μὲν οὖν ἐκείνας ἔχουσι δεῖξαι συστελλομένας ἐν ταῖς
5. εἰσπνοαῖς, εἴη ἄν τι πλέον αὐτοῖς τοῦ παραδείγματος· εἰ
6. δὲ πρὸς τῷ μηδὲν ὠφελεῖσθαι ἔτι καὶ καθ’ ἑαυτῶν αὐτὸ
7. ἐφέλκονται, ἐρούντων ἂν ἡμῶν, ὥσπερ ἡ φάρυγξ, καὶ ὁ
8. πνεύμων, καὶ σύμπας ὁ θώραξ ἐν ταῖς εἰσπνοαῖς διαστέλλεται,
9. καὶ τὰς ἀρτηρίας οὕτω χρῆναι διΐστασθαι, καθ’ ὃν
10. ἕλκουσι καιρὸν, οὐ καθ’ ὃν ἐκπέμπουσι τὸ πνεῦμα. ἀλλὰ
11. καὶ ἡ μετὰ τὴν συστολὴν αὐτῶν ἡσυχία πολλῷ μακροτέρα
12. γινομένη τῆς μετὰ τὴν διαστολὴν, ὥσπερ καὶ ἡ πρὸ τῆς
13. εἰσπνοῆς τῆς μετ’ αὐτὴν, ἐνδείκνυταί τινα καὶ κατὰ τοῦτο
14. ἀναλογίαν εἶναι τοῖς σφυγμοῖς πρὸς τὴν ἀναπνοήν. οἷον
15. γοῦν τι ἡ εἰσπνοὴ τοῖς ἀναπνευστικοῖς ὀργάνοις, τοιοῦτον
16. ἡ διαστολὴ ταῖς ἀρτηρίαις, καὶ οἷον γοῦν τι ἐκείνοις ἡ
17. ἐκπνοὴ, τοιοῦτον ταῖς ἀρτηρίαις ἡ συστολή. ταύτης δὲ τῆς
18. διπλῆς καὶ συνθέτου τῶν ἀρτηριῶν κινήσεως, ἣν δὴ καὶ
1. σφυγμὸν ὀνομάζομεν, ἐξηγεῖται μὲν ἡ καρδία, καθάπερ
2. καὶ ἡμῖν ἐν ἑτέροις καὶ μυρίοις ἄλλοις πρὸ ἡμῶν ἀποδέδεικται,
3. οὐ μὴν καθ’ ὃν Ἐρασίστρατος ὑπελάμβανεν τρόπον,
4. ἀλλ’ ὡς Ἡρόφιλός τε καὶ Ἱπποκράτης, καὶ σχεδὸν
5. οἱ δοκιμώτατοι πάντες τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων.
6. ἡ γὰρ ἐν τῷ σώματι τῆς καρδίας δύναμις, ὑφ’ ἧς
7. διαστέλλεται καὶ συστέλλεται, διὰ τῶν χιτώνων ἐπιῤῥέουσα
8. ταῖς ἀρτηρίαις ἁπάσαις, οὕτως αὐτὰς διαστέλλει καὶ συστέλλει,
9. καθάπερ καὶ αὐτὴν τὴν καρδίαν. ὡς οὖν ἐκείνη διαστελλομένη
10. μὲν εἰς ἑαυτὴν ἕλκει τὰ πλησιάζοντα τοῖς στόμασιν αὐτῆς,
11. συστελλομένη δὲ ἐκθλίβει, οὕτω καὶ αἱ ἀρτηρίαι διαστελλόμεναι
12. μὲν ἕλκουσι πανταχόθεν, συστελλόμεναι δ’
13. ἐκθλίβουσι πανταχόσε.
⟨
(De usu puls.) [n° 032 Fichtner] [GalLat]
De usu pulsuum
Περὶ χρείας σφυγμῶν
Utilité du pouls
The Function of the Pulse (Us. Puls.)
Furley, Wilkie, 1984.
De pulsuum usu, 1823, vol. 5, p. 149-180. urn:cts:greekLit:tlg0057.tlg031.verbatim-lat1
Furley, Wilkie, 1984 (eng); Pino Campos, 2015 (spa).
De pulsuum usu, 4, ed. Kühn, 1823, vol. 5, p. 162-164. urn:cts:greekLit:tlg0057.tlg031.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩