Galenus. De usu pulsuum (De usu puls.) [n° 032 Fichtner] [GalLat]

Περὶ χρείας σφυγμῶν
Utilité du pouls
The Function of the Pulse (Us. Puls.)
Furley, Wilkie, 1984.
De pulsuum usu, 1823, vol. 5, p. 149-180. urn:cts:greekLit:tlg0057.tlg031.verbatim-lat1
Furley, Wilkie, 1984 (eng); Pino Campos, 2015 (spa).

De pulsuum usu, 5, ed. Kühn, 1823, vol. 5, p. 164-169. urn:cts:greekLit:tlg0057.tlg031.1st1K-grc1:5

14. Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε,
15. σαφέστερον ἔτι διαιρήσω σοι. πάμπολλοι πόροι ταῖς ἀρτηρίαις,
16. οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην
17. στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς
18. δέρμα περαίνονται. ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ
1. καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας,
2. μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας. ταῖς γε φλεψὶν οὔπω
3. κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ
4. συναναστομώσεις αὐτῶν. ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ
5. οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν
6. εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον. εἰ γάρ
7. τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς
8. τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν,
9. ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον,
10. ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων
11. τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας
12. τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα.
13. τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα,
14. καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας
15. ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομωσεών ἐκ
16. τούτων ἐπείσθημεν δόγμα. διὰ γοῦν τούτων τῶν ἀναστομώσεων
17. ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς
18. ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ
19. διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι
1. μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα,
2. μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς
3. ἀέρος οὐκ ὀλίγην μοῖραν. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους
4. λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ
5. σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ
6. τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν. οὕτω δὲ
7. καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν
8. τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν,
9. ἐν μέρει δ’ ἐκκρίνουσι. παρὰ δὲ τῆς καρδίας λαμβάνουσι
10. μὲν πλεῖον, διδόασι δ’ ἔλαττον. αἰτία δὲ αἱ
11. τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου
12. διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν. ἀλλ’ ἐκεῖνος μὲν
13. ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν
14. ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι·
15. τὸ δὲ οὐχ οὕτως ἔχει. τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν
16. τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί
17. τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν
18. τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς
1. μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ,
2. ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ
3. ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι. πάντως δὲ μᾶλλον ἀληθὲς
4. εἶναί μοι δοκεῖ. τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων
5. ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν
6. ἐνεστῶτα λόγον. εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν
7. αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις
8. ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν
9. δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε. καί
10. μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων
11. ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ
12. σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν
13. μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε.
14. καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον
15. εἰς ἅπαν ἐκταθείη τὸ ζῶον. οὕτω γὰρ ἅπαν μόνον
16. ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν
17. διαφόροις κινήσεσι ἐπιστατούμενον. ὡς δ’ Ἐρασίστρατος
18. ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων
1. ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν. ἡμεῖς δὲ καὶ
2. δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν,
3. αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτηρίαις
4. περιέχεσθαι. εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ,
5. ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος,
6. ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται
7. μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. κενῶν
8. μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ
9. τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων·
10. αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς
11. κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς
12. διαστέλλεσθαι. οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο
13. διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται.
14. τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ
15. ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς
16. ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας
17. τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ 
1. δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων
2. αὐτῶν ἐλέγομεν πέμπεσθαι.

Cliquer un n° de page pour en afficher l’image