Galenus. De usu pulsuum (De usu puls.) [n° 032 Fichtner] [GalLat]

Περὶ χρείας σφυγμῶν
Utilité du pouls
The Function of the Pulse (Us. Puls.)
Furley, Wilkie, 1984.
De pulsuum usu, 1823, vol. 5, p. 149-180. urn:cts:greekLit:tlg0057.tlg031.verbatim-lat1
Furley, Wilkie, 1984 (eng); Pino Campos, 2015 (spa).

De pulsuum usu, 6, ed. Kühn, 1823, vol. 5, p. 169-172. urn:cts:greekLit:tlg0057.tlg031.1st1K-grc1:6

3. Κάλλιον δ’ εἶναί μοι δοκοῦσι ποιεῖν οἱ ζητοῦντες,
4. ἆρά γε τὴν διαστολὴν, ἢ τὴν συστολὴν, ἢ ἀμφοτέρας
5. ἐνεργείας χρὴ νομίζειν τῶν ἀρτηριῶν, ὥσπερ,
6. οἶμαι, καὶ περὶ τῶν τῆς ἀναπνοῆς μερῶν εὐλόγως ἐζητήθη,
7. πότερον τὴν ἐκπνοὴν, ἢ τὴν εἰσπνοὴν, ἢ ἀμφοτέρας
8. ἐνεργείας ὑποληπτέον ὑπάρχειν. ἀλλὰ περὶ μὲν ἐκείνων
9. ἐν ἑτέροις εἴρηται τὰ εἰκότα, περὶ δὲ τῆς τῶν σφυγμῶν
10. κινήσεως νῦν ζητητέον. εἰ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς
11. αὐτῆς ἐνεργείας ἕνεκα γεγόνασιν ἀναπνοή τε καὶ σφυγμὸς
12. καὶ πρὸς τῶν αὐτῶν δημιουργουσῶν δυνάμεων, ῥᾴδιον ἂν
13. εἴη τῇ πρὸς ἐκείνην ὁμοιότητι καὶ περὶ τῶν σφυγμῶν τι
14. τεκμήρασθαι. ἐπεὶ δὲ τῶν μὲν σφυγμῶν ἡ ζωτικὴ δύναμις
15. ἡ ἀπὸ τῆς καρδίας ὁρμωμένη δημιουργὸς, τῆς δ’ ἀναπνοῆς,
16. ὡς ἐδείξαμεν, ἡ ἀπ’ ἐγκεφάλου ψυχικὴ, οὐδὲν ἂν
17. ἡμῖν ἐκ τῶν ὑπὲρ ἐκείνης εὑρημένων εὐποροῖ τῆς πρὸς τὰ
18. παρόντα χαλεπωτέρας δήπου τῆς εὑρέσεως, καὶ διότι μετὰ
1. τὸν θάνατον οὐχ ὥσπερ τὰς φλέβας ἔστιν ἰδεῖν εἰς ἑαυτὰς
2. συμπιπτούσας, οὕτω καὶ τὰς ἀρτηρίας. αἱ μὲν γὰρ, ὅταν
3. κενωθῶσι τοῦ αἵματος, εἰς ἑαυτὰς συνιζάνουσι τελέως,
4. ὥστε τοὺς ἄνωθεν αὐτῶν χιτῶνας ἐπιπίπτειν τοῖς κάτωθεν,
5. αἱ δ’ ἀρτηρίαι μέχρι παντὸς διεστηκυῖαι φαίνονται, διὰ
6. τὸν ἕτερον δηλονότι τῶν ἐν αὐταῖς χιτώνων τὸν σκληρόν.
7. καίτοι τινὲς καὶ αὐτὸ τοῦτο μετὰ τὸν θάνατον γίνεσθαί
8. φασι, πηγνυμένων ὑπὸ τῆς ψύξεως αὐτῶν καὶ οὐ φύσει
9. τοιούτων οὐσῶν. ἕτεροι δὲ εἰς θερμὸν ὕδωρ ἐμβαλόντες,
10. εἶτ’ ἔτι διεστώσας ὁρῶντες, οὕτω πείθονται διακεῖσθαι
11. καὶ πρὸ τοῦ θανάτου· ἐπανελθεῖν γὰρ ἂν εἰς τὴν ἀρχαίαν
12. φύσιν, ἀπελθούσης τῆς ψύξεως, εἰ δὴ ταύτῃ τι ἐνενεωτέριστο.
13. παντοίως οὖν ἀπόρου τοῦ ζητουμένου ὄντος, οἷς
14. τεκμαιρόμενος ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν ἐνεργείας
15. εἶναι νομίζω, καὶ δὴ φράσω. τὴν μὲν διαστολὴν, ἔτι
16. τῆς δυνάμεως ἐῤῥωμένης, μεγάλην γίνεσθαι, ὥσπερ τοὐναντίον,
17. αὐτῆς ἀσθενούσης, μικρὰν εἶναι, πᾶσι πρόδηλον.
1. ἐχρῆν δὲ, εἴπερ, ὥς τινες οἴονται, τὸ μὲν συστέλλεσθαι τῶν
2. ἀρτηριῶν ἐνέργεια, τὸ δὲ διαστέλλεσθαι εἰς τὴν κατὰ φύσιν
3. τῶν χιτώνων διάστασιν ἐπάνοδος αὐτόματος, πρῶτον μὲν
4. ἴσον ἀεὶ τὸν ὄγκον ὑπάρχειν τῶν διαστολῶν, ἔπειτα μηδὲν
5. μᾶλλον ἐῤῥωμένης ἢ ἀῤῥώστου δυνάμεως εἶναι ἔργον τὸ
6. μέγεθος· οὐδέτερον δ’ οὕτως ἔχει. καὶ πρόσεστιν ἕτερον
7. τεκμήριον οὐ μικρὸν εἰς ταὐτὸν συντελοῦν. μέγιστοι καὶ
8. ὑψηλότατοι σφυγμοὶ τοῖς κάλλιστα κριθησομένοις γίνονται.
9. καίτοι τότ’ οὐκ ἄν τις οὐδὲ μαινόμενος εἴποι τὴν δύναμιν
10. ἀῤῥωστεῖν. εἰ γὰρ τὸ καλῶς κριθῆναι γίνεται ἐνδείᾳ
11. δυνάμεως, τὸ κακῶς δι’ εὐρωστίαν δηλονότι γενήσεται·
12. εἰ δὲ τοῦτο, καὶ τὸ ἀποθανεῖν αὐτὸ ῥώμης ἔργον εἶναι
13. φήσομεν. τί οὖν ἂν εἴη γελοιότερον; ἀλλὰ καὶ τὸ τὸ σφοδρὸν
14. τῆς πληγῆς ἐν τῷ διαστέλλεσθαι τοῖς μὲν μᾶλλον,
15. τοῖς δὲ ἧττον ὑπάρχειν τῶν σφυγμῶν ἐπίτασιν καὶ ἄνεσιν
16. ἐνεργείας ἐνδείκνυται. εἰ δὲ τὸ φαῦλον τῆς ἐνεργείας
17. ἦν ἡ διαστολὴ, καθάπερ ἡ ἐκπνοὴ, οὔτ’ ἂν τὸ μᾶλλόν τε
1. καὶ ἧττον ἦν ἐν αὐτῇ, καθὰ ἐν ταῖς ἐκπνοαῖς, οὔθ’ ὅλος
2. ὁ τόνος τε καὶ ἡ σφοδρότης τῆς προσβολῆς. ἡ μὲν
3. οὖν διαστολὴ διὰ ταῦτά τε καὶ ἄλλα παραπλήσια τούτοις
4. ἐκ τοῦ τῶν ἐνεργειῶν εἶναί μοι φαίνεται γένους, καὶ σώζοιτ’
5. ἂν ἔτι καὶ κατὰ τοῦτο ἡ πρὸς τὴν ἀναπνοὴν τῶν
6. σφυγμῶν ὁμοιότης.

Cliquer un n° de page pour en afficher l’image