7. Ἐφεξῆς ἂν εἴη σκεπτέον, εἰ, ὥσπερ ἡ ἐκπνοὴ
8. ἄνεσίς ἐστι καὶ οἷον ἀνάπαυσις τῆς ἐνεργείας τοῦ
9. θώρακος, ἡ ἐκφύσησις δὲ ἐνέργεια, καὶ διὰ τοῦτο τὸ μᾶλλόν
10. τε καὶ ἧττον ἔχει, τῆς ἐκπνοῆς οὐκ ἐχούσης, οὕτως καὶ ἡ
11. συστολὴ μὲν ἐν τοῖς σφυγμοῖς ἔκλυσις τῆς ἐνεργείας ἐστὶ
12. τῶν ἀρτηριῶν, ἕτερον δέ τι ταύτῃ παρακείμενον ἀνάλογος
13. ταῖς ἐκφυσήσεσιν ἡ ἐνέργεια. καί μοι δοκεῖ καὶ τοῦτο
14. παντὸς μᾶλλον ἀληθὲς εἶναι. τεκμαίρομαι δὲ ἔκ τε τῶν
15. κοινῇ περὶ πασῶν ἡμῖν τῶν ζωτικῶν δυνάμεων ἑτέρωθι δεδειγμένων,
16. κᾀκ τῆς πρὸς αὐτὴν τὴν ἀναπνοὴν ἀναλογίας.
17. ἐν μέντοι γε τοῖς περὶ τῶν δυνάμεων λογισμοῖς ἑκάστῳ
1. τῶν ὀργάνων ἐμφαίνει ἐναντίως ἔχειν ἐμφύτους δυνάμεις.
2. ἡ δ’ αὖ τῆς ἀναπνοῆς ὁμοιότης ζητεῖ τὴν ἐνέργειαν ἐν
3. ταῖς ἀρτηρίαις ἀνάλογον ταῖς ἐμφυσήσεσιν. καὶ γὰρ ἀτοπώτατον
4. ἂν εἴη, μᾶλλον δ’ ἀδύνατον, ὑπάρχειν μέν τινα
5. χρείαν τῇ φύσει τῆς συστολῆς τῶν ἀρτηριῶν, μηδεμίαν δ’
6. αὐταῖς δοθῆναι σύμφυτον δύναμιν, δημιουργὸν τῆς τοιαύτης
7. κινήσεως. εὐλογώτερον οὖν μακρῷ, καθάπερ ἐν τοῖς
8. περὶ δυσπνοίας ἐδείκνυμεν, ὁπόταν μὲν ἡ ἐκ τῆς τῶν χυμῶν
9. συγκαύσεως ἀθροιζομένη λιγνυώδης ἀναθυμίασις ἀξιόλογος
10. ᾖ, τηνικαῦτα μὲν ἐκφυσήσεως τὸ ζῶον ἐφίεσθαι,
11. ὁπόταν δ’ ἤτοι διὰ τὴν εὔχυμον, ἢ τὴν τοῦ θερμοῦ μετριότητα
12. μηδὲν τοιοῦτον ὑποτρέφηται περίττωμα, μόνης
13. τῆς ἐκπνοῆς, κᾀν ταῖς ἀρτηρίαις τὴν μὲν ἀνάλογον ταῖς
14. ἐκφυσήσεσι συστολὴν ἐν ταῖς πλεονεξίαις τοῦ τοιούτου περιττώματος
15. γίνεσθαι, τὰς δ’ ἄλλας, ὅταν ἀτμῷ μᾶλλον
16. ἢ καπνῷ παραπλήσιον ᾖ τὸ κενούμενον ἐξ αὐτῶν.
17. ἐναργῶς δὲ μαρτύρια πάμπολλα τῶν ἐν τοῖς
18. σφυγμοῖς φαινομένων, οἷον εὐθέως τὰ κατὰ τοὺς ὕπνους
1. ἐπὶ τῶν ἐδηδοκότων δαψιλῶς. ἐν τούτοις γὰρ ἐκλύεται
2. μὲν ἡ διαστολὴ μικροτέρα τε ἅμα καὶ βραδυτέρα γινομένη,
3. ἐπιτείνεται δὲ κατ’ ἄμφω ἡ συστολὴ, καὶ γὰρ ὠκυτέρα
4. ἢ πρόσθεν καὶ ἐπὶ πλέον εἴσω κατιοῦσα φαίνεται.
5. ἔοικε γὰρ ταῦτα γίνεσθαι κατὰ τοὺς ὕπνους εὐλόγως θ’
6. ἅμα καὶ ἀνάλογον ταῖς ἐκπνοαῖς. ἔσω γὰρ μᾶλλον ἢ
7. ἔξω κινουμένης τῆς ἐμφύτου θερμασίας, καὶ διὰ τοῦτο
8. πολλῆς ἀθροιζομένης κατά τε τὰ σπλάγχνα καὶ τὴν γαστέρα
9. κατεργαζομένην τούς τε χυμοὺς καὶ τὰ σιτία,
10. πλείων ἀνάγκη καὶ τὸ περίττωμα γενόμενον δεῖσθαι τῆς
11. φυσικῆς κενώσεως. καὶ διὰ τοῦτο ἐν μὲν ταῖς ἀναπνοαῖς
12. ἡ ἐκπνοὴ θάττων τε καὶ μείζων, καὶ ὡς ἐπὶ τὸ πολὺ μετ’
13. ἐκφυσήσεως τοῖς κάμνουσι κοιμωμένοις, καὶ μάλισθ’ ὅταν
14. ἐδηδοκότες ὦσιν ἱκανά. κατὰ δὲ τοὺς σφυγμοὺς ἡ συστολὴ
15. τὸν αὐτὸν διατίθεται τρόπον. οὕτω τοι καὶ τοῖς
16. παισὶν ἄμφω πλεονεκτεῖ· πλείστη γὰρ καὶ ἡ τῶν χυμῶν
17. ἐργασία τοῖς τοιούτοις διὰ τὴν αὔξησιν. ἔμπαλιν δὲ ἡ
1. τῶν γερόντων ἡλικία βραδυτάτην τε καὶ μικροτάτην ἔχουσα
2. φαίνεται τὴν συστολὴν, ὡς ἀμυδρὰν καὶ περὶ τὰς πέψεις
3. ἀσθενοῦσαν καὶ τοὺς χυμοὺς ἥκιστα κατεργαζομένην, ὡς
4. μὴ ἀναγκαίαν. ἀνάλογον δὲ τούτοις καὶ τὰς ὥρας τε καὶ
5. χώρας καὶ πάσας ἁπλῶς τοῦ περιέχοντος ἡμῶν
6. ἀέρος τὰς μεταβολὰς εἰς κρύος τε καὶ θάλπος ἀλλοιοῦσθαί
7. φασι τοὺς σφυγμούς. οὕτω δὲ καὶ τῶν ψυχικῶν παθῶν
8. καὶ τῶν ἐπιτηδευμάτων τε καὶ νοσημάτων ἕκαστον
9. ἤτοι τὴν ἔξω κίνησιν αὐξάνει τῶν ἀρτηριῶν, ἢ τὴν εἴσω.
10. καίτοι γ’ ἐχρῆν, εἰ διὰ παντὸς ἀνάπαυσίς τις ἦν ἡ διαστολὴ,
11. πρῶτον μηδαμῶς μήτ’ ὠκυτέραν ἑαυτῆς μήτε
12. βραδυτέραν ταύτην γίνεσθαι· δεύτερον δὲ καὶ τῆς κινήσεως
13. ὅρον ἕνα διὰ παντὸς ὑπάρχειν, ὃν ἐκ τῆς φυσικῆς
14. κατασκευῆς αἱ ἀρτηρίαι κέκτηνται. τὸ δὲ καὶ τοῦτο
15. προσωτέρω κινεῖν αὐτὰς ἐνδεικτικόν ἐστι τῆς τότε γινομένης
16. ἐνεργείας. ἀλλ’ οὐκ ἐνεργοῦσα, φασὶν, ἡ ἀρτηρία
17. θᾶττόν τε καὶ μέχρι πλέονος εἴσω προσέρχεται, ἀλλὰ διὰ
18. τῶν χιτώνων μαλακότητα· πεφύκασι γὰρ οἱ τοιοῦτοι τῆς
1. διαστολῆς ἀφεθέντες ἐπὶ πλεῖόν τε καὶ θᾶττον τῶν σκληρῶν
2. εἰς ἑαυτοὺς συνιζάνειν. ἀλλὰ τοῦτο, φήσομεν, ὦ γενναῖοι,
3. τῇ μὲν κατὰ τὰς ἡλικίας ἐξαλλαγῇ τῶν ῥυθμῶν
4. ἴσως ὁμολογεῖ· καίτοι δείξομεν ὀλίγον ὕστερον, ὅπως διαφέρεται·
5. παμπόλλαις δ’ ἄλλαις διαθέσεσιν ἐναργῶς διαφωνεῖ,
6. καθ’ ἃς ἐξαιφνίδιος ἡ ἀλλοίωσις γίνεται τῶν ῥυθμῶν,
7. οὐδὲν μέγα τῶν χιτώνων ἐν οὕτως ὀλίγῳ χρόνῳ
8. μεταβάλλειν εἰς μαλακότητά τε καὶ σκληρότητα δυναμένων.
9. ἐξαπατᾷ δὲ οὐχ ἥκιστα ὑμᾶς καὶ τὸ καλῶς ὑπὸ
10. τῶν παλαιῶν ἰατρῶν εἰρημένον, οὐ συνιέντας αὐτὸ προσηκόντως.
11. ἑτοιμότεροι γὰρ εἰσὶ πρὸς τὰς κινήσεις οἱ μαλακοὶ
12. χιτῶνες, ὅταν ἐνεργῶσί τι δι’ αὐτῶν αἱ δυνάμεις·
13. εὐπειθέστεροι γὰρ οὕτως αὐταῖς εἰσι καὶ, ὡς ἂν εἴποι τις,
14. εὐαγωγότεροι πρὸς ὅ τι ἂν ἐθέλωσιν. ὅταν δ’ ὑπ’ ἐκείνων
15. κινηθέντες αὖθις ἐαθῶσιν εἰς τὴν ἑαυτῶν κατάστασιν ἐπανιέναι,
16. τόθ’ οἱ σκληροὶ θᾶττον ἐπανέρχονται τῶν μαλακωτέρων,
17. ὥσπερ καὶ τῶν φυτῶν τὰ σκληρότερα τῶν
1. μαλακωτέρων χαλεπώτερον μὲν ὑπείκει τοῖς βιαζομένοις
2. καὶ μόλις ἕπεται τοῖς ἕλκουσιν, ἀφεθέντα δ’ αὖθις εὐκολώτερον
3. εἰς τὴν ἔμπροσθεν ἐπανέρχεται κατάστασιν.
4. ἀλλὰ καὶ λόγον ἔχον ἐστὶ τοῦτο πρὸ τοῦ φαίνεσθαι γινόμενον
5. οὕτως. ἑκάστῳ γὰρ τῶν σωμάτων ἐστί τις ἴδιος
6. λόγος συστάσεως ἄλυπός τε καὶ, ὡς Ἱπποκράτης ἔλεγεν,
7. ἀκάματος, ἐν τῷ μέσῳ δηλονότι τῶν ἀμέτρων αὐτοῦ κινήσεων
8. καθεστηκυίας, καὶ ταύτης οὐκ ἄνευ καμάτου τινὸς
9. ἐξίσταται. καὶ μείζων δὲ κάματος καὶ αὐτῷ τῷ κινουμένῳ
10. σώματι καὶ τῇ κινούσῃ δυνάμει τότε μᾶλλόν ἐστιν,
11. ὅταν σκληρόν τε καὶ ξηρὸν ὑπάρχῃ. τὸ γὰρ οὕτω συνεστηκὸς
12. ἰσχυροτέραν ἔχει τὴν ἕξιν τοῦ μαλακωτέρου τε καὶ
13. ὑγροτέρου· ὅσῳ δ’ ἂν ἕκαστον τῶν ὁτιοῦν πάσχειν μελλόντων
14. ἰσχυρότερον ᾖ, τοσοῦτον τῷ διατιθέντι δυσκινητότερον
15. γίνεται. εἴπερ οὖν πάσχει μὲν τὸ κινούμενον
16. ὑπὸ τοῦ κινοῦντος, ἐνεργεῖ δὲ καὶ δρᾷ περὶ αὐτὸ τὸ
17. κινοῦν, εὔλογον ἦν, ὅσον δυσπαθέστερόν ἐστι τὸ σκληρότερον,
18. εἰς τοσοῦτον καὶ δυσκινητότερον αὐτὸ γενέσθαι.
1. καὶ διὰ τοῦτο, εἴτε φυτὸν ὁτιοῦν, εἴτε τῶν ὀργανικῶν
2. τι τοῦ ζώου μορίων ὑπὸ δυνάμεώς τινος κινοῖτο, τὸ
3. μὲν σκληρὸν, ὡς ἂν δυσπαθέστερόν τε καὶ δυσκινητότερον,
4. ἧττον ἀκολουθεῖ, ῥᾷον δὲ τὸ μαλακώτερον. τοῦ
5. μαλακωτέρου δὲ τὸ σκληρὸν θᾶττον εἰς τὴν ἑαυτοῦ
6. κατάστασιν ἐπανέρχεται, ὡς ἂν ἰσχυροτέρᾳ συνεχόμενον
7. ἕξει. φαίνεται γὰρ ἐν τοῖς φυτοῖς, ὅσα μὲν ἁπαλὰ καὶ
8. νέα, λυγιζόμενά τε καὶ βραδύνοντα κατὰ τὰς εἰς τὴν φύσιν
9. ἐπανόδους, ὅσα δ’ ἤδη τέλεα καὶ σκληρὰ, μετὰ
10. πλείονος τοῦ τόνου καὶ θάττονος τῆς κινήσεως
11. ἐπανερχόμενα. πρὸς τῷ τοίνυν, ὡς ἔφην, καταβάλλειν
12. αὐτῶν τὸν λόγον τὰς ἐξαίφνης γιγνομένας μεταβολὰς τῶν
13. ῥυθμῶν οὐδ’ ἄλλως ἔοικεν ὁμολογεῖν τοῖς φαινομένοις
14. ἡ ὑπόθεσις, δειχθέντος τοῦ μὲν μαλακωτέρου σώματος
15. καὶ ἀσθενεστέρου ῥᾷον μὲν ἑπομένου τῷ κινοῦντι, βραδύτερον
16. δ’ εἰς τὴν φύσιν ἐπανερχομένου, τοῦ δὲ σκληροτέρου
17. διὰ συντονίαν μόγις μὲν νικωμένου, καὶ διὰ
1. τοῦτο βραδύτερον ἑπομένου, θᾶττον δὲ, ὅταν ἀφεθῇ, πρὸς
2. τὴν οἰκείαν ἐπειγομένου φύσιν. συνελόντι δὲ φάναι, καὶ
3. ταῖς μαλακαῖς ἀρτηρίαις ἄμφω συμβέβηκε πάσχειν ἐν μέρει
4. καὶ ταῖς σκληραῖς.
⟨
(De usu puls.) [n° 032 Fichtner] [GalLat]
De usu pulsuum
Περὶ χρείας σφυγμῶν
Utilité du pouls
The Function of the Pulse (Us. Puls.)
Furley, Wilkie, 1984.
De pulsuum usu, 1823, vol. 5, p. 149-180. urn:cts:greekLit:tlg0057.tlg031.verbatim-lat1
Furley, Wilkie, 1984 (eng); Pino Campos, 2015 (spa).
De pulsuum usu, 7, ed. Kühn, 1823, vol. 5, p. 172-179. urn:cts:greekLit:tlg0057.tlg031.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩