4. Καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα
5. τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ
6. νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’, ὡς ἔμπροσθεν εἴρηται,
7. σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν εἰς αὐτὴν ἐμφύεται.
8. τί ποτε οὖν ἐστι τὸ πρὸς Ἀριστοτέλους εἰρημένον, ἔχει δὲ
9. καὶ νεύρων πλῆθος ἡ καρδία; οὔτε γὰρ φιλοψευδὴς ὁ
10. ἀνὴρ, οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν
11. τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις
12. ἠκολουθηκέναι νομίσειεν. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ Ἡροφίλου
13. νευρώδεις διαφύσεις ὠνομασμένας, αὐτὰς οὐ νευρώδεις,
14. ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα. πέρατα δ’ ἐστὶ ταῦτα
15. τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν Ἐρασίστρατος
16. μὲν ἀκριβῶς ἔγραψεν, Ἡρόφιλος δ’ ἀμελῶς.
17. συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν
18. οἱ ὑμένες οὗτοι, καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους
1. αὐτοῖς, οὐ κατὰ τὰ νεῦρα. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι
2. συγχωρήσειεν αὐτὰ, καὶ μὴ νευρώδη σώματα, τό γε τὴν
3. καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται,
4. μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον
5. τοῦ σώματος ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν
6. ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου. δοκεῖ δή μοι δύο
7. μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ Ἀριστοτέλης, ἓν μὲν,
8. ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν
9. ἐνεργείας, ἕτερον δ’, ὡς οὐδὲ μιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ
10. μέτεστιν, ἐπ’ αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν,
11. τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων,
12. οὐκ ἔθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι
13. καὶ ζητῆσαι, πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον
14. ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον
15. ἐν οἷς εἶπον ἀποφήνασθαι. πολλὰ γὰρ δὴ τοιαῦτα καὶ
16. παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς
17. γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον
1. ἐκ τῆς ἀνατομῆς, ἀλλ’ ἐξ ἀκολουθίας μέν τινος
2. ἐλπισάντων ὡς ἑωρακότων. οὕτω δή μοι καὶ ὁ Ἀριστοτέλης
3. ἐσφάλθαι φαίνεται, δύο μὲν ἀληθῆ θέμενος λήμματα,
4. τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν. ἀληθῆ μὲν
5. οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις
6. τὰ τοῦ ζώου μέλη, καὶ τὸ μηδὲν ἀπ’ ἐγκεφάλου φαίνεσθαι
7. τοιοῦτον, πιθανὸν δὲ, οὐκ ἀληθὲς, ὡς ἐν τῇ καρδίᾳ
8. πλῆθος εἴη νεύρων. ἀλλ’ ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ
9. καλῶς μὲν ὑπ’ αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον, ὑφ’ οὗ
10. χρὴ κινεῖσθαι τὰ τοῦ ζώου μέλη, διότι δ’ ἠμέλησε ζητῆσαι
11. κατὰ τὰς ἀνατομὰς αὐτὸ, διὰ τοῦτ’ ἐκφεύγοντος τὴν διὰ
12. τῶν αἰσθήσεων εὕρεσιν, ἄγνωστόν τε μεῖναν τἀνδρί. τῶν
13. μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι
14. μύες ὑποδεχόμενοι ταῦτα κινοῦσι τὰ μέλη. καὶ δόξειεν ἂν
15. οἷον μοχλοῦ τινος ἔχειν δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον.
16. ὥσπερ γὰρ, ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ’ ἐσμὲν κινῆσαι
17. βάρη, διὰ τῶν μοχλῶν αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ
18. σώματος μέλη τοῖς νεύροις ἀδυνατοῦντες κινεῖν τοὺς μῦς
1. προσεκτησάμεθα. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ
2. νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδεσμῶν
3. ἰσὶν, εἶτ’ ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν
4. ἐκφύεται τοῦ σώματος τοῦ μυὸς ὁ προσαγορευόμενος τένων·
5. οὕτως γὰρ οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ Ὅμηρος αὐτὸν
6. ὀνομάζουσιν. ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον
7. ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι τῶν βαρῶν. οὐδ’
8. ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος, ὃ κατὰ μὲν τὴν
9. ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται δ’ αὐτοῦ τις
10. μῦς ἀπ’ ἐγκεφάλου δεχόμενος νεῦρον. ὅστις δὲ καὶ περὶ
11. τοῦδε πεισθῆναι ἐθέλοι βεβαίως, τούτῳ γέγραπται πρὸς
12. ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν,
13. ἅπαντας τοὺς μῦς, ὁποία τ’ ἐστὶν ἐνέργεια καθ’ ἕκαστον,
14. ἀκριβῶς διδάσκον, ἕτερον δὲ, τὴν τῶν νεύρων εἰς αὐτοὺς
15. νομὴν διηγούμενον. οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς
16. ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν
17. ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων διέξιμεν. ὥστ’
18. οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν, ἀλλ’ ὁμολογουμένως
1. ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχει πᾶσιν ἀρχὴν
2. τῶν νεύρων ἐγκέφαλον τιθέμενος. οὕτω δὲ καὶ τῶν
3. ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρχουσαν τὴν καρδίαν. ὅτι
4. δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ ἐστιν, ἐν τοῖς ἐφεξῆς
5. ἀποδειχθήσεται. ἐνταῦθ’ οὖν ἤδη καταπαύσας τὸ πρῶτον
6. βιβλίον, ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγμένοις ἐν αὐτῷ κατὰ
7. τὸ δεύτερον τρέψομαι.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 1.10, ed. Kühn, 1823, vol. 5, p. 206-210. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩