5. Ἐγὼ δὲ, ἐπειδή περ ἅπαξ κατέστην
6. εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ
7. διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος
8. ἐμνημόνευσε τἀνδρὸς, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι
9. τὰ νεῦρα νομίζουσιν. ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ
10. φαινόμενον ἐκ τῶν ἀνατομῶν, ὡς ὁ Πραξαγόρας εἴρηκεν,
11. εἰ μελλήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν
12. καρδίαν, οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν. ὅτι δ’ οὐχ οὕτως ἔχει,
13. μυριάκις μὲν ἤδη τοῖς βουληθεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν
14. ζώων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κᾀνταῦθα τὴν ἀνατομὴν
15. ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ ἔμπροσθεν τῶν νεύρων.
16. ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία
17. μεγίστη, καθάπερ τι πρέμνον ἁπασῶν τῶν κατὰ τὸ
18. ζῶον ἀρτηριῶν. ἀποβλαστάνει δὲ ἀπ’ αὐτῆς πρῶτον μὲν ἡ
1. τὴν καρδίαν περιστέφουσα· καὶ δὴ καὶ ὀνομάζουσιν οὕτως
2. αὐτὴν, οἷς μέλει τῶν ἀνατομῶν. ἀλλ’ οὐκ ἂν εἴποις, ὦ γενναιότατε
3. Πραξαγόρα, μειουμένην ἐν τῷ κατασχίζεσθαι τὴν
4. ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾷν. ἐφεξῆς δὲ τῆσδε δίχα
5. σχισθείσης τῆς μεγάλης ἀρτηρίας, ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα
6. πρὸς τὴν ῥάχιν, ἐπὶ μέσων στηρίζεται τῶν
7. σπονδύλων· ἡ δ’ ἑτέρα μετέωρος εὐθὺ τῶν σφαγῶν ἀναφέρεται.
8. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα
9. φερομένας ἀπ’ αὐτῶν, καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν
10. εἰς νεῦρον. εἰσὶ μὲν γὰρ δύο καὶ εἴκοσι τὸν ἀριθμὸν,
11. ἐν ἑκάστῳ μεσοπλευρίῳ μία. συναποφύεται δ’ αὐταῖς ἀπὸ
12. τοῦ νωτιαίου νεῦρα. καὶ φαίνεταί γε καθ’ ὅλον τὸν θώρακα
13. συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ
14. δύο γένη τῶν ἀγγείων εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς
15. χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς, τρίτου τινὸς αὐτοῖς
16. συναποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου
17. φλεβώδους ἀγγείου. ἀλλ’ οὐδὲν τό γε νῦν εἶναι
18. δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κᾀκείνας
1. ἑτέρωθι οὐ σμικρὸς λόγος. ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι.
2. καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα, μηδ’
3. αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν
4. ἀρτηρίαν εἰς νεῦρον μεταβάλλειν. καίτοι, εἴπερ ἐν
5. θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δ’ οὐδὲ
6. μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ
7. τῶν ἀρτηριῶν ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς
8. ἔξω τοῦ θώρακος ἴωμεν. ὧν πρώτη μέν ἐστι συζυγία τῶν
9. ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα
10. καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται, καὶ τοῖς ἐν τραχήλῳ
11. μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας
12. φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας
13. ὁ Πραξαγόρας αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε
14. τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳ περ καὶ
15. μείζους εἰσὶν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν
16. δακτύλων. ἀλλ’ οὐδὲ τούτων οὐδὲ μία φαίνεται νεῦρον
17. γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν,
18. ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα,
1. καὶ αἱ μεταξὺ τῶν δακτύλων λιχανοῦ τε καὶ μεγάλου μικραὶ
2. μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ’ οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν,
3. ἐναργῶς τε φαίνονται σφύζουσαι καὶ πρὸ
4. τῆς ἀνατομῆς. ἀλλ’ ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς
5. διελέγχειν τὸν Πραξαγόραν, ἀλλά τι καὶ συγγνώμης
6. νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο. καίτοι γ’, ὅταν
7. εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς σμικροτέρας, οὐκ
8. ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ’ ὀξὺ βλέπειν ἐπαγγέλλεται.
9. τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτηριῶν, (ἔστι δὲ
10. καθ’ ἑκατέραν χεῖρα μία,) μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα
11. ζεύγη νεύρων μεγάλων ἀμφ’ αὑτὰς ἐχουσῶν, ἀναμνῆσαι
12. βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου πρεσβεύοντας.
13. οὐδέπω μὲν γὰρ οὐδ’ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ
14. μόρια τῶν ἀρτηριῶν οὐδετέρα· μεγάλα δέ ἐστιν οὕτως ἤδη
15. τὰ νεῦρα, ὥστ’, εἰ καὶ τυφλὸς εἴη τις, οὐκ ἂν λάθοιεν
16. αὐτοῦ τὴν ἁφήν. πόθεν οὖν ἐγεννήθη ταῦτα, καὶ τίνων
17. ἀρτηριῶν ἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξαγόρας ἐστί.
18. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον, ἐνὸν ἡμᾶς εἰπεῖν
1. ἤδη τἀληθές; ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων
2. νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει,
3. καθὰ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος
4. τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ, μεταξὺ τοῦ πέμπτου
5. τε καὶ ἕκτου, καὶ δὴ καὶ ἡ τρίτη μὲν, ἵνα συμβέβληκεν
6. ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δ’ ἐπ’ αὐτῇ. τὸ
7. δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται
8. τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ
9. τοῦ πρώτου τῶν ἐν τῷ θώρακι· καὶ τοῦτό ἐστι τὸ εἰς
10. ἄκρας ἰὸν τὰς χεῖρας. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν
11. πρὸ ἡμῶν ἔγραψαν, ὧν κᾀν τοῖς πρώτοις λόγοις κᾀν τοῖς
12. νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν, πληθυντικῶς εἴ
13. τί που παρεῖδον, ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών·
14. ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται.
15. οὐκ οὖν ἀρτηρίας χρὴ ζητεῖν, ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες,
16. ἢ τοὺς δακτύλους κινήσομεν, ἤ τι τῶν κατὰ τὰς
17. χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω
18. τῶν ἀρτηριῶν, οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως,
1. ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα. τὰ μὲν δὴ τοῦ
2. Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη, καὶ οὐδὲν
3. ἔτι Πραξαγόρου γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ
4. λόγῳ. ἀλλ’ ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα
5. τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζώου τὰ μόρια νομὴν,
6. οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους
7. αὖθις αὐτῶν τρέψωμεν. καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς
8. φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς
9. ἄνω τοῦ θώρακος, καὶ τρίτας τὰς κάτω, καὶ τετάρτας,
10. ὅσαι τοῖς σκέλεσι διανέμονται. αἱ μὲν δὴ τῶν μασθῶν
11. ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰς ἀναφερομένης ἀποφύονται,
12. ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς
13. τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως, ὑποφέρονται διὰ
14. παντὸς αὐτῷ, καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος
15. ὑπὸ τοῦ στήθους. οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται·
16. φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα,
17. κἀνταῦθ’ εἰς πλείω σχιζομένη, ταῖς ἀπὸ τῶν βουβώνων
18. ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα. λελέξεται δὲ ὑπὲρ
19. ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ.
1. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς, ἀρχὴν τῷ λόγῳ
2. τήνδε θεμένους. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα
3. καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν σφαγὴν ἡ
4. ὄρθιος ἀρτηρία, δίχα σχίζεται. τοὐντεῦθεν δὲ τὸ γεννηθὲν
5. ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται
6. καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄνοιαν
7. ἁπάντων μεθ’ Ἱπποκράτην φιλοσόφων τε καὶ ἰατρῶν. ἀλλ’
8. ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων
9. ἀρτηριῶν εἶναι τὸν κάρον, οὔθ’ Ἱπποκράτης οὕτως
10. ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων
11. ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ
12. γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν
13. ἔτι καὶ νῦν καρωτίδες. ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι
14. θέσεώς τε ἅμα καὶ σχίσεως, ἁπάσης τε τῆς εἰς τὰ τῶν
15. κλειδῶν ἄνω μόρια νομῆς, ἐγὼ διηγήσομαι. φέρονται μὲν
16. ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον
17. πρέμνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς. ἀποβλαστήματα δὲ
1. κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν.
2. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα
3. σχίζεται. καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γενηθεῖσαι,
4. δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον, ὅσον τε
5. τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου, κατασχίζονται, δύο δὲ
6. λοιπὸν διεξερχόμεναι τὸ κράνιον εἰς τὸν ἐγκέφαλον ἔρχονται.
7. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν. οὐ σμικρὸς γὰρ
8. οὐδ’ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδ’ ἁπλῶς, μηδ’ ὡς ἔτυχεν
9. ἐπὶ τὸν ἐγκέφαλον ἀνιᾶσιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μήνιγγι
10. τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον
11. ἐργάζονται. νυνὶ δ’ οὔτε τούτων τῶν ἀρτηριῶν οὔτ
12. ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς
13. γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ
14. καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη
15. διέξοδός ἐστιν οἰκειοτέρα. κατὰ δὲ τὸ παρὸν, ὅσον ὑπογράψαι
16. χρήσιμον, ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς
17. καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν
18. διέξειμι. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας
1. ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον
2. μόνον, ἀλλὰ καὶ τὴν ὀσφὺν ἅπασαν. ἀποφύσεις δὲ πρώτας
3. μὲν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα,
4. κᾄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ
5. τούτῳ ζεῦγος ἕτερον. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος
6. ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα
7. τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ,
8. καὶ γαστρὶ, καὶ ἥπατι, καὶ τοῖς ἐντέροις ἅπασι, καὶ παντὶ
9. τῷ μεσαραίῳ διασπειρομένη. ἐξῆς δὲ κατὰ συζυγίαν ἤδη
10. δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης,
11. ἄλλαι δὲ δύο κατ’ ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον
12. σπόνδυλον ἓν ζεῦγος, ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε
13. καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται, καί
14. τις ἀζυγὴς εἰς μεσεντέριον. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν
15. νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν
16. ἐκφύονταί τινες ἀρτηρίαι μικραὶ, δύο καθ’ ἕκαστον σπόνδυλον.
17. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται
18. τοὐντεῦθεν ἤδη εἰς μεγάλα μέρη. καὶ κατέρχεταί τις
1. εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν
2. ἀποβλαστήματα πέμψασα, κύστει τε καὶ τῆς μήτρας τοῖς
3. κάτω, καὶ ξυνελόντι φάναι, τοῖς γεννητικοῖς ἅπασι μορίοις·
4. οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς
5. διανομῆς. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων,
6. ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία
7. καθ’ ἑκάτερον ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου.
8. κατασχιζόμεναι δ’ ἐνταῦθα, ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις
9. εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰ τέτταρα
10. τάδε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν,
11. ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ. λοιπαί δὲ
12. τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα
13. βουβῶνα, τοῖς ἐντὸς τοῦ μηροῦ παρατέταται μέρεσιν ἄχρι
14. τοῦ γόνατος. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον
15. τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δ’
16. ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ
17. τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται. καὶ οὐδὲν
18. οὐδ’ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς,
1. ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζώῳ πάσας
2. ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν ἐκ τῆς ἀριστερᾶς
3. κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τινος πρέμνον, ἐλέγομεν
4. φύεσθαι. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας
5. ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δ’ εἰς ὅλον
6. αὕτη τὸν πνεύμονα τοῖς ζώοις ἅπασιν, οἷς πνεύμων ἐστίν·
7. οἷς δ’ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον
8. πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βρογχία. ταύτην
9. τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν
10. αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ
11. κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ
12. τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς
13. ὅλον τὸ σῶμα νενεμημένην οἷόν περ κλάδους ἀπομερίζειν
14. ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῶον ἀρτηρίας, ἃς ὀλίγον ἔμπροσθεν
15. εἶπον. οὕτως γὰρ οἶμαι καὶ τὸν Ἱπποκράτην
16. προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν,
17. ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι
1. περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός
2. τε καὶ φλεβῶν ὁ λόγος περαίνηται. νυνὶ δὲ ἀρκεῖ τὰ
3. λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ
4. τῆς καρδίας ἐκπεφυκέναι, καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον
5. μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν
6. ἐγκέφαλον.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 1.7, ed. Kühn, 1823, vol. 5, p. 189-200. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩