7. Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν
8. ἀναίσχυντα σοφιζόμενον, αὖθις ἐπὶ τὸν Ἀριστοτέλη μεταβῶμεν,
9. ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησιν τὰ
10. νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς
11. αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς. ἐχρῆν γὰρ, οἶμαι, τὸν
12. ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι, πῶς εἰς ἕκαστον
13. τοῦ ζώου μόριον ἀπ’ αὐτῆς ἔρχεται τὸ νεῦρον, ὥσπερ
14. ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς
15. γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν. ὅθεν, ὃ ἐν τῷ
16. τρίτῳ περὶ τῶν ἐν τοῖς ζώοις μορίων ἔγραψεν, οὐδαμῶς ἦν
17. πρέπον Ἀριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν. Ἔχει
18. δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ
1. ταύτης γὰρ αἱ κινήσεις. περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν
2. καὶ ἀνιέναι. δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.
3. ὅτι μὲν γὰρ δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος ἐκείνῳ τῷ
4. μέλει τοῦ σώματος, ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει,
5. πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’
6. εἶναι τὸ μέλος, οὐ μόνον οὐκ ἀπέδειξεν ὁ Ἀριστοτέλης, ἀλλ’
7. οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος
8. αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων
9. ὑπάρχειν ἀρχήν. ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς
10. πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι
11. νομίσωμεν, ἔνθα ᾖ νεῦρα πολλὰ, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων,
12. οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς
13. ὑπολαβεῖν. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον
14. πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν
15. ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος
16. ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα. ταυτὶ μὲν οὖν ἐκ
17. περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν
1. καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι
2. δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζώου νεύρων.
3. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλὰ, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ
4. Ἀριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις
5. διαφύσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα. δειχθείη
6. δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν Ἀριστοτέλη.
7. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ
8. χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευὴν,
9. ἐπειδὰν, ὅ τί ποτέ ἐστιν αὐτὸ τὸ εἶναι, σκοπώμεθα.
10. τῷ γοῦν ὀφθαλμῷ ἵνα ᾖ, τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθα
11. ὀργάνῳ ὀπτικῷ. οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε
12. καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως
13. συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται
14. τῶν ὀφθαλμῶν ὁ Ἀριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ
15. πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται. νυνὶ δ’ οἶμαι δεῖσθαι
16. εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ
17. Ἀριστοτέλους δοξάζοντος οὕτως. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ
18. τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν, ὡς ταῖς
1. ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ
2. σώματος ἰδέᾳ, κρίνεται. ἐπειδὴ δὲ πρὸς Ἀριστοτέλη διαλέγομαι,
3. τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν,
4. ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς
5. κᾀν τῷ περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ
6. ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος
7. ἰδέας, κρίνεσθαι βουλόμενος. εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ
8. ὄργανον, ὀφθαλμός ἐστι, κᾂν ἑτέρως ἔχῃ κατεσκευασμένον
9. ἄνθρωπός τε καὶ καρκῖνος· εἰ δὲ βαδιστικὸν, σκέλος, ἄν
10. τ’ ἐλέφαντος, ἄν τ’ αἰγὸς, ἄν τ’ οἰὸς, ἄν τ’ ἀνθρώπου
11. τύχῃ. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον,
12. Ἀριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ
13. τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε
14. καὶ χρείᾳ.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 1.8, ed. Kühn, 1823, vol. 5, p. 200-203. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩