15. Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν
16. ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δ’ ἐνεργείαις
17. τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δ’ αὐτῶν
1. τὸ μὲν νεῦρον, τὸ δὲ σύνδεσμος, τὸ δὲ τένων. τὸ
2. μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν,
3. αἴσθησιν, ἢ κίνησιν, ἢ τὸ συναμφότερον οἷς ἂν ἐμφύηται
4. παράγον. ὁ σύνδεσμος δ’ ἀναίσθητος μέν ἐστιν,
5. ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας
6. ἐστὶ νευρῶδες μυὸς, ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος,
7. ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κᾀν
8. ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς
9. ἐστι στρογγύλον, οἱ τένοντες δ’ οὐχ ἅπαντες, ἔτι δὲ
10. μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους αὐτῶν
11. εἰς ὑμένος ἰδέαν. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς
12. καὶ μαλακὸς, σύνδεσμος δὲ καὶ σκληρὸς, καὶ παχὺς τοὐπίπαν.
13. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε
14. καί εἰσιν· οὔτε δὲ ὑμὴν, οὔτε νεῦρον, οὔτε τένων εἰς τοσαύτην
15. ποθ’ ἥκει σκληρότητα. ἀλλὰ τῶν μὲν νεύρων ἔνια
16. καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστὶν, εἰς αἴσθησιν ἐπιτήδεια
17. μόνην, ἔνια δ’, εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ
1. τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται
2. συνδέσμου σκληρότητος. οὕτω δὲ καὶ οἱ ὑμένες, εἰ καὶ
3. διαφέρουσι ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται
4. πάμπολυ. οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε
5. τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ
6. μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι
7. τὴν οὐσίαν ὑπάρχοντες, ὅσῳ συνδέσμου μαλακώτεροι. ἅπαντα
8. δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ, καὶ ἄναιμα, καὶ
9. ἀκοίλια, καὶ εἰς ἶνας εὐθείας λυόμενα, πλὴν τῶν πάνυ
10. σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς
11. ἶνας. εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις, ὡς Ἱπποκράτης
12. ὠνόμασε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι
13. νεῦρον, ἢ τόνον, (ἄμφω γὰρ αὐτὸ προσαγορεύει,) τὸ δὲ ἀναίσθητον
14. σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα,
15. δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν.
16. εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας, ὡς οἱ πλεῖστοι
17. τῶν μεθ’ Ἱπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς
18. δ’ ἐν αὐτοῖς λέγε τριττὰς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ
1. τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ
2. τὰ ἀναίσθητα, καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν
3. μυῶν ἀπονευρουμένων φυόμενα.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 1.9, ed. Kühn, 1823, vol. 5, p. 203-206. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩