ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΔΕΥΤΕΡΟΝ.
1. Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
2. ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ
3. τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ
4. κατὰ μέρος ἀκολουθεῖν ἔδειξα. τοῦτο δέ ἐστι τὰ περὶ τῶν
5. διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν,
6. ὁποία τέ τις ἑκάστη, καὶ τόπον ὅντιν’ ἐν τῷ ζώῳ κατείληφεν.
7. ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον,
1. ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ
2. οἵ τε μηδὲν ἄλογον ζῶον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες,
3. οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ.
4. ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων
5. ἀνατρέψαι φιλονεικούντων, ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς,
6. ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν
7. τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα·
8. νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς
9. ἐπιδεῖξαι σαφῶς, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πῇ ποτε
10. σφάλλονται.