11. Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας
12. εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ
13. διαφορὰ τῶν λόγων, οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν
14. μεταχειριζόμενοι πρόβλημα. φημὶ δὴ τῶν λημμάτων, ἃ ἕνεκα
15. τοῦ συμπεράσματος λαμβάνουσιν, τὰ μὲν ἄντικρυς εἶναι
16. ψευδῆ, τὰ δ’ οὐκ οἰκεῖα τοῦ προκειμένου σκέμματος. ἄντικρυς
17. μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ
18. διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζώων ἐπιθυμεῖν
1. τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς
2. στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα. τὰ δὲ οὖν
3. οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστὶν, εἴρηται μὲν
4. ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν, ἐν οἷς
5. ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν,
6. παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων, ἐν
7. ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν ἀποδεικνύειν
8. ἐπιχειρεῖ. γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς
9. φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην
10. κατὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλίων. καὶ διὰ τοῦτο
11. πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν λόγον ἐλπίζω
12. περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζώου. τὰ γὰρ ἰδιωτικά τε καὶ
13. ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις
14. ἐπιστημονικὰς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ
15. μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων,
16. ἔστι δὲ ὅτε ποιητὰς, ἢ τὴν βελτίστην ἐτυμολογίαν,
17. ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδὲν, ἀναλίσκει δὲ καὶ
18. κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων
1. αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος
2. λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων
3. τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς
4. ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις
5. μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. οὕτω δὲ καὶ τὴν
6. ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολὴν, ἐπιδείκνυμεν
7. αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν.
8. ἀλλ’ ὅτι μὲν ἀλαζών ἐστι μάρτυρ ἡ ἐτυμολογία, πολλάκις
9. μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν,
10. οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον, ἤπερ τοῖς ἀληθεύουσιν,
11. ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι τῆς περὶ ὀνομάτων
12. ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα
13. τὸν Χρύσιππον ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην
14. ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ
15. καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἐνίοτε
16. καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις
17. διέρχεσθαι· φυλάξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων.
18. ἅ δ’ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ
1. περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος,
2. ἤδη παραγράψω γνωρίσματος ἕνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ
3. λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ ἀποφαίνεσθαι
4. τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα
5. φερομένης, καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης
6. δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ
7. τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης, καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην
8. δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεθα
9. κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω
10. χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου
11. κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει. καὶ τῇ τοιαύτῃ δείξει
12. ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα,
13. ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. διὰ ταύτης οὖν
14. ἁπάσης τῆς ῥήσεως ὁ Χρύσιππος οὐδὲν μὲν ἐπιστημονικὸν
15. λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν τῇ καρδίᾳ
16. παραλαμβάνει, δύο δ’ ἐς ταὐτὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ
17. συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐτυμολογίας, ὅτι τὴν
18. ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε
1. λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν
2. ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν
3. ἐνίοτε τοῖς στέρνοις, ἡμᾶς αὐτοὺς δεικνύντες, ἐν
4. τῷ λέγειν, ἐμοὶ τοῦτο προσῆκεν, τοῦτο ἐγώ σοι λέγω. ὅτι
5. δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες,
6. ἐμοὶ τοῦτο δὸς, ἐμοὶ τοῦτο προσήκει, τοῦτο ἐγώ σοι λέγω,
7. παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ
8. ἐπελάθετο τῆς ἐκεῖνος, οὐκ ἀπὸ παραπλησίας δέ τινος,
9. ἀλλ’ ἀπὸ τῆς αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης τῆς ε΄.
10. ἐχρῆν δ’, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μὲν, οὐκ
11. ἔλυσε δὲ τὸ ἄτοπον, οὕτω κᾀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως
12. ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου,
13. μὴ μέντοι μηδὲ ἐνταῦθα διαλύεσθαι τὸ προβληθὲν, εἰ μὴ
14. ἄρα τις οἴεται, τὴν ἀπόφασιν τοῦ Χρυσίππου, ψιλὴν αὐτὴν
15. μόνην ῥηθεῖσαν, ἀπόδειξιν ὑπάρχειν. τί γὰρ δὴ καί
16. φησιν; ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ
17. τὸ στῆθος νεύσει, καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ
18. παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα,
1. ὥσπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν. ἐννοήσας γὰρ, ὅτι ἡ
2. ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς,
3. ὥσπερ καὶ ἡ ἐγὼ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι
4. ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν
5. διαφορὰν ἀναφέρει τὴν τοῦ ζητουμένου λύσιν. ἔστι δὲ
6. τοιάδε· εἰπὼν, τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν
7. γώ μηδὲν ἀποστηματικὸν ἐμφαίνειν, ἐπήγαγεν, ἐπὶ δὲ τῆς
8. ἐκεῖνος ἐμφαίνειν τὴν κεί. τοῦτο δ’ ἀπόφασίς ἐστι ψιλὴ,
9. μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικὴν,
10. ἀλλὰ μηδ’ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ σοφιστικῆς
11. προϊοῦσαν. διὰ τί γὰρ ἡ μὲν κεί συλλαβὴ
12. ἀποστηματικόν τι δηλώσει, ἡ δὲ γώ μὴ, οὐ προσθεῖναι
13. δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν
14. στέρνοις ἐπιφέροντες τὸν δάκτυλον ἐπιδεικνύμεθα, τὴν ἀρχὴν
15. τῆς ψυχῆς ἐνταῦθα εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ
16. ἐνδεικνύμεθα; δίκαιον γὰρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς
17. εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων
18. αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινὸς, ἀλλὰ
1. κᾀπὶ ταύτης ἰσχύειν ὁμοίως, ἢ εἴπερ οὐδὲ ἐπὶ ταύτης, οὐδὲ
2. ἐπὶ τῶν στέρνων. διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες
3. τὴν κεφαλὴν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ
4. τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον, καὶ
5. οὐκ αὐτῷ κινουμένῳ; τὸ γάρ τοι πρῶτον κινούμενον ἐν
6. ἡμῖν μόριον ἐπινευόντων, αὐτὸ δήπου πιθανώτερον ἔχειν
7. ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς, ἤπερ τι τῶν ἄλλων, πρὸς ὃ φέρεται
8. κινούμενον· ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων,
9. οἳ ταῖς κεφαλαῖς ἀνανεύουσιν, ἐπειδὰν συγκατατίθωνται.
10. τάχα γὰρ φήσει, τοὺς βαρβάρους, ὥσπερ τἄλλα
11. χείρους εἰσὶ καὶ ἀλογώτεροι τῶν Ἑλλήνων, οὕτω κᾀν τῷδε
12. σφάλλεσθαι. πάντ’ οὖν, ὅσα περιττὰ τῶν ἐπιχειρημάτων,
13. ἐν τοῖς περὶ ἀποδείξεως ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ
14. πράγματι· καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ
15. αὐτῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων,
16. εἴρηται γὰρ καὶ περὶ ἐκείνων αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων
17. ὀρθότητος.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 2.2, ed. Kühn, 1823, vol. 5, p. 212-218. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩