1. Ἀλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ
2. προβλήματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν
3. δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως
4. ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσφαλέστερόν τε καὶ
5. συντομώτερον, ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε
6. ἅμα καὶ διὰ πολλῶν. ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον
7. ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν
8. τῶν κατὰ μέρος εὕρεσιν. ἦν δὲ τὸ κεφάλαιον, ὡς ἀπ’ αὐτῆς
9. χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν
10. τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις,
11. ἐν οἷς Χρύσιππος ἐπισκοπεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ,
12. τόν τε τῆς οὐσίας λόγον εἰπόντας, ὑπὲρ οὗ ζητοῦμεν
13. πράγματος, ἐκείνῳ χρῆσθαι κανόνι τε καὶ σκοπῷ τῶν κατὰ
14. μέρος ἁπάντων. ἔστι δὲ τὸ ἡγεμονικὸν, ὡς αὐτοὶ βούλονται,
15. τὸ κατάρχον αἰσθήσεώς τε καὶ ὁρμῆς. οὐκ οὖν ἄλλοθεν
16. χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν,
17. ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθ’ ὁρμὴν κινήσεως ἐξηγεῖσθαι
1. τοῖς ἄλλοις τοῦ ζώου μορίοις, ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν
2. ἀναφέρεσθαι. πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὲ
3. ἄλλοθεν, ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος
4. ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως,
5. ἀποπεφυκέναι τι πάντως ἀπ’ αὐτῆς ἀγγεῖον ἀναγκαῖόν
6. ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν. ὥστε ἐκ τῆς ἀποδεικτικῆς
7. μεθόδου πέφῃνεν, ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ
8. ζῶα κατασκέπτεσθαι, τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς
9. καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζώου μορίοις,
10. ὅτι τε, τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε, τοῦτο
11. μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δ’ ἄλλο
12. τι. καὶ οὕτως ἐστὶν ἤδη τινῶν ἐν τοῖς ζώοις δυνάμεων ἡ
13. καρδία πηγή. ταύτης τῆς ὁδοῦ πᾶν ὅτι περ ἂν ἔξω πίπτῃ,
14. περιττόν τ’ ἐστὶ καὶ ἀλλότριον, καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν
15. δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ
16. σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς
17. οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα
18. καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς
1. βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα. καὶ πολλάκις
2. ἡγεῖται μὲν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’
3. ἕπεται γυμναστικόν τε καὶ διαλεκτικὸν, εἶθ’ ἑξῆς ἐπιστημονικὸν,
4. εἶθ’, οὕτως εἰ ἔτυχε, σοφιστικὸν, οὐκ εἰδότων, ὡς τὰ
5. μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ
6. ζητουμένου, καὶ τοῦτον ἔχει τὸν σκοπὸν, τῶν δ’ ἄλλων
7. ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ
8. γυμνάσασθαι χρῆται, καὶ σοφιστὰς ἐξελέγξαι, καὶ πεῖραν
9. λαβεῖν μυήσεως μειρακίου, καὶ μαιεύσασθαι, καὶ προσαγαγεῖν
10. ἐπί τινος εὕρεσιν, ἀπορῆσαί τε ποιῆσαι. ταυτὶ μὲν
11. ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ,
12. καὶ τοπικὰ, (τῶν γὰρ ὀνομάτων οὐ φροντίζω,) διορίζειν δὲ
13. ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν. ὅσα δ’ ἔτι τούτων ἀποκεχώρηκε
14. ἐξωτέρω, καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων
15. τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ
16. μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτ’ εἰ βούλοιο πιθανὰ
17. τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει τῆς κλήσεως,
1. γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν. ἔτι δὲ μᾶλλον
2. ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ σοφιστικὰ,
3. καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν
4. τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων
5. ἐθέλεις ὀνομάζειν, εἴτε ἀξιωμάτων, εἴτε λόγων, οὐδὲν
6. γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς ῥητορικὰς τέχνας
7. ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν,
8. ἐν δὲ τοῖς περὶ ἀποδείξεως, ἃ δὴ καὶ δεύτερα ἀναλυτικὰ ἐπιγράφουσιν,
9. ὑπὲρ τῶν ἐπιστημονικῶν. ὥστε, ὅστις ὁτιοῦν
10. ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτ’ ἐγνωκέναι, τὴν
11. διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ
12. γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου, γνωρίζειν αὐτὰ ποίου
13. γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου, ταχέως
14. ἔστιν εὑρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων.
15. ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τῷ λογίζεσθαι ποιοῦμεν, οὕτω
16. κᾀνταῦθα πράττειν. ὅστις ἐθέλει γίγνεσθαι λογιστικὸς, οὗτος
17. μὲν ἐκμανθάνει πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν
1. ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται
2. χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθ’
3. ἑξῆς μαθὼν ὀλιγίστας μεθόδους, οὕτως ἤδη περὶ παντὸς
4. τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι. καί μοι θαυμάζειν
5. ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος
6. μὲν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς
7. Ἀττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ,
8. μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν,
9. εἰδότες, οἶμαι, σαφῶς, ὡς ἑαυτῷ οὐ μέτεστιν ἐπιστήμη
10. οὐδεμία τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκησαν
11. αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν,
12. εὖ εἰδότες, ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως
13. οὐδὲν, οὔτε αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν,
14. ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικὴν,
15. οὐκ ἦν ἱκανὸν, ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’
16. αὐτήν. οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν,
17. ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς
18. μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν. ἠβουλόμην ἂν οὖν
1. μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν
2. τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως
3. ἤσκηται κατ’ αὐτὴν, ἐπιδείξασθαι. νυνὶ δὲ πῶς μὲν οἱ διὰ
4. δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ, καὶ
5. πῶς οἱ ἀδιαφόρως περαίνονται, ἤ τινες ἄλλοι τοιοῦτοι, τῷ
6. πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι
7. συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις,
8. ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς
9. ἀναλύουσι. καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως
10. ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν, πρὸς τῷ
11. καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν
12. τὴν τῶν τοιούτων συλλογισμῶν συμπλοκὴν, ὡς αὐτὸς ὁ
13. Χρυσίππως ἔργῳ μαρτυρεῖ, μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων
14. εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν.
15. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ
16. λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν,
17. οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον,
18. οὔτε φαίνονται χρώμενοι. ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν
1. τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς, ἢ τῇ κεφαλῇ κάτω
2. νεύομεν, εἰ τὴν ἐγὼ φθεγγόμεθα φωνὴν, εἰς ἔνδειξιν τοῦ
3. τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται
4. γράφοντες, ὧν ἡ δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ,
5. ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ, (καὶ γὰρ καὶ ταῦτα δείκνυται
6. πολλάκις ὑπὸ τῶν ἀνθρώπων,) ἐμφαίνει τὸ ἡγεμονοῦν
7. εἶναι τῆς ψυχῆς. ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς
8. κατὰ τὴν κεφαλὴν, ἢ ἐν τοῖς κατὰ τὸν θώρακα. ἡ δὲ ε΄
9. φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα
10. τῶν ὑπὲρ ὀνομάτων ὀρθότητος. εἴ τις οὖν καλῶς ἤσκηται
11. τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ
12. δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ
13. πρὸς τοὺς ἐκ τοῦ περιπάτου. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν
14. διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν
15. τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι,
16. τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμητικῆς ἐν
17. ἥπατι. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν
18. ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς
1. λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις
2. ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων
3. ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον
4. διδάσκειν αὐτοὺς, ὅσον χρηστὸν, ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι
5. τοῦ μοχθηροῦ. τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως,
6. ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως
7. πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί
8. τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις. ἐπεὶ δὲ οὐχ
9. ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι,
10. πρὶν, ὅπως χρὴ ζητεῖν, καταστήσασθαι, τίς ἂν ἡμῖν
11. ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν
12. ψευδῶς ὑπειλήφασιν;
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 2.3, ed. Kühn, 1823, vol. 5, p. 219-226. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩