Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 2.4, ed. Kühn, 1823, vol. 5, p. 226-240. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.4

13. Ἀλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν,
14. ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς
15. ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ
16. ψυχῇ διαστροφὴν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον
17. σκέμμα δεικνύναι, πῶς ἄν τις ἐπιστημονικὰ λαμβάνοι
18. λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν
1. ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων. ἔτι τε πρὸς
2. τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν, οὐκ οὖσαν δὲ συνιστάντων
3. λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν
4. ἡμῖν προκειμένου σκέμματος. ἥτις δὲ τούτων αὐτῶν ἐστι
5. πρὸς ἄλληλα διαφορὰ, καθ’ ὅσον οἷός τ’ εἰμὶ, σαφέστατα
6. περὶ πάντων ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ
7. τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ,
8. ὃ κατάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις αἰσθήσεώς τε ἅμα
9. καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς, ὅσα μὲν ἀπὸ τῶν
10. ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν·
11. ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν
12. τε καὶ ζητούμενον ἐπιστημονικὰ, τὰ δ’ ἄλλα πάντα γένους
13. ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ
14. ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν, εἴτ’ οὖν ἰδιωτῶν, εἴτε ποιητῶν,
15. εἴτε φιλοσόφων, εἴτ’ ἐξ ἐτυμολογίας τινὸς, εἴτε ἐκ
16. νευμάτων, εἴτε ἐξ ἐπινευμάτων, εἴτε ἐξ ὅτου δή τινος ἑτέρου
17. τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται
18. ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν.
1. οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σοφιστικῶν, ἅπερ ἐν
2. ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα
3. συνίσταται. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ
4. καρδίᾳ, καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν
5. ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ κατὰ μέρος
6. τε καὶ κατ’ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις, καὶ πηλικότης,
7. καὶ πλοκὴ, καὶ διάπλασις, καὶ διάθεσις, καὶ κίνησις.
8. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον, ἐπιδεικνύντας,
9. ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται. κεῖται δὲ ὡς πρὸς
10. μὲν τὸν θώρακα μέση πως μᾶλλον. ἡ μὲν γὰρ βάσις αὐτῆς
11. ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ
12. τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος
13. τῆς καρδίας. ὡς δὲ πρὸς ὅλον τὸ ζῶον ἀνωτέρω
14. τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον, ὅσον ἀπέχει
15. τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ
16. μέσα. ἀλλὰ καὶ πρὸς τὸν λάρυγγα, δι’ οὗ ἀναπνέομεν, οὕτω πως
17. ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται.
18. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις
1. ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα
2. μόρια σχιζομένη, ὅσοι περ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί·
3. μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται,
4. εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα.
5. τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν
6. οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας
7. ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον
8. μερισθείσης, ὅν περ ἡ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ
9. πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην, ὥστ’ ἔξωθεν
10. ὑπ’ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι. τὰ μὲν οὖν τῆς
11. θέσεως ᾧδε ἔχει τῇ καρδίᾳ, καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς
12. ἐπιχειρήματα ποιεῖσθαι, τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα,
13. διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει
14. δυνάμεων αὐτοῦ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν,
15. ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει. καὶ μὲν δὴ καὶ
16. τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων
17. αὐτῇ δύναιτ’ ἄν τινα κᾀντεῦθεν ἐπιχειρήματα λαμβάνειν.
18. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος,
19. ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ
1. πάντων ἐπιχειρεῖν. ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν,
2. οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανὸν, ἔστ’ ἂν μηδέπω
3. περαίνηται δι’ αὐτῶν, ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς
4. κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία. οὐ γὰρ
5. ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζώῳ κεῖσθαι τὸ πάντων
6. ἀρχὴν ὑπάρχειν αὐτήν. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές
7. ἐστι, τὸ μέσον ἐν τοῖς ζώοις εἶναι τὴν καρδίαν. εἰ γὰρ
8. ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα.
9. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ, ὅτι μέση τοῦ θώρακος ἡ
10. καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζώου παντός. οὐδὲ γὰρ, ὅτι
11. καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως
12. ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς
13. ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους
14. ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὔτ’ εἴ γε καὶ
15. τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν
16. ἀνθρώποις εἶναι τὴν κεφαλὴν, καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος
17. οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ
18. λογισμοῦ. καὶ γὰρ τὰ τοιαῦτα πάντα, καίπερ ὄντα πολὺ 
1. μὲν πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ
2. ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ, καθάπερ
3. οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν. εἰ μὲν
4. γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα·
5. τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν.
6. οὕτω γὰρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν
7. ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’
8. ἐστι τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ
9. τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ
10. ἐστίν. εἰ γοῦν κατώτερον τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν,
11. οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζώου, καίτοι γ’ ἀναπνέον
12. ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος
13. εἴη τὸ οὕτω τρωθὲν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί
14. τι. προθυμηθήσεται μὲν γὰρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς
15. ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ
16. δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ
17. πνεῦμα κατὰ τὰς ἐκπνοὰς, οὐ μὴν σὺν ψόφῳ γέ τινι
18. καὶ ἀθρόως. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς
1. ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ
2. ζῶον, ἐκτεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ
3. τρωθῆναι τὴν τραχεῖαν ἀρτηρίαν σαφῶς ἔστιν ἰδεῖν τεινομένους,
4. ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ
5. τῇ ἀρτηρίᾳ πονοῦσι μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς.
6. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς
7. ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται
8. τὸ πνεῦμα. διττὸν οὖν ἁμαρτάνεται κᾀνταῦθα ἁμάρτημα
9. τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν,
10. ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ
11. οὐδὲ ἀπὸ ταύτης, ὡς χρή. τείνονται μὲν γὰρ οἵ τε κατὰ
12. τὸν θώρακα μύες ἅπαντες, οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν
13. θελήσῃ φωνῆσαι τὸ ζῶον, εἰς τάσιν δή τινα καὶ κίνησιν
14. ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης
15. ἐνέργειαν, οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον
16. πνεῦμα, πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι,
17. φωνῆς ἔχει ἰδέαν, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως
18. μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς πραγματείᾳ.
1. πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων, οἷον
2. ὑπὸ πλήκτρων τινῶν, ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται.
3. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν
4. κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως,
5. ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ
6. τούτων οἰκείαις πραγματείαις ἀκριβῶς εἴρηται. τοῖς δὲ ἀπὸ
7. τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται.
8. κᾄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες, ἐξ ἐγκεφάλου
9. γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν,
10. ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν
11. ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς
12. ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς, ἅπερ ἐπαγγελλόμεθα λόγῳ,
13. ταῦτα ἐπὶ ταῖς τῶν ζώων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’
14. οὐδὲν ἄλλο ἔχουσι λέγειν, ἢ, διότι πλησίον ἐστὶν ἡ καρδία
15. τοῦ λάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν.
16. αἱροῦνται γὰρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς
17. λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κᾂν αὕτη μὲν ἀπάγει
18. πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ βραχεῖα σφάλλει
1. τἀληθοῦς. οὐδ’ ἐστὶν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι
2. τοὺς μῦς ἅπαντας, ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή.
3. καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως,
4. ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ
5. μύες ὄργανά τινα κινοῦσιν, ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ
6. γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν, ὅπως κινηθῶσι, τῶν ἀπ’
7. ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις, εἴτε τέμοις,
8. ἀκίνητον αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ
9. νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζώου τὸ μέλος, ὃ
10. πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον.
11. ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω, μαθησόμενος
12. ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζώων, εἰ μόνον ἔχοι τὰς
13. αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν
14. καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ
15. τὴν μετὰ βίας· ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι
16. καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν,
17. βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις
1. ἐπιτελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα
2. καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ καὶ
3. τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς, ὑφ’ ἑτέρων μὲν ὀργάνων καὶ
4. μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικρὰν, ὑφ’ ἑτέρων
5. δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν.
6. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ἐπιδείξομέν σοι τὸ
7. τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας
8. αὐτὸν μῦς, καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου
9. καθήκοντα. καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον,
10. οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως
11. ἂν ὀνομάζειν ἐθελήσαις, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι
12. καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου. καὶ δὴ καὶ ζῶα πλείω παρασκευάσαντες,
13. ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν
14. ἐπιδείξομεν ἀπολλυμένην ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου
15. νεύρων τεμνομένου. τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν
16. εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον, καὶ τοὺς κινοῦντας
17. μῦς, οἵτινές τέ εἰσι, καὶ πόσοι τὸν ἀριθμὸν, ἥντινά
18. τε θέσιν ἔχουσι, καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι, 
1. καὶ τίνα δέχονται νεῦρα, καὶ πόσα, καὶ πηλίκα, καὶ κατὰ
2. τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνονται, τίς τε τοῖς
3. ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως.
4. ἐγὼ δὲ καὶ πρόσθεν εἶπον, ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν
5. γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθὴς,
6. ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας.
7. πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα
8. δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα, καὶ
9. κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν
10. ἀέρα, καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοὴν, κατὰ δὲ τὰς συστολὰς
11. συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε
12. τὸν λάρυγγα καὶ τὸ στόμα, καὶ διὰ τούτων ἐκπέμπειν ἔξω,
13. καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν. ἑτέραν δὲ ἔχει πραγματείαν
14. ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς
15. μῦς ἅπαντας ἐδήλωσα, καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα,
16. καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα
17. δύναμιν τὴν ψυχικήν. εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε
18. περὶ τῆς φωνῆς ἔχει πραγματείαν, ὑπέρ τε τῶν ταῦτα
1. κινούντων μυῶν, ἔτι τε τῶν εἰς τούτους καθηκόντων
2. ἐξ ἐγκεφάλου νεύρων. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ
3. μοι μόνον εἰπεῖν, ὡς, εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ
4. κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν
5. ἐγίγνετο, κᾄπειθ’ ἑαυτῷ τὸ κατὰ τὸν λάρυγγα συντυποῦντος,
6. οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι
7. κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλὴν, ἔτι δὲ μᾶλλον οὐκ ἂν
8. ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον, ἢ τρωσάντων ἄχρι κοιλίας,
9. ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν. τὸ μὲν γὰρ τῆς
10. τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ λάρυγγα προσαγορεύομεν,
11. ἢ τοῦ πνεύμονος, ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι
12. τὴν φωνὴν οὐδὲν ἂν οἶμαι θαυμαστὸν, εἴπερ ἐκ τῆς
13. καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιβέντος, ἤ τινος
14. τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων,
15. ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς
16. αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται. καὶ μὴν ἔμπαλιν
17. ἔχει τὸ φαινόμενον, ἢ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ
18. γυμνωθείσης, ὡς κᾀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι,
1. καὶ κρατῶν, καὶ θλίβων, καὶ θλῶν, οὔτε ἄπνουν,
2. οὔτε ἄφωνον, οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν
3. ἐμποδιζόμενον ὄψει τὸ ζῶον· ἐγκέφαλον δὲ γυμνώσας τῶν
4. ὀστῶν, ἢ θλίψας ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὐκ ἄφωνον
5. μόνον οὐδ’ ἄπνουν εὐθὺς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν
6. τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ
7. τὸ ζῶον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐ χρὴ συντιτράναι
8. τοῦ θώρακος οὐδετέραν κοιλότητα, γυμνοῦντας τὴν
9. καρδίαν. εἰ γὰρ δὴ τούτου τύχῃ τις, οὐ μόνον εἰ θλίβειν
10. ἢ θλᾷν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθῇ, δυνήσεται
11. κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν
12. οὐκ ἀτυχήσει τῆς χειρουργίας. γίνεται μὲν τοῦτο καὶ κατὰ
13. πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας, καὶ φαίνεται
14. τὰ ζῶα, τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης, οὐκ
15. ἀναπνέοντα μόνον, ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα,
16. μέχρι περ ἂν ὑπὸ τῆς αἱμοῤῥαγίας ἀποθάνῃ. τάχιστα
17. δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα, τεττάρων μεγίστων
18. ἀγγείων διασπωμένων, ἀλλ’ ἄχρι περ ἂν ἔτι ζῇ,
1. καὶ ἀναπνεῖ, καὶ φωνεῖ, καὶ τρέχει. τοὺς δέ γε κατὰ τὸν
2. πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν
3. τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι
4. δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι,
5. συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ
6. καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή.
7. τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν
8. ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις·
9. οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν,
10. ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ. ὡς γὰρ αἱ κινήσεις ἑτέρου
11. γένους εἰσὶν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς
12. ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς
13. σφυγμοὺς κινήσεως, ὅ τ’ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν,
14. οὐδ’ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν
15. εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων
16. εἶναι πολλῶν, οὔθ’ ὡς μὴ οὕτως φαινομένων
17. ἐπιδείξει. ἀλλὰ περὶ μὲν τούτου κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον
18. αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι,
19. πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως, μήτε
1. τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. δι’
2. ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν
3. ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό
4. του γίνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον
5. ἰδίᾳ καθ’ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

Cliquer un n° de page pour en afficher l’image