Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 2.5, ed. Kühn, 1823, vol. 5, p. 240-262. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.5

6. Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ
7. τῆς καρδίας ἐπιτελεῖσθαι, πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος
8. ἠπατήθησαν, οὐκ εἰδότες, ὡς οὐ πάντως, εἴ τι πλησίον
9. ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ
10. τῆς ἐνεργείας ἐστίν. οὐδὲ γὰρ, ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν
11. ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ
12. ῥῖνας αἰσθήσεως, ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν,
13. ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλλε, μᾶλλον δὲ οὐχ ἡ
14. θέσις, ἀλλ’ ἡ περὶ τῆς αἰσθήσεως δόξα. πάντως γὰρ δήπου
15. τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι·
16. πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίων ἐστὶν ἡ ἀρχή. τούτου
17. γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προληφθέντος,
18. ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη
19. τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν. 
1. ἀλλ’ οὔτε πρὸς αἴσθησιν, οὔτε πρὸς νόησιν ἐναργές
2. ἐστιν, ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν
3. εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον
4. εἶναι τὴν ἀρχήν· οὔθ’, ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνητικά
5. τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς
6. ἡ ἀρχή. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν
7. λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ
8. περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος,
9. οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι, πλὴν οὗ νῦν εἶπον
10. ἀξιώματος ἤδη. εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν
11. αὐτὸν, ἔχει γὰρ ᾧδε. φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ
12. δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος
13. ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ
14. ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.
15. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν
16. αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ᾧδε. ὅθεν ἐκπέμπεται ἡ φωνὴ,
17. καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος
18. φωνὴ ἐκεῖθεν. τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν
1. ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ
2. τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν
3. μᾶλλον. ἐμφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα.
4. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν
5. μᾶλλον. ἀλλὰ μὴν κᾀκεῖνο ἀληθὲς, τὸ τὸν λόγον ἐκ
6. τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν
7. φασιν εἷναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην.
8. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν
9. ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν
10. λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι
11. καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια
12. ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις,
13. μάλιστά πως περὶ τὴν καρδίαν. τοιοῦτος μέντοι καὶ ὁ τοῦ
14. Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος
15. ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων
16. ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ. βούλομαι δὲ, πρὶν
17. ἐλέγχειν αὐτοὺς, ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι,
18. τόνδε τὸν τρόπον ἔχοντα. εὔλογον δὲ, εἰς ὃ γίγνονται αἱ
19. ἐν τούτῳ σημασίαι, καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ
1. κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου
2. ἐστὶν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ,
3. ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή
4. ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος. τοιούτοις δὲ
5. καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν, αὐτὴν
6. πηγὴν εἶναι λόγου. τὸ γὰρ ὅλον, ὅθεν ὁ λόγος ἐκπέμπεται,
7. ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς
8. διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην.
9. ταῦτα δὲ ἐμφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας
10. διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων.
11. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ
12. λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν, καὶ τὰς φωνὰς ἀπ’
13. ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον. ἅλις ἤδη
14. μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ
15. τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας,
16. εἰς ἄμετρόν τι μῆκος ἐμπεσεῖται τὸ γράμμα. οὐ γὰρ
17. ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων
18. ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ
1. Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Σιωϊκῶν ἐγεγόνει μοί
2. ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὅπερ ἔλαβεν
3. ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· φωνὴ διὰ φάρυγγος χωρεῖ.
4. τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν
5. ἴσῳ τῷ ἐξέρχεται, ἢ ἐκπέμπεται. ὁ δὲ, τούτων μὲν μηδέτερον,
6. ἔφη, σημαίνεται πρὸς αὐτοῦ. καὶ τρίτον ἄλλο
7. παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ
8. τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία, μεταλαμβανόντων
9. τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται, ἢ εἰς τὸ ἐκπέμπεται,
10. καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην,
11. μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν
12. ῥήσεις, ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι, τὴν
13. ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ
14. ἐστι τοῦ περὶ τῆς φωνῆς λόγου τοῦδε καὶ ἁπάσης τῆς
15. τῶν Στωϊκῶν αἱρέσεως. τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ
16. φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε·
17. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. τὸ δὲ ἐφεξῆς τούτῳ τὸ
18. δεύτερον τοιοῦτον· εἰ δὲ ἦν ἀπ’ ἐγκεφάλου ἐκπεμπομένη,
1. οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. τοῦτό φημι τὸ λῆμμα,
2. μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέναι τῶν εἰς τὰς ἀποδείξεις
3. ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου,
4. περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων,
5. εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται πεπανουργημένον
6. τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ ταύτης τὸν
7. ἔλεγχον ἐλπίζων ἀποδράσεσθαι. τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ
8. ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει, μοχθηρῶς
9. ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ ῥήσει. δύο
10. γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις,
11. ἥ τε ὑπὸ καὶ ἡ ἐξ, ὧν οὐδεμίαν παρέλαβεν, καίτοι δυνάμενος
12. εἰπεῖν· εἰ δ’ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ
13. ἂν διὰ φάρυγγος ἐχώρει· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ
14. τοῦ ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν. ἡ γὰρ διὰ
15. τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος
16. ἐκπέμπεται· ἔκ τινος μὲν, ὡς ἀγγείου περιέχοντος, ὑπό τινος
17. δ’, ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει
18. καὶ τὸ οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δ’ 
1. ἐξ ἀγγείου μὲν, τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ
2. τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν, ἵν’ ἐκθλίψῃ τὸ οὖρον.
3. ἡ δ’ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν, εἴτε ἀντὶ τῆς ἐξ, εἴτε ἀντὶ
4. τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν
5. ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου
6. ἐκπεμπομένη ἡ φωνὴ, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο.
7. εἰ δὲ ἀντὶ τῆς ὑπὸ, ψευδὴς, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος·
8. εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ τῆς
9. φάρυγγος ἐξῄει. ὅτι δ’ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος,
10. οὐκ ἐμὲ χρὴ κατασκευάζειν, ἀλλ’ ἐκείνους αὐτοὺς ἀξιοῦν
11. ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου, τὸ οὖρον
12. διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον,
13. οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ
14. προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ
15. καρδίᾳ ἐστὶν ἡ προαίρεσις. οὕτω δὲ καὶ περὶ διαχωρήματος
16. ἐρωτᾷν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἔδρας
17. ὑπὸ τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπεται,
18. ἥτις, οἶμαι, καὶ τῶν ποῤῥωτάτω κειμένων ἑαυτῆς δάκτυλον
19. ὁντιναοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα, μηδὲν ἐκ τοῦ
1. διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος. εἴτε γὰρ ἐν
2. ἐγκεφάλῳ θείης, εἴτ’ ἐν καρδίᾳ τὴν προαίρεσιν, ἢ διάνοιαν,
3. ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα
4. διαφέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε
5. βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ,
6. καθάπερ, οἶμαι, κᾀπὶ τῆς αἰσθήσεως ἔχει. οὐ γὰρ οὖν
7. οὐδ’ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ
8. τρώσαντος, ἵν’ αἴσθηται τὸ ζῶον, ἀλλ’ ἅμα τε τὸ τέμνον
9. τέμνει καὶ τὸ ζῶον αἰσθάνεται. καὶ τοῦτο βούλεταί γε
10. Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντὶ, διαδίδοσθαι
11. τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην
12. τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’ αἴσθηται
13. τὸ ζῶον. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ
14. τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῶον,
15. ὡσαύτως οὐδὲ τοῦ βουληθῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον
16. ἢ τὸν πόδα καὶ αὐτῆς τῆς ἐνεργείας· οὕτως οὐδὲ
17. τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως,
1. ἀλλ’ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐβουλήθη καὶ τὰ τῆς
2. αἰσθήσεως ἐνήργησεν ὄργανα. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν
3. λόγον, ὧ σοφώτατοι, εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον
4. τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο; ἣν
5. γὰρ ἂν εἴπητε λύσιν, ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι.
6. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν
7. χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως,
8. ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν, οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον
9. ἢ μακρὸν ἢ χαλεπὸν, ἀλλ’ ἐκ προχείρου φαινομένην.
10. οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι
11. διὰ τοῦ αἰδοίου τὸ οὖρον, ἀρχὴν κινήσεως ἐπιπέμψαντος
12. τοῦ ἡγεμονικοῦ, ἵνα συσταλῇ τὸ περιέχον ἀγγεῖον.
13. λοιπὸν, εἴτ’ ἐγκέφαλός ἐστιν, εἴτε καρδία τὸ τῆς ψυχῆς
14. ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν τοῦ προκειμένου
15. λόγου διάλυσιν. ἄν τε γὰρ ἐγκέφαλος ᾖ, τὴν ἀρχὴν τῆς
16. κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν
17. ὀργάνοις, καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς, καὶ τοῖς τὸ σκέλος
18. κινοῦσι, καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύλους, ἄν θ’ ἡ
1. καρδία, κατὰ τὸν αὐτὸν τρόπον. οὕτως, οἶμαι, καὶ τῆς φωνῆς
2. ἐκπεμπομένης διὰ φάρυγγος, οὐδὲν κωλύει τὸν ἐγκέφαλον
3. αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγγος κινήσεως. ὥστ’ ἴσον
4. ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς, οὐδὲν ἔκ γε τοῦ φαινομένου
5. πρὸς οὐδέτερον τῶν δογμάτων ἐπικλίνειν. ὡς γὰρ ἐπὶ
6. τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε,
7. πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν
8. τρόπον ἐπί τε φωνῆς καὶ ἀναπνοῆς ὁμοίως ἔτ’ ἄδηλον,
9. ὁπότερον τῶν σπλάγχνων ἔχει τὴν ἡγεμονίαν. ἀλλ’, ὡς εἴρηταί
10. μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης, ἑκατέρους
11. ἐξαπατῶσα, φαντασίαν ἀποτελεῖ τῶν λημμάτων, ὡς
12. ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν ἐπιτηδείων. οὐ μὴν
13. οὕτως γ’ ἔχει τἀληθές. ὅ τε γὰρ ἁπάντων ἀρχὴν ὑποτιθέμενος
14. εἷναι τὴν καρδίαν οὐκ εὐλαβηθήσεται τὴν τῶν
15. ὀφθαλμῶν ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπ’ ἐκείνης ὥσπερ
16. πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν τε καὶ κίνησιν,
17. ὅ τε τὸν ἐγκέφαλον οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι
18. τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων κινήσεως,
1. ἀλλ’ ἐκεῖνον, ὥσπερ τοῖς ἄλλοις ἅπασιν ἐξηγεῖσθαι τῆς κατὰ
2. προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε. ἅπερ οὖν ἐν ταῖς
3. περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθ’
4. εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγμάτων ἀληθεύοντα.
5. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρχόντων τῷ
6. προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν, ἀλλ’ ἀπὸ μόνου
7. τοῦ συνημμένου τῷ προβλήματι. Ζήνων δὲ καὶ Χρύσιππος
8. καὶ Διογένης οἵ τ’ ἄλλοι Στωϊκοὶ, κᾂν μυριάκις ἐπὶ τῷ λόγῳ
9. θαῤῥῶσιν, οὐχ εὕρωσιν ἀπολογήσασθαι περὶ τῶν ἁμαρτημάτων
10. αὐτοῦ. τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατ’ αὐτὸν,
11. εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμένως εἴρητο,
12. τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον·
13. ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημένην ἀμφιβολίαν
14. ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ μετέσχεν.
15. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν
16. παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις μᾶλλον ἢ φιλόσοφος· εἰ
17. δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας
18. ἀγύμναστος. ἀλλ’ ἡμεῖς γε μήθ’ ἑκόντες ποτὲ τοιούτοις 
1. χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούργημα,
2. μήτ’ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας
3. ἐμπίπτοιμεν εἰς αὐτούς. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ
4. λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν, ὁ λόγος
5. ἀπὸ διανοίας χωρεῖ. ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα
6. φωνὴ ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ
7. τἄλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ
8. τῆς διανοίας γε, ἀλλὰ ἐκ τοῦ λάρυγγος. ἔμπροσθεν δὲ
9. οὐδέπω φωνὴ τὸ ἀναφερόμενόν ἐστιν, ἀλλ’, ὡς ἔφαμεν, ὕλη
10. τις οἰκεία φωνῆς, ἣν ὀνομάζομεν ἐκφύσησιν. ἐκπέμπεται δὲ
11. ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς
12. καρδίας ἅπτεται. ὁ μὲν οὖν Ζήνων, εἴτε ἄκων εἴτε ἑκὼν
13. ἀσαφεῖ τῇ λέξει χρησάμενος, εἰς τὸ τέταρτον εἶδος ἐκπέπτωκε
14. τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ πολλὰ μὲν
15. εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρτον.
16. ὅταν μὲν γὰρ λέγῃ, ὅθεν ἡ φωνὴ ἐκπέμπεται,
17. καὶ ὅταν, ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν
18. τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον,
1. ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν.
2. ὅταν δὲ φῇ, τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι,
3. δέον ὑπὸ διανοίας φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν
4. ἐπιχειρημάτων. ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ
5. αὐτὸς τῷ προγεγραμμένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον.
6. οὕτω δὲ καὶ ὁ Χρύσιππος ἐπειδὰν μὲν λέγῃ καὶ ἐξ οὗ ὁ
7. λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος,
8. ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφ’ οὗ μὲν ὁ λόγος
9. ἐκπέμπεται, τὸ κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε. κατὰ
10. δὲ τὸν αὐτὸν τρόπον, κᾀπειδὰν εἴπῃ, τὸ γὰρ ὅλον ὅθεν ὁ
11. λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι,
12. οὐχ ὅθεν φήσομεν, ἀλλ’ ὑφ’ οὗ μέρους ὁ λόγος ἐκπέμπεται,
13. καὶ τὸ λογίζεσθαι κατ’ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι.
14. δῆλον γὰρ δὴ, ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος
15. εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος.
16. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον
17. αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κᾂν ὅτι μάλιστα
18. τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν
1. τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν
2. Χρύσιππον, ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν. τὸ
3. μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην
4. ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα λέγειν οὐδαμῶς. ἐνίοτε
5. γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν
6. λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε. διαφέρει γὰρ πάμπολυ τὸ
7. ψεῦδος τοῦ ἀδιανοήτου. ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐν
8. ἐκείνῳ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου,
9. γένοιτ’ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν Ἑλλήνων διάλεκτον μεταληφθεῖσα
10. τοιάδε· ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ δεῖ καὶ
11. τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν ἐν ἐκείνῳ τῷ μορίῳ.
12. τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γὰρ, εἴ τι κατὰ
13. προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατ’ ἐκεῖνο τὸ μόριον δείκνυται
14. τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ οὖρον,
15. οὐδὲ τὸ πτύελον, οὐδὲ ἡ κόρυζα, οὐδὲ τὸ ἀποπάτημα.
16. φαίνεται τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ
17. μάλιστα, καὶ μετ’ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκοὺς, οὐχ
1. ἥκιστα δὲ καὶ τὸν Χρύσιππον ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ
2. ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετ’ οὐ πάνυ πολὺ ταύτης
3. γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι
4. δὲ εἶπον, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος
5. ὡς οὐκ ἀληθῆ, κᾄπειτα τὸ τῆς ἀντιλογίας
6. εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθ’ ἑαυτοῦ,
7. συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων.
8. ἐχρῆν δ’ αὖ ἢ μὴ ταῦτα γράφειν, ἢ μὴ ἐκεῖνα, καὶ μάλιστα
9. πλησίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος
10. ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δ’ ἐκεῖνος ὑγιὴς, κίβδηλος
11. οὗτος. ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γυμνασάμενοι
12. γνωρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ
13. καὶ τὸν ψευδῆ· τοῖς δ’ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη
14. ζήτημα, πότερον αὐτῶν ἕλωνται. παραγράψω δὲ καὶ τὴν
15. ῥῆσιν αὐτὴν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ
16. προγεγραμμένος λόγος ἀποδεικτικός. ἔστι δὲ τοιάδε. ἔχει
17. δ’, ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτ’ εἰ καὶ τοῦτο
18. δοθείη, καθάπερ ἐπιπορεύονται ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν
1. ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη ἐπιζητήσομεν. σχεδὸν γὰρ, οἷα
2. ἄν τινα λέγῃ περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι
3. διὰ τῆς φάρυγγος ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς
4. γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν
5. τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς
6. κεφαλῆς οὔσης. ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν
7. τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν. εἰ καὶ συγχωρήσειέ τις, ἀρχὴν
8. εἶναι νεύρων τὴν κεφαλὴν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει
9. τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν
10. ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος
11. ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης
12. τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων
13. ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας
14. τὴν ἐνέργειαν ἐχόντων. ὥσθ’, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ
15. στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνὴν,
16. ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης τῆς
17. κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν. οὔκουν
18. χρηστέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι 
1. τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ, ὡς εἶπον, ἀπὸ
2. τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον
3. τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι.
4. δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο, τῶν λημμάτων μεταληφθέντων
5. ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε·
6. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου
7. ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν
8. δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας
9. ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια.
10. τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν
11. ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται. πιστὰ γὰρ
12. ἐξ αὐτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ
13. δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν
14. ἐναργῶν ἐστι. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων
15. ὑπάρχει. ἀλλ’ ἐχρῆν ᾧδέ πως ἐρωτηθῆναι τὸν λόγον,
16. εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν
17. ἄρχεσθαι. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά
18. τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται.
1. οὐκ ἔστι δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ
2. ἐγκεφάλου ἐκπέμπεται. μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις
3. ἕτερον ἐχρῆν ἐρωτᾶσθαι, τὸ συμπέρασμα λῆμμα ποιησάμενον,
4. ὡς εἶναι τοιόνδε. τὸ ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν
5. καὶ ἡ σημαίνουσα φωνὴ, τουτέστιν ὁ λόγος. ἐκ δὲ
6. διανοίας ὁ λόγος ἐκπέμπεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἐγκεφάλου·
7. οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. οὕτω μὲν ἐχρῆν
8. ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζήνωνος, εἰ μηδὲν τῶν
9. λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι, μήτε ἐκ περιττοῦ
10. παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώτερον ἔτι
11. κατὰ τόνδε τὸν λόγον ἐρωτῆσαι, συνθέντα τοὺς λόγους
12. ἀμφοτέρους ἐς ταὐτόν. ὁ λόγος διὰ φάρυγγος ἐκπέμπεται.
13. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν
14. αὐτῷ μορίων ἐκπέμπεται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν
15. τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι
16. συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου ὁ λόγος ἐκπέμπεται.
17. ἀλλὰ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκεφάλῳ
18. ἐστὶν ἡ διάνοια. ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον
1. εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος. ὡσαύτως δὲ καὶ τὸ
2. ἡγεμονικὸν, καὶ τὸ ἡγεμονοῦν, καὶ τὸ ἡγούμενον, καὶ τὸ
3. δεσπόζον, καὶ τὸ ἄρχον, καὶ τὸ λογιζόμενον, καὶ τὸ νοοῦν,
4. καὶ τὸ φρονοῦν. οὐδὲν γὰρ διαφέρειν ἡγητέον, ὅπως ἄν τις
5. ὀνομάζειν ἐθέλοι, ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα.
6. εἰ οὕτως ἅπαντες ἠρωτήκεσαν τὸν λόγον, καὶ μὴ τὸ ἀναγκαιότατον
7. τῶν λημμάτων παρελελοίπεσαν, ἐν ᾧ δηλοῦται
8. τὸ πᾶν, τὸ διά τινος ἐκπεμπόμενον, ἐκ τῶν συνεχῶν αὐτῷ
9. μορίων ἐκπέμπεσθαι, τὰ δὲ οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθείκεσαν,
10. εὐφώρατος ἂν ἦν ὁ λόγος, ἀπό τε τῆς θέσεως
11. ἐπιχειρεῖν ὡρμημένος, οὐκ ἀποδεικνύς τε τὸ προκείμενον.
12. εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα
13. τὸ λέγον, ἐκ τῆς διανοίας ἐκπέμπεσθαι τὸν λόγον, ψευδὲς
14. εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας, ἀλλ’ ὑπὸ
15. τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι. εἰ δὲ τὴν ὑπὸ πρόθεσιν
16. ἐκ τῆς ἀπὸ δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα
17. τοιοῦτον, ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται, τὸ μὲν
18. λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέραντον δὲ εἶναι τὸν
19. λόγον, ὡς ἂν μηκέτι πάντων τῶν λημμάτων ὁμοίως ἠρωτημένων,
1. ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν δὲ τὴν ὑπὸ πρόθεσιν
2. ἐχόντων. εἰ δέ γε πάνθ’ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν
3. ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμματι γενήσεται τὸ ψεῦδος,
4. κατὰ δὲ τὴν ὑπὸ τοῦτο μὲν ἀληθὲς ἔσται, τὸ καθόλου
5. δὲ τὸ παραλελειμμένον ὑπ’ αὐτῶν, ὡσαύτως δὲ τὸ κατὰ
6. μέρος ἄμφω ψευδῆ. τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον.
7. ἅπαν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν
8. αὐτῷ μορίων ἐκπέμπεται, τὸ δὲ κατὰ μέρος, ὁ λόγος, ὑπὸ
9. τῶν τῇ φάρυγγι συνεχῶν μορίων ἐκπέμπεται. οὐ γὰρ
10. ὑπὸ τῶν συνεχῶν, ἀλλ’ ἐκ τῶν συνεχῶν ἀληθῶς ἂν λέγοιτο.
11. δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων
12. παραλελειμμένον αὐτοῖς, ἢ ἑκοῦσι σοφιστικῶς, ἢ
13. ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου. διὸ καὶ παρακρούονται
14. τὸν ἀκροατὴν, οὐ δυνάμενον ἀκριβῶς διελέσθαι,
15. πότερον τῶν λημμάτων ἐστὶν ἀληθὲς, εἴτε τὸ κατὰ τὴν ἐξ
16. πρόθεσιν ἠρωτημένον, εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν ἀρχὴν
17. μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε
18. τὴν σύστασιν τοῦ λόγου παντὸς, ὡς εἰρηκότες, προσχρῶνται·
1. τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν
2. διὰ φάρυγγος ἐξεπέμπετο, κατὰ τὴν τοῦ παραλελειμμένου
3. λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται. πᾶσιν οὖν τοῖς
4. ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ
5. δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον
6. μὲν, ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβε, δέον
7. ἤτοι τὴν ἐξ, ἢ τὴν ὑπό· δεύτερον δ’, ὅτι τὰ κυριώτατα
8. παρέλιπε, τό τε καθόλου, τὸ πᾶν δὲ τὸ διά τινος πεμπόμενον
9. ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται, τό τε κατὰ
10. μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι
11. μορίων ἐκπεμφθήσεται. τούτων γὰρ οὕτω διορισθέντων, εἰ
12. μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα,
13. ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι·
14. εἰ δὲ κατὰ τὴν ὑπὸ, τό τε καθόλου τὸ νυνὶ
15. λεγόμενον, τὸ πᾶν διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν
16. συνεχῶν ἐκπέμπεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον
17. ὑπὸ τῶν ἐν τῇ λάρυγγι μορίων ἐκπέμπεσθαι. εἰ δὲ
18. μικτῶς ἐρωτηθείη, κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως 
1. ἀκριβῶς παραλαμβανομένης, καθ’ ἑκάτερα δὲ τῆς ὑπὸ,
2. καθάπερ κᾀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι,
3. τῶν μὲν λημμάτων οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον
4. ἀπέραντον ὑπάρχειν ἐροῦμεν. οὐ γὰρ ἔτι συναφθήσονται
5. πρὸς ἀλλήλας αἱ κύριαι τοῦ συμπεράσματος προτάσεις. ἔστι
6. γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη, ὁ λόγος ὑπὸ τῆς διανοίας
7. ἐκπέμπεται· ἡ δὲ ἑτέρα, ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου
8. οὐκ ἐκπέμπεται. ἐχρῆν δέ γ’ ἀμφότερα ἤτοι κατὰ τὴν
9. ὑπὸ πρόθεσιν, ἢ κατὰ τὴν ἐξ ἠρωτῆσθαι, ἵν’ ἐπιφέρηταί
10. τι κοινὸν αὐταῖς συμπέρασμα. τάχ’ ἂν ἔτι πλείω λέγειν
11. ὑπὲρ τῆς τοῦ λόγου μοχθηρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ
12. Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον
13. τῆς ἀπολήψεως αὐτὸς ἐγεγράφει δι’ ἧς ὀλίγον ἔμπροσθεν
14. παρεθέμην ῥήσεως, ἐγχωρεῖν φάσκων ἐκ τῶν κατὰ στήθη
15. μερῶν ἐκπέμπεσθαι τὸν λόγον, τὴν ἀρχὴν τῆς κινήσεως
16. ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα
17. τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα τὴν ἀρχὴν τῆς δυνάμεως
18. ἀπὸ τῆς καρδίας λαμβάνειν. ταῦτα μὲν οὖν ὀρθῶς
1. εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον
2. μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται·
3. τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον
4. ποιηταὶ μαρτυροῦσιν, ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων,
5. ἢ ἐτυμολογία τις, ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. κάλλιον
6. γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον
7. ὑπολαμβανομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ
8. τῆς αἰσθήσεως. αὐτὸς δὲ, ὥσπερ οὐ κατ’ ἐπιστήμην, ἀλλὰ
9. κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς, ἀπεχώρησέ τε τῆς ζητήσεως
10. αὐτοῦ καὶ ποιητὰς ἐπάγεται μάρτυρας.

Cliquer un n° de page pour en afficher l’image