11. Ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν, οὐκ
12. ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτ’ ἐγώ μοι δοκῶ προσθήσειν.
13. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κᾂν ὅτι μάλιστα πάντων τῶν νεύρων
14. ἐγκέφαλος ἀρχὴ φαίνεται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν
15. αἰσθητικήν τε καὶ προαιρετικὴν, ὡσαύτως δὲ, κᾂν ἐκ
16. τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπεται, τὴν ἀρχὴν
17. τῆς κινήσεως αὐτοῦ ἀπ’ ἐγκεφάλου καταφέρεσθαι, ζητητέον
18. ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν
1. οὐδεμιᾶς δυνάμεως, ἢ τὸ ἕτερον τῷ ἑτέρῳ. γένοιτο δ’ ἂν
2. ἡ ζήτησις ᾧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι
3. χρὴ κατὰ τὰς τῶν ζώων ἀνατομὰς, ὁπόσα τ’ ἐστὶ
4. καὶ ὁποῖα, κᾄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτὸ ἢ
5. τέμνειν, ἢ θλᾷν, ἢ βρόχοις διαλαμβάνειν, εἶτ’ ἐπισκέπτεσθαι,
6. τίνα καταλαμβάνει τὸ ζῶον παθήματα. συνάπτει δὲ
7. καρδίαν ἐγκεφάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ
8. παντὸς τοῦ σώματος ὑπάρχει κοινὰ, φλέβες καὶ ἀρτηρίαι καὶ
9. νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι
10. δὲ αἱ καρωτίδες, νεῦρα δὲ τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα.
11. τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας
12. ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα,
13. τεθνήξεται γὰρ εὐθέως τὸ ζῶον αἱμοῤῥαγίᾳ λάβρῳ συσχεθὲν,
14. ἀλλ’ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν
15. τε τοῖς ἄνω καὶ κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν
16. βρόχων διατέμνειν, ὡς μηδεμίαν αἱμοῤῥαγίαν ἀκολουθῆσαι.
17. τὰ νεῦρα δὲ εἴτε θλᾷν, εἴτε διαλαμβάνειν ἐθέλοις
18. βρόχοις τισὶν ἢ τοῖς σαυτοῦ δακτύλοις, εἴτε τέμνειν, ἐφ’
1. ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει
2. σύμπτωμα τῷ ζώῳ· ἄφωνον ἔσται παραχρῆμα, τῶν δὲ ἄλλων
3. ἐνεργειῶν οὐδεμία οὔτ’ ἐν τῷ παραυτίκα βεβλαμμένη,
4. οὔτ’ ἐξ ὑστέρου φανεῖται. τῶν ἀρτηριῶν δέ γε βρόχοις διαληφθεισῶν
5. ἢ, ὡς εἴρηται, τμηθεισῶν, ἄφωνον μὲν ἢ καρῶδες,
6. ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτην κακῶς ἀνατεμόντων
7. ἔγραψαν, οὐκ ἔσται τὸ ζῶον, αἱ δὲ ἀνωτέρω τῶν τρωθεισῶν
8. ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι γενήσονται. τὰς
9. δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθ’, ὡς εἴρηται, τέμνων
10. ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην. ἐκ τούτων
11. τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι, μήτε τὴν
12. καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι,
13. μήτε τὸν ἐγκέφαλον καρδίας, ἵν’ αἰσθάνηταί τε
14. καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῶον. ὅτι μὲν γὰρ οὐδὲν ἡ
15. καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν
16. ἐστιν ἐκ τοῦ, καὶ τῶν φλεβῶν, καὶ τῶν ἀρτηριῶν καὶ τῶν
17. νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων, ὁμοίως ἔτι
18. σφύζειν αὐτὴν καὶ τὰς καθ’ ὅλον τὸ ζῶον ἀρτηρίας·
1. αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι
2. γίγνονται, τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας
3. ὡσαύτως ταῖς ἄλλαις σφύζοντος. ὅτι δὲ οὐκ ἔτι τῶν ἐγκεφάλου
4. δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις
5. ἂν ἐκ τοῦ, πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων,
6. ἢ βρόχοις διαληφθέντων, ἄφωνον μόνον γίγνεσθαι τὸ ζῶον,
7. εἰσπνεῖν μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατ’ ἀμφοτέρας τὰς
8. διαφορὰς τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν,
9. οὕτω δὲ κᾀν τοῖς τέσσαρσιν κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καθάπερ
10. καὶ πρόσθεν, ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν
11. αἰσθάνεσθαι. μόνη γὰρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται
12. τοῦ ζώου, τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις
13. νεύρων. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς
14. εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις, ἢ, ὡς εἴρηται, διαληφθείσαις
15. ᾤοντο καροῦσθαι τὸ ζῶον, εἶτ’ ἐκ τούτου
16. συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε
17. καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ
18. τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν
1. ἀκριβῶς ἑωρακέναι· εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ
2. ζῶον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν
3. τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν
4. καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς
5. τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων
6. χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτὸν, οὐκ ἀκριβῶς
7. πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως. ἀποδεδειγμένον
8. γὰρ ἐν τοῖς ἔμπροσθεν, ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν,
9. ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχὴ, περαίνοιτ’ ἂν, εἴπερ
10. ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν
11. ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν. οὐ μὴν ἀληθές ἐστιν,
12. ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς.
13. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται
14. τὸ ζῶον, μήτοι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων
15. μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ γίγνεται,
16. καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν. ἀλλ’ οἱ πλεῖστοι τῶν
17. ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς
18. βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ
1. ζῶον γιγνόμενον, ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν,
2. καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μήτι ἄρα τὴν
3. ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ ἂν ὀνόματι
4. μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ
5. ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον
6. γίγνεσθαι τὸ ζῶον.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 2.6, ed. Kühn, 1823, vol. 5, p. 262-267. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩