1. Ἀλλ’ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ
2. τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων.
3. ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν
4. τε καὶ ἀποδεικτικὸν, τὸ δὲ δεύτερον γυμναστικόν τε
5. καὶ, ὡς Ἀριστοτέλης ὀνομάσειε, διαλεκτικὸν, τὸ δὲ τρίτον
6. πιθανόν τε καὶ ῥητορικὸν, τὸ δὲ τέταρτον σοφιστικὸν,
7. ἐπεδείκνυόν τε, τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ
8. συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μόνον αὐτὸ τὸ
9. ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων,
10. τὰ δ’ ἄλλα σύμπαντα διαλεκτικὰ, τὰ δ’ ἀπὸ τῶν ἔξωθεν
11. μαρτύρων ῥητορικὰ, τὰ δ’ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς
12. λέξεως σχήμασι πεπανουργημένα σοφιστικά. τὰ μὲν οὖν
13. ἐπιστημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε
14. καὶ εὐαρίθμητ’ ἐστὶ, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’
15. ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι
16. συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον
17. λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ
18. τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς. ὡσαύτως δ’ ἔχοντα
1. εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως. ἐναργῶς
2. μὲν γὰρ ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρὸς,
3. οἱ δ’ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν. οἳ μὲν οὖν, ὅτι
4. πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρὸς, διὰ
5. τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς
6. θέσεως ἐπιχειροῦσιν. οἳ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν
7. δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ
8. θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ,
9. ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι, καὶ οὐδεὶς ᾔσθετο
10. πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’
11. ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία
12. τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν
13. ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα
14. τῶν ὡμιληκότων ἀρχαίων γράμμασι. ὥσπερ γὰρ
15. τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς
16. στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ, καὶ πάμπολύ γε
17. τοὔνομά ἐστι παρ’ αὐτοῖς. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι
18. τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι
1. τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ᾧδέ πως φησίν·
4. Θουκυδίδης δ’ ᾧδε· καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν,
5. ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι,
6. ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι, ἐπῄεσαν. ὁ δ’
7. Ἱπποκράτης· γυνὴ ἐκαρδιήλγεε, καὶ οὐδὲν καθίστη πλὴν
8. ἐς ῥοιῆς χυλὸν ἄλφιτον ἐπιπάσσουσα, καὶ μονοσιτεῖν ἤρκεσε,
9. καὶ ἀνεῖλκεν οἷα τὰ κηρίωνος. ἅπαντες οὗτοι δηλοῦσιν
10. ἐναργῶς, τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε
11. ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία,
12. τοῦ σπλάγχνου δ’, ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον
13. τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος
14. οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς
15. γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ
16. μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται.
17. τοῦτο δ’ αὐτὸ συμβαίνει ὲν ταῖς λύπαις· διὸ
1. καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐνίοις δ’ ὑπέρχεται κάτω,
2. καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρα τὰ χολώδη διαχωρεῖ. συμβαίνει
3. δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν, ἀλλὰ καὶ τῶν ἐπὶ πλέον
4. ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα,
5. καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο
6. σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον
7. εἰς τὴν γαστέρα συῤῥεῖ χολὴ ξανθή· πρὸς ταύτης
8. οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδ’ ἐστὶν ἀναγκαῖον
9. ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι, δι’ ἣν τοῦτο
10. συμβαίνει. μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ
11. παρὸν, ὡς οὐκ ἔστι τῆς καρδίας, τοῦ σπλάγχνου, τὸ πάθος
12. ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας,
13. ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρὸς,
14. ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ
15. γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ
16. συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν.
17. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ
18. Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ Ἱπποκράτει καὶ Πλάτωνι
19. μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ
1. Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ
2. κατὰ τὴν καρδίαν. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε
3. καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην
4. τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ
5. δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν
6. παλαιὸν λόγον, ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα
7. τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν
8. λημμάτων, ὥσπερ, οἶμαι, καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων
9. τοῦ ζώου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν
10. κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν, ὑπὲρ ἧς
11. νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ
12. διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν
13. λόγῳ. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι
14. τῶν τοῦ ζώου μορίων αὐτὴν, ὑστάτην δὲ παύεσθαι, τῶν ἀποδεικτικῶν
15. ἐστι λημμάτων. ἐνδείκνυται γὰρ, ἀρχὴν εἶναι κινήσεως
16. αὐτὴν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ
17. τοὺς σφυγμοὺς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν·
18. ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην, οὔθ’ ὑστάτην
1. παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτ’ ἂν οὖν
2. κᾀκ τούτου τοῦ λήμματος, οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ
3. Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ Ἱπποκράτει
4. δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως
5. ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου
6. τὴν καρδίαν. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν
7. τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ
8. τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν
9. ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω
10. τὸν λόγον. ἐπ’ αὐτοῖς δέ ἐστι καὶ τὸ τοῦ Ἀριστοτέλους
11. λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου
12. διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων
13. ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ’ ὑφ’ ἡμῶν, ὡς νευρώδη
14. μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη,
15. καὶ ὡς τὰ μὲν νευρώδη τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς
16. νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ. κρίνεσθαι δὲ προσήκει
17. τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις
18. καὶ ταῖς χρείαις αὐτῶν. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν
1. αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων,
2. οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία
3. πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζώοις ὑπείληπται.
4. λέγουσι γὰρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴ, κατ’
5. ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν
6. καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴν, ὥστε
7. καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ.
8. ψεύδονται δ’ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν
9. καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζώοις εἶναι συγχωροῦμεν,
10. ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ
11. προκειμένων εἰς τὴν σκέψιν, (οὐ χρὴ δὲ τὸ ζητούμενον
12. ὡς ὁμολογούμενον λαμβάνειν,) οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων
13. ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον
14. ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κᾀνταῦθα τῶν ἀνδρῶν,
15. εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσι οὐδεμίαν
16. ἀπόδειξιν προτιθέντες. ὅμοιον δὲ τι ποιοῦσι κᾀπειδὰν,
17. ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν, ἐνταῦθ’ εἶναι φάσκωσι
18. καὶ τὸ ἡγεμονικὸν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν, ὡς ἐν τῇ
1. καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. οὔτε γὰρ τοῦτ’ ἀληθὲς,
2. ἀρχὴ γὰρ τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος,
3. κοιλίη, φησὶν Ἱπποκράτης, οὔτ’, εἰ καὶ παντὸς μᾶλλον,
4. ἂν ἠκολούθει ἐξ ἀνάγκης, καθ’ ὃ μόριον ἡ ἀρχὴ τῆς
5. τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο
6. γὰρ ἕν τι τῶν ζητουμένων ἐστὶ, τὸ δ’ ἕτερον τῶν ζητουμένων
7. ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ στόμα,
8. στόμαχος, κοιλίη, ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην
9. καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη
10. δὲ τὸ ἧπαρ αὐτὸ, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη
11. φλὲψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται
12. τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβὸς, ὥσπερ τἄλλα
13. τοῦ ζώου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον ἡ καρδία
14. λαμβάνει τὴν τροφήν. οὐ μὴν οὐδ’, ὅταν εἴπωσιν, ὅθεν ἡ
15. χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, εἶτ’
16. ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ
17. πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κᾀνταῦθα πάλιν, εἰ
18. μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι,
1. τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικὸν, οὐκ
2. ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν.
3. Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον
4. λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ
5. ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικὸν, ἐκ δὲ τῆς
6. καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. εἰ δ’ οὐδέτερον μὲν
7. τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι,
8. τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον
9. ὑλικὸν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ Ἱπποκράτους·
10. ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος,
11. πνεύμων καὶ ἡ ἄλλη διαπνοή. οὔκουν οὔτε τούτων τῶν
12. λόγων ἰσχυρὸς οὐδεὶς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον
13. τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ
14. ἡγεμονικὸν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται,
15. ἡ καρδία. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν
16. γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς
17. καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν στόμα,
1. στόμαχος, κοιλίη, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος,
2. πνεύμων· εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι
3. τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ
4. δευτέρου δ’ ἀντιληψόμεθα, φάσκοντες αὐτὸ τὸ ζητούμενον
5. ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς
6. πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως,
7. ἐπειδὰν ἐσθίειν, ἢ πίνειν, ἢ ἀναπνεῖν βουλώμεθα.
8. ὁ Διογένης δὲ τοῦτο λαβών χωρὶς ἀποδείξεως
9. ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον
10. καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. τὸ, φησὶ, κινοῦν
11. τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική
12. τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ
13. τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ
14. προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ
15. ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν
16. οὖν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’
17. οὖν ἐκ τροφῆς, εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ
18. παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν
19. τὸν ἄνδρα, περὶ δὲ τοῦ, ταὐτὸν εἷναι τὸ κινοῦν
1. πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον,
2. ἀντιληψόμεθα. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο
3. περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες
4. *** καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων
5. αἷμά φησιν εἶναι τὴν ψυχὴν, ὡς Ἐμπεδοκλῆς καὶ
6. Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει, καὶ Χρυσίππῳ,
7. καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσας
8. τὴν ψυχὴν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς
9. ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν, εἴπερ τρέφει
10. μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα; ὥστε πρὸς τοῖς ἄλλοις
11. ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος.
12. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ
13. ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ
14. διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ
15. μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος
16. γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ
17. καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι,
1. τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων, ὧν
2. δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ
3. ἀρχὴ τῆς συστάσεώς ἐστιν;