ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΤΡΙΤΟΝ.
1. Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις
2. μόνον, ἀλλὰ καὶ ἰατροῖς, ὅσοι γε μὴ ἀλογίστως ἅπτονται
3. τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων,
4. ὁπόσαι τέ εἰσι κατὰ γένος, ὁποία τέ τις ἑκάστη κατ’ εἶδος,
5. ἐν τίνι τε μάλιστα τοῦ ζώου μορίῳ καθίδρυται, διὰ τοῦ
6. πρώτου δέδεικται λόγου. ὅτι δ’ οἱ κάλλιστα περὶ αὐτῶν
7. ἀποφήναμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσὶν, ἐῤῥέθη
1. μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ
2. ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα, τὰς διαφορὰς
3. ἁπάντων τῶν λημμάτων ἐκθέμενος, οἷς ἐχρήσαντο
4. περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων.
5. ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν
6. ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον λόγον. τέτταρας
7. ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια
8. μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι
9. κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν
10. ὑπαρχόντων μὲν, οὐ μὴν κατὰ τὸ προβεβλημένον τε
11. καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς
12. τούτοις δὲ καὶ τὸ τέταρτον ἀπὸ τῶν σοφιστικῶν λημμάτων,
13. τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένον.
14. οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα, ἀφ’ ὧν ἕκαστον τῶν
15. λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα τῶν χρωμένων
16. αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων
17. ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι
18. τόν τ’ ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν.
1. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι
2. τὸ λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν
3. συμβεβηκότων. καί τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι
4. φήσας, ὡς οὐ δυνατὸν ἀνατρέπειν, ὅσαπερ ὁ Χρύσιππος
5. ἔγραψε περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ
6. ζώου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον
7. ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ’ ἐλλείποντα παρεβίασεν.
8. ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ
9. ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ
10. δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον
11. ὧν ὁ Χρύσιππος εἶπεν ἀνατρέποντας, ἐάσαντάς τε
12. τὰ ἀσθενέστατα, ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα. λέγω
13. δὴ, ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς
14. λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος,
15. ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν
16. τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσὶ λέγει· ἡ ψυχὴ πνεῦμά
17. ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον,
18. ἔστ’ ἂν ἡ τῆς ζωῆς συμμετρία παρῇ ἐν τῷ σώματι.
19. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένον μορίῳ, τὸ
1. διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ
2. δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὰ δὲ εἰς ὦτα ἀκοὴν, τὰ δὲ
3. εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’
4. εἰς ὅλην τὴν σάρκα ἁφὴν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’
5. ἔχον τοιοῦτον λόγον σπερματικὸν, εἰς ὃ δὲ συμβαίνει πάντα
6. ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν.
7. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ
8. δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν
9. ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν
10. θώρακά φασιν εἶναι αὐτὸ, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ
11. τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ
12. θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ
13. τριμερῆ τὴν ψυχὴν φήσας εἶναι, τὸ μὲν λογιστικὸν
14. ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν
15. θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω
16. φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτ’ αἰσθήσεως ἐκφανοῦς
17. γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν,
18. οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο.
1. οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν
2. ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται
3. ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ
4. ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον
5. ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ
6. ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον
7. ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ
8. περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον
9. ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν
10. ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ.
11. καὶ γὰρ, ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο,
12. καὶ ἅ τινα ταῦτα, εἴρηκε, καὶ καθ’ οὕς τινας τόπους ἐν
13. τοῖς ζώοις καθιδρυμένα, καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι
14. περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις. τὰ δ’
15. ἐφεξῆς οὐκ ἔθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι,
16. πρῶτον μὲν εἰπεῖν, ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ
17. Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν
18. αὐτὰ, κᾀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν,
1. οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων, οἵοις ἔθος ἐστὶ χρῆσθαι
2. σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε
3. καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις
4. ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν. ἆρ’ οὖν οὕτως ὁ Χρύσιππος
5. ἔπραξεν, ἢ πᾶν τοὐναντίον; ἐπελάθετο μὲν, ὡς
6. μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης,
7. ἄρχεται δ’ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, ὃ
8. κατὰ μαρτύρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος
9. φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν
10. ῥῆσιν αὐτὴν ᾧδέ πως ἔχουσαν· περὶ ὧν ἑξῆς ζητήσομεν
11. παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν
12. κατὰ ταύτην εἰρημένων λόγων. κοινὴν ἐνταῦθα φορὰν ὁ
13. Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’
14. ἐπιφέρων φησί· καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι
15. ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ
16. καρδίᾳ. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν προχειρημάτων
17. αὐτῶν ᾧδέ πως γράφει κατὰ λέξιν· κοινῇ δέ μοι
18. δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι
1. περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν
2. παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται
3. τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ
4. ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ, ἐκ τῆς καρδίας
5. ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος
6. τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις.
7. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρύσιππου
8. πάνθ’ ἅμα συγχέοντός τε καὶ ταράττοντος. εἰρηκώς τε γὰρ
9. ὀλίγον ἔμπροσθεν, ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα
10. τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’
11. ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς
12. δὲ καὶ τὸ διαβαλεῖν αὐτὰ, κατασκευάζειν εὐθὺς
13. ἄρχεται τὰ δοκοῦντα αὐτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων
14. μνημονεύων, δι’ ὧν δείκνυται τὸ θυμοειδὲς ἐν
15. τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον. οὐ γὰρ δὴ ἐξ ἄλλων
16. πραγμάτων φαινομένων, ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος
17. νῦν, ἐναργέστερον ἄν τις ἀποδείξειεν, ἐκ θώρακός τε καὶ
18. καρδίας ὁρμᾶσθαι τὸν θυμόν. ὡσανεὶ γὰρ, φησὶν, ἀναθυμιωμένου
19. τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς
1. ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπόν τε καὶ τὰς
2. χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν
3. ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς
4. ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν
5. καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ
6. πρόσωπον ἕπεται, καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι
7. τὸ σῶμα, καὶ σφοδρῶς πηδᾷν τὴν καρδίαν σὺν ταῖς
8. κατὰ τὸ ζῶον ἁπάσαις ἀρτηρίαις. ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν
9. τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· τὴν δὲ καρδίαν
10. ἅμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα
11. τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν,
12. ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμουμένου τοῦ λόγου παραγγείλαντος,
13. ὅταν ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν,
14. ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν ὀξέως διὰ
15. πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι,
16. τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνηται
17. ἐπήκοον. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. τῇ δὲ
18. δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ
19. τῇ τοῦ θυμοῦ ἐγέρσει προγινώσκοντες, ὅτι οἷα διάπυρός γε
1. ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴκησις γίγνεσθαι τοῦ θυμουμένου,
2. ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν.
3. ὥστε, ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα
4. γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ
5. πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾷν λέγῃς
6. τὸν θυμόν.