7. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον,
8. εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται,
9. ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ
10. κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον
11. ἐπῶν ποιητικῶν, ὧν ἐφεξῆς γράφεις ὡδί.
14. καὶ πάλιν·
16. καὶ πάλιν·
1. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα
2. τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον
3. μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ
4. ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναι γοῦν
5. ἐπιχειρῆσαι δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε
6. θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ
7. μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου,
8. χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν
9. ἐν τοῖς ἐφεξῆς οὕτω γράφει. τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα,
10. εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι,
11. καὶ νὴ Δία τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ
12. ὅσον τούτοις ἐστὶ παραπλήσιον. οὐδὲν γὰρ ἀναγκαῖον, ἔνθα
13. τὰ πάθη, καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ
14. γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον
15. λήψεται. Πλάτωνος μὲν γὰρ λέγοντος, οὐκ ἐκ
16. ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν,
17. Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα,
18. προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ
1. Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν,
2. προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν
3. τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ
4. ὁ Χρύσιππος ἐποίησεν, ὡς, ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν· τῆς
5. ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν, τοσούτου δεῖ
6. φιλοσόφῳ προσήκειν, ὥστ’ οὐδ’ οἱ ῥήτορες, οὐδ’ οἱ σοφισταὶ
7. πράττουσιν αὐτό· πειρῶνται γοῦν κᾀκεῖνοι πίστεσί
8. τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ
9. ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς, οὔτε ῥήτορσιν, οὔτε
10. διαλεκτικοῖς, οὔτ’ ἀποδεικτικοῖς, οὐδ’ ὅλως οὐδενὶ τῶν
11. πάντων προσήκει. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ
12. Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ
13. τὸν Χρύσιππον οὕτω πειρασθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι,
14. καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν
15. ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν, καὶ θυμὸν, καὶ
16. φόβον, καὶ δειλίαν, καὶ θράσος, καὶ θάρσος, καὶ καρτερίαν,
17. ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς εἶναι,
1. τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ
2. τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;
4. καί·
7. καί·
10. καί·
12. καί·
14. καί·
17. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν, ἀλλὰ τὸ θυμοειδὲς
1. ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι,
2. κᾀν τοῖσδε.
4. καί·
7. καί·
9. καὶ πρὸς τούτοις ἔτι·
11. καί·
13. καί·
15. καὶ
1. καί·
4. καί·
6. καί·
9. καὶ πρὸς τούτοις ἔτι·
12. καί·
15. καί·
17. καί·
1. καί·
4. καί·
6. καί·
9. καί·
11. καί·
13. καί·
15. καί·
17. πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία
1. ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς
2. ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι,
3. πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν.
4. ἀλλ’ ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ’ ἐξ
5. Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ
6. αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων
7. ἕνεκα.
9. καί·
11. καί·
13. ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον.
14. δέον γὰρ, ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους
15. ποιητὰς, καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ
16. μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ
17. Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν
18. μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς
1. αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα, καὶ πᾶν
2. ἐνίοτε κατασκευάζοντα τοὐναντίον, ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων
3. μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’
4. ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας
5. καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ἐν καρδίᾳ περιέχεσθαι,
6. συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα.
8. καί·
10. καί·
12. καί·
14. ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν
15. ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη
16. τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θατέρου
17. ὀλίγα, ἐν οἷς τὸ λογιζόμενον ἐν καρδίᾳ τις ὅσον ἐπὶ
18. τοῖς ποιηταῖς ἐπιδεῖξαι δυνήσεται.