1. Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον,
2. εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν
3. ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι,
4. τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ἂν
5. γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τὸ δ’, ὅπερ ὁ
6. Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος
7. ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα
8. ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε.
11. ταυτὶ γὰρ Ὅμηρος· ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς
12. ἑαυτὸν, ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις
13. ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν
14. αὐτοῦ θερμὸν, ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν
15. ἐπ’ ἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ
16. ἱππεὺς πρὸς ἵππον, ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν,
17. τοῦτον ὁ λογισμὸς πρὸς θυμόν. ἄρχειν μὲν γὰρ ἐν
1. ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς
2. μὲν ἵππου, κυνηγέτης δὲ κυνὸς, λογισμὸς δὲ θυμοῦ,
3. συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν,
4. ἀλλ’ ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον
5. ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀῤῥωστίᾳ
6. δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς
7. δὲ ἰσχυρὸς καὶ ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον
8. ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄῤῥωστον ἢ
9. ἀμαθῆ. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει
10. πάντως ὅ τε λογισμὸς |τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος
11. τοῦ ἵππου· εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο,
12. κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι
13. τὸ χεῖρον, ὥσπερ ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς
14. ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ,
15. παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις.
16. Ὅμηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα
17. μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ
1. δουλεύοντας ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα
2. καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ,
3. πολλάκις μὲν οὕτως ἰσχυρῶς, ὡς μηδ’ ἐξορμῆσαι πρὸς
4. ἄλογόν τινα πρᾶξιν τὸν θυμὸν, ἔστιν ὅτε δ’ ὁρμῶντα
5. μὲν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κᾀν τοῖσδε
6. τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ
7. παραγράψω.
8. εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην
9. θυμοῦ πρὸς λογισμὸν ἀνδρὶ φρονίμῳ, καἰ νίκην μὲν τοῦ
10. λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτὸν, οὐδ’
11. ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειεν ἐκμανθάνειν τοῦ ποιητοῦ.
12. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν
13. ἀχθέντων, οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς
14. γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ
15. θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ
16. τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ
17. δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι
1. τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρὸν, σφοδρότερον
2. αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος
3. ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι
4. πρὸς ἑαυτὸν, καρτέρει κατὰ τὸ παρὸν΄, ὦ γενναιοτάτη καρδία,
5. καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπα,
6. ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους. ἐμοὶ μὲν
7. δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν
8. ἐν τετάρτῳ πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος,
9. ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν,
10. ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε
11. πρὸς τὸν θυμόν. ᾔδει μὲν γὰρ, ὡς ἀνόσιόν τι καὶ δεινὸν
12. ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ
13. τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο, καὶ οὐκ εὐθὺς ὁρμήσασα
14. ἔπραξε τοὖργον. αὖθις δ’ αὐτὴν ὁ θυμὸς, ὥσπερ τις ἵππος
15. δυσπειθὴς νικήσας τὸν ἡνίοχον, ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ.
16. καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’
17. αὖθις ἀνθεῖλκεν ὁ θυμὸς, εἶτ’ αὖθις ὁ λογισμός. ὥστε
18. πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη ὡς συνεχώρησε
1. τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης
2. αὐτήν·
5. μανθάνει μὲν δή πού τι τὸ μέγεθος ὧν μέλλει δράσειν
6. κακῶν, ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναι
7. φησι αὐτοῦ τὸν θυμὸν, καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς
8. τοὖργον ἀπάγεσθαι βιαίως, ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ
9. τὸν θυμὸν ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων
10. ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς
11. ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων,
12. οἷον περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν
13. Ὀδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ. πολλάκις μὲν
14. οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς
15. ψυχῆς κρείττων ἐστὶν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι
16. πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι.
17. καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει.
18. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον, ὡς
1. ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός. ὁρᾶται δ’ ἔν τε πολλοῖς
2. τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς,
3. ἔτι δὲ θηρίων οὐκ ὀλίγοις, καὶ ἀνθρώπων τοῖς θηριώδεσιν.
4. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν,
5. ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε
6. πρὸς ἄλληλα καὶ διαμάχεται, καὶ νικᾷ τῷ χρόνῳ θάτερον,
7. ἐπ’ Ὀδυσσέως μὲν ὁ λογισμὸς, ἐπὶ Μηδείας δ’ ὁ
8. θυμὸς, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς, ἢ, εἰ μὴ μόρια,
9. πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε
10. μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὔτε δυνάμεις ἀλόγους
11. ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ
12. Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν
13. δόξαν αὐτοῦ. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι
14. μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη
15. πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν
16. ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ
17. ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν
18. ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν
1. συνίστασθαι μαρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις
2. ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον,
3. τὴν δὲ λογικήν. ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα
4. παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν,
5. οὕτω ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ
6. Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει
7. παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ
8. ὅταν εἴπῃ Τυρταῖον λέγοντα·
10. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμὸν, ἀκριβῶς ἅπαντες ἄνθρωποι
11. καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν
12. Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ
13. τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γὰρ, ὡς οἴεται, τῶν ἀλόγων
14. ζώων οὔτε τὸ θυμοειδὲς, οὔτε τὸ ἐπιθυμητικὸν, οὔτε τὸ
15. λογιστικὸν ἔχει, ἀλλ’, ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον
16. γράμμα, παρὰ πᾶσαν τὴν ἐνέργειαν ἀφαιροῦνται τῶν εἰρημένων
17. ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε,
1. καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ἁπλῶς εἰπεῖν
2. ἅπαντες οἵ ποιηταὶ σφοδρότατον ἔχειν φασὶ τοὺς λέοντας
3. τὸν θυμὸν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος,
4. εἰκάζουσι λέοντι, καὶ χωρὶς δὲ τῶν ποιητῶν
5. ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν.
6. οὕτως οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν
7. οὕτως ἐγκελευόμενοι· καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται
8. συμπίπτειν τῷ Χρυσίππῳ. τῶν γὰρ ἀπὸ τῆς φύσεως
9. αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν
10. ἑκάστοτε, καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει
11. μαρτύρων τὸ νικᾷν θέμενος, ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται
12. προπαραδίδοται.