13. Καὶ γὰρ οὖν, ὅταν εἴπῃ, διὰ τοῦτο λέγεσθαί
14. τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ
15. ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν
16. ἄξιον τἀνδρὸς, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς
17. λεγομένοις, ὡς γνωρίζειν, ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ
18. ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας,
1. ἐπειδὰν σκώπτωσιν, οὐκ ἔχειν ἐγκέφαλόν φασιν, τοὺς ἀτόλμους
2. δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. ἐξελέγχεται
3. τοίνυν κᾀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν
4. ἐπικαλεῖται μαρτύρων, ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων
5. εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ
6. Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον, ἢ τίνι
7. διανοίᾳ λέγουσιν οἱ πολλοὶ, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸ
8. ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ᾧδε. παραβάλλουσι δὲ
9. τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς
10. ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ
11. ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν
12. τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων
13. τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν
14. κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον
15. λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου, ἤτοι
16. κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον
17. ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. ἡ μὲν ῥῆσις
18. αὕτη. χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις
1. ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις.
2. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ
3. τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τὸ, ΛΑΒΕ
4. ΜΗΔΕΝ, ΚΑΙ ΚΡΑΤΕΙ ΚΑΛΩΣ. ἔγωγ’ οὖν ἐν
5. πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις, ἐν αἷς
6. ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν,
7. οὐδαμόθεν τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως, ὡς κατὰ τήνδε
8. τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν. αἴνιγμα γάρ ἐστιν ὁ
9. λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ
10. μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν
11. οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός
12. ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ
13. τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν
14. δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς
15. δυνάμεως ἑπόμενον. καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος
16. αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν
17. τοὺς λόγους οὐκ ὀκνεῖ. τὸ δὲ τῆς βραχυλογίας ἄηθές
18. τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα
1. λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων.
2. βούλεται γὰρ, οἶμαι, παρατρέχειν αὐτὸ διὰ ταχέων,
3. ἄλλο ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν
4. τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν
5. οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας,
6. ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα,
7. καὶ μὴ παρεληλυθέναι τελέως αὐτὸ, μηδὲν δὲ
8. ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν.
9. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν,
10. ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ ταὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ
11. πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν.
12. ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους,
13. ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ
14. ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ
15. οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε
16. πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν, ἀλλ’ ἕτερον μέν
17. τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτὸ, τῶν ἐσωτερικῶν
18. ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς
1. ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες
2. σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν,
3. οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους.
4. καίτοι τά γ΄ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν
5. διεξέρχονται μακρῶς. ἀλλ’ ὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον
6. ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες
7. τὰ βιβλία ταχέως θ’ ἅμα καὶ σαφῶς παρατρέχουσιν,
8. οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου
9. μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται,
10. προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς,
11. ἤπερ ὁμολογοῦντες νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους
12. τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν
13. ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους
14. ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ’
15. ἀπελίπομεν, ἐκεῖσε πάλιν ἐπανέλθωμεν. ἐμπλήσας ὁ Χρύσιππος
16. ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων, καὶ
17. Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς
18. τούτοις ἐκ τῆς τραγῳδίας, καὶ παρὰ Τυρταίου, καὶ τῶν
1. ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μὴ συνεὶς τῆς
2. θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας, (τοῦτο γὰρ αὐτῇ
3. μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα,) ταῦτα κατὰ λέξιν ἐπιφέρει·
4. ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν
5. δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους
6. ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. καλῶς εἶπες, ὦ Χρύσιππε,
7. ταῦτα, κάλλιον δ’ ἦν, εἰ μὴ μόνον εἶπες, ἀλλὰ καὶ
8. παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί
9. γὰρ ἂν εἴη γραωδέστερον, ἢ ἀδολεσχότερον, ἢ γραμματιστῇ
10. πρεπωδέστερον, ἢ πόῤῥω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως
11. προσηκούσης ἀνδρὶ φιλοσόφῳ, τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς
12. εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ
13. ἀποῤῥῖψαι παντάπασιν, οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται
14. προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς
15. ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν,
16. ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς
17. ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι,
18. καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον, καὶ τί
1. λέγουσιν αἱ γυναῖκες, γράφειν, οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς
2. καλεῖ μάρτυσιν εὐτυχοῦντα; καὶ γὰρ οἱ ποιηταὶ καὶ κατ’
3. αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν
4. οὐκ ἔγραψε ποιητὴς, ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ
5. τῶν ζώων ἀνθρώπου σφοδρότερον; τίς δ’ ἰδιώτης οὐχ οὕτω
6. χρῆται τοῖς ὀνόμασιν, ὡς τὸ Πλάτωνος βούλεται δόγμα,
7. τὸ μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον
8. ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος, ἐπειδὰν
9. εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς
10. ἀνόητον εἰποῦσιν, ἀνεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων
11. αὐτοὺς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν
12. ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ
13. ἐλεοῦντας μηδένα, μήτε φιλοῦντας, μήθ’ ὅλως φροντίζοντας
14. ἢ ἐπαινούντων ἢ ψεγόντων, ἢ ἀδικούντων ἢ ὠφελούντων,
15. ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; οὓς
16. γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν,
17. ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους,
18. ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας. ἐπεὶ δ’ ἐστὶν καὶ τρίτον τι
1. σπλάγχνον, τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς,
2. καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν
3. κινήσεων, εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ
4. ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ
5. τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος
6. ὀρθῶς ὀνομαζόμενος. ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος
7. λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως
8. μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις
9. τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην
10. μὲν γὰρ προτίθεται τὴν γυναῖκα, καὶ θυμικωτάτην ἅμα
11. καὶ λογίσασθαι δεινήν. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ
12. τῆς ψυχῆς, εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται,
13. τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν
14. ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ
15. καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ
16. τῆς σφοδρότητος, οἷά περ τοὺς παῖδας ἐμήνισεν, οὐ
17. σμικρὰ γνωρίσματα· τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, (ὑποτίθεται
18. γὰρ κᾀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν,)
1. οὐ σμικρὰ σημεῖα τὰ πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς
2. ἐπινοηθέντα, καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται, καὶ στέλλουσα
3. καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων.
4. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε·
8. αὕτη μὲν οὖν μεγαλόσπλαγχνος, ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος,
9. ᾧ φαῦλα, καὶ μικρὰ, καὶ βραδυκίνητα, καὶ δυσκίνητα
10. τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων
11. ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται
12. δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐκ ἐνδέχεταί τινα
13. διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως
14. ἁπάσης ἀδολεσχίας. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τοῦ
15. Χρυσίππου προσχυθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν
16. ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνὰς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα
17. πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων.
18. οὐχ ὅπως γὰρ Εὐριπίδης, ἢ Τυρταῖος, ἤ τις ἄλλος ποιητὴς,
1. ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ
2. δόγματος ἁπάσης ἀποδείξεως χωρὶς, ἀλλ’ οὐδ’ αὐτὸς ἁπάντων
3. ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ
4. ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων. οὐδὲ γὰρ ἂν ῥαγεῖεν
5. ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν, οὐδ’ ἂν ὑπὸ
6. φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν
7. Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβάλλεσθαί ποτε δυνήσονται
8. τοῦ Πλάτωνος, ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον.
9. ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς
10. ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων
11. ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν, ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν.
12. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων
13. ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς,
14. οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε
15. καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας, οὓς εἰ καὶ ζῶντας
16. ἤρετό τις περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν,
17. ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδὲν ἐπαΐειν αὐτῶν,
1. αὐτοὶ δὲ μᾶλλον ἂν, οἶμαι, παρὰ Χρυσίππου τι μαθεῖν, ἢ
2. παρ’ αὐτῶν ἀποδεικνύειν ἠξίωσαν. εἶτα δηλαδὴ Χρύσιππος
3. ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτοὺς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς,
4. ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς
5. ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς
6. κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ’
7. εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους
8. τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν, οἶμαι,
9. σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας
10. ἑαυτῶν. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν
11. ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γὰρ
12. μάρτυρας, ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην
13. κᾀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι
14. μέγιστα σφαλλόμενον. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν
15. ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων,
16. οὔτε ἀντεῖπεν, οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν, οὔτε
17. οἶδεν, οὓς χρὴ καλεῖν μάρτυρας. ἐπεδείξαμεν οὖν ἤδη καὶ
18. διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας
1. τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία
2. τἀνδρὸς, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν
3. λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον ἀποκρύπτοντος, ἀλλὰ καὶ
4. μαρτυρεῖν ὑπολαμβάνοντος.