5. Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων,
6. ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν
7. αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παρελθεῖν.
8. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα
9. πώς ἐστιν, ἔχουσαν ᾧδε. τῆς μὲν οὖν ὀργῆς γιγνομένης
10. ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι,
11. καὶ ἤδη τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσα
12. τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ
13. τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι
14. τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ, ἵνα πάντες
15. ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινὲς τὸν
16. θυμὸν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι λέγοντές τε
17. καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα, καὶ μὴ καταπίνεσθαι
18. κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεσθαι,
1. καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ
2. ῥηθὲν, ἀπῆλθεν ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους,
3. ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρειν ἔφησεν, ἀλλ’
4. οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν
5. οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων,
6. εἰ μὴ περὶ τὸν θώρακα τὸ |ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ
7. ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ
8. γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν. ἀναβαίνειν
9. δ’ ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων, καὶ οὐ καταβαίνειν
10. τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως
11. καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν
12. θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν
13. κεφαλὴν, ἀλλοτριώτερον. ἐν τούτοις πάλιν ὁ Χρύσιππος
14. οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ
15. ἀναβαίνειν τὸν θυμὸν, ἢ καταβαίνειν τὴν χολὴν, ὅσα τ’
16. ἄλλα τοιαῦτα λέγεται, μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ
17. ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ
18. κεφαλῇ τὸν λογισμόν. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ
1. καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς, οὐκ
2. ἐπειδὰν μὴ παρακολουθῶσι, μηδὲ μανθάνωσι τῶν λεγομένων,
3. ἐπειδὰν λέγηται μὲν τινα ὡς ὀργὴν, ἢ λύπην, ἢ θυμὸν,
4. ἤ τι τοιοῦτον πάθος ἐγκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν
5. ὁ ἀκούων, μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ
6. ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος
7. τοιᾶσδ’ ἑτέρας μέμνηται. αἱ δὲ γυναῖκες καὶ μᾶλλόν
8. τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς
9. τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ
10. κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ᾧδε τὰ
11. εἰρημένα. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές
12. ἐστιν, δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε
13. γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ, καὶ μὴ, ὥσπερ τὰ πρόσθεν,
14. τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας,
15. ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι
16. κᾀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς
17. γυναῖκας μάρτυρας. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως, οὐδ’
1. ὀρχοῦνται ταῖς χερσὶν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι
2. τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας, ἢ ἀπειλῆς, ἤ τινος
3. τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι, μήτε θυμοῦσθαι, μήθ’
4. ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν, οἶμαι, λανθάνει τὸν Χρύσιππον.
5. ἀντιφθεγγόμενος γοῦν κᾀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον
6. ὡδί πως γράφει. ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν
7. τὰ λεγόμενα, εἴτε ἀπειλὰς, εἴτε λοιδορίας, ὥστε καθικέσθαι
8. καὶ ἅπτεσθαι αὐτῶν, καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν
9. ἀπὸ τῆς φορᾶς ταύτης, καὶ βαθείας τινάς φαμεν
10. εἶναι, τὸ διὰ μηδὲν τῶν τοιούτων ἐφικέσθαι καταβῆναι
11. αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων
12. λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα,
13. καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ. προσέῤῥιψε δὲ
14. τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ. τὸ μὲν
15. γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα, καὶ τὸ μαχόμενον
16. ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον·
17. τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε
1. θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς
2. ἐφεξῆς ὁ Χρύσιππος λέγει. μεταξὺ δὲ ταύτης τῆς τε νῦν
3. γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ
4. τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς
5. τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν· ἔχει δὲ ᾧδε. τούτοις δ’
6. ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς, καὶ
7. ἔτι τὸν βαθὺν λέγομεν πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις,
8. καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα
9. ἐστὶ, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν
10. ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων,
11. οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. τοῦτο
12. τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον
13. ἀποπτύσαι, καὶ ἐκπτύσαι, καὶ ἐκβαλεῖν, καὶ ἀποῤῥῖψαι,
14. καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι
15. μοχθηρῶν. εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο
16. πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι, καὶ ἀποῤῥῖψαι,
17. καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις
18. ὁμοίως ἔχον. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν
1. τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ
2. ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν,
3. οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων,
4. ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν, ἃς ἐκεῖνοι γράφουσι, διδάσκοντες
5. ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν.
6. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν, οἴων ὁ Χρύσιππος
7. ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ
8. πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν
9. ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος
10. ἐκταθείη τὸ βιβλίον. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων,
11. ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος
12. ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ
13. παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις
14. μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’
15. ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον.
16. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε
17. αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται
1. λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ
2. δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ
3. πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους,
4. οἳ τὸ πιθανὸν ἔχουσι, καὶ οὐχὶ ἀπόβλητοι τελέως
5. εἰσὶν, οὐδὲ γυναῖκας, οὐδὲ ἰδιώτας, οὐδὲ ἐτυμολογίας, ἢ
6. φορὰς χειρῶν, ἢ ἐπινεύσεις, ἢ ἀνανεύσεις κεφαλῆς, ἢ ποιητὰς
7. ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι,
8. μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα.
9. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι, μηδ’ ὅσα παντάπασιν
10. ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς,
11. ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, ἐπιδεῖξαί
12. τε πρὸς τὸ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν
13. δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα
14. ταῦτα κατὰ τόδε τὸ βιβλίον. περὶ μὲν δὴ τῆς φωνῆς
15. οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε, σύμπαντα τὸν τόπον
16. ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὅσα
17. δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου
18. βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ
1. τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅτε ἐφαπτόμεθα τῶν
2. στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ
3. φωνὴν, ἃ δὴ κᾀντοῖς ἐτυμολογικοῖς εἶπεν ἔχειν τι φάσκων
4. αὐτὰ δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην
5. ἐν αὐτῇ συλλαβὴν, ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε
6. κάτω γένυν καὶ τὸ χεῖλος. εἴρηταί μοι καὶ περὶ τούτων
7. ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κᾀν τοῖς
8. περὶ ὀνομάτων ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι
9. καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας
10. ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα
11. κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ᾧδέ πως ἔχοντα.
12. τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία
13. κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι
14. τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία
15. λεγομένη. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι
16. τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε
17. Χρύσιππε, οὐ μὴν ἀπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν.
1. οὐ γὰρ ἄρχειν αὐτὸ καὶ δεσπόζειν τῶν ἄλλων ἡ
2. φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικήσαι τὰ κατὰ τὸν
3. ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ
4. καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις,
5. ὁ Χρύσιππος τάδε γράφει. ὁρμῶμεν κατὰ τοῦτο τὸ
6. μέρος, καὶ συγκατατιθέμεθα τούτῳ, καὶ εἰς τοῦτο συντείνει
7. τὰ αἰσθητήρια πάντα. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν
8. ἐστι, καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτὰ,
9. τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα
10. τῶν Στωϊκῶν. ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν,
11. ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη
12. περὶ τῶν αὐτῶν ἀπεδείξαμεν, ὡς οὔτε κατὰ τὴν καρδίαν
13. γίγνεται, καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχὴ, καὶ διὰ
14. τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκ ἔτ’ ἂν οἶμαι
15. δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ
16. τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. ταυτὶ μὲν οὖν τὰ κεφάλαια,
17. τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων
18. ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν,
1. ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ, μηκύνει περιττῶς.
2. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς,
3. ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα.
4. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιον ἐξηγεῖται προσηγορίαν,
5. ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι
6. καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου
7. μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ᾧδε. κατὰ τοῦτο καὶ
8. εὐκάρδιοι λέγονταί τοι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ
9. καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν
10. τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. ἐν ταύτῃ
11. γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν, ὡς
12. οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν
13. καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς
14. οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς.
15. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν,
16. ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως
17. τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν· ὡς ἂν κατὰ τὴν καρδίαν
18. τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. οὕτως ἐν
1. ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη
2. τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων,
3. οὐ τὸ λογιζόμενον, ἢ ἐπιστήμην δεχόμενον,
4. ἢ ἀλήθειαν σπουδάζον. οὕτω δὲ κᾀπειδὰν ἐπιφέρων εἴπῃ,
5. τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν
6. οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι,
7. μαρτυρεῖ κᾀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. καὶ
8. διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται
9. κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται
10. τῆς ψυχῆς. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας
11. ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ,
12. οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις
13. ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὅ καὶ συνιζάνουσιν
14. εἰς αὑτοὺς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικὸν,
15. καὶ κατὰ τὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. καὶ τὰ τῆς
16. λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου
17. συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ
18. τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδείς
1. ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα.
2. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου
3. λέγεσθαι, καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ
4. μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν
5. ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους, καὶ τὰς λύπας,
6. καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι,
7. ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται
8. τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ
9. καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν. ἐκεῖνο
10. δ’ ἐπισκέπτεσθαι χρὴ μόνον, ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν
11. εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα.
12. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς, ἐναργῶς ἐπιδείκνυται
13. δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον
14. ἐν τῇ καρδίᾳ. ἡμεῖς δὲ εἰ περὶ τοῦ λογιζομένου
15. παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν
16. ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον
17. ὑπάρχειν αὐτὸ, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ
1. Ἱπποκράτους ἀποδειχθήσεται δόγμα, τὰς ἀποδείξεις ἀμφοτέρας
2. ἡμῶν συνθέντων;
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 3.5, ed. Kühn, 1823, vol. 5, p. 321-333. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩