Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 3.6, ed. Kühn, 1823, vol. 5, p. 333-335. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:3.6

3. Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ
4. λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων,
5. ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι,
6. τὰ λήμματα δεικνὺς, ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον.
7. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων
8. καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν
9. τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι. καὶ δὴ τὰ
10. ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα
11. διήλθομεν ἔμπροσθεν. ἦν δὲ καὶ τούτων κεφάλαια ταῦτα·
12. πρῶτον μὲν, ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ
13. προαίρεσιν ἅπασι τοῖς τοῦ ζώου μέλεσι παραγόντων ὀργάνων,
14. ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν
15. συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν· ἔπειτα δ’,
16. ὅτι, θλιφθεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον
17. κοιλιῶν, ὅλον τὸ ζῶον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν
18. ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας, οὔτε ἡ κατὰ τὴν
1. καρδίαν κίνησις, ὥσπερ γε κᾀπειδὰν ὁμοίως τὴν καρδίαν
2. διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται,
3. τὸ δὲ ὅλον ζῶον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε
4. κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον. ἐπεδείξαμεν δὲ καὶ ὡς
5. οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’
6. ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν
7. κινητικῆς, οὔθ’ ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς,
8. ἀλλ’ ἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως
9. οἷον πηγή τις. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ
10. τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον
11. ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος, ἕτοιμον
12. παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι
13. τὸ ζῶον, καρδίας δὲ, συγκοπῆναι μὲν καὶ ἀπολέσθαι,
14. τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν. εἴπερ οὖν οὕτως
15. ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες, ἐκ καρδίας
16. πεφυκέναι τὰ νεῦρα, λέγειν μὲν δύνανται τοῦτο καὶ
17. γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν,
18. οὐ μὴν ἐπί γε τῶν ζώων ἐναργῶς δεικνύναι.
1. τὴν μὲν γὰρ λεγομένην ἀρχὴν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν,
2. ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δὲ Χρύσιππος ἐπὶ
3. πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι
4. δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι, καὶ
5. τὸ φοβεῖσθαι, καὶ τὸ λυπεῖσθαι, καὶ πάνθ’ ὅσα τοῦ θυμοειδοῦς
6. τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.

Cliquer un n° de page pour en afficher l’image