Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 3.7, ed. Kühn, 1823, vol. 5, p. 335-348. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:3.7

7. Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ
8. γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος
9. ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως
10. πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μόνου τὰς δυνάμεις ἀμφοτέρας
11. λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν, ἢ παραμυθίαν, ἢ
12. πιθανότητα τῷ λόγῳ προστιθεὶς, ὡς ἐξ αὐτῆς φανερὸν
13. ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης. ἀτόπως
14. οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν
15. λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας,
16. ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ
17. καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει
18. περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γὰρ, ὅταν τὸν
1. πόδα πονῶμεν ἢ τὴν κεφαλὴν, περὶ τούτους τοὺς τόπους
2. ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν
3. λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης
4. οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ
5. αὐτῆς γινομένης. πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι
6. τῷ Χρυσίππῳ καθ’ ἕκαστον ὧν ἐρωτῶ κεφαλαίων, εὐθέως
7. ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ, τὴν
8. λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν.
9. εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν,
10. εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον,
11. καὶ φήσομεν, ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας
12. εἶναι τῷ γένει, μᾶλλον δ’, εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν
13. τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας τε καὶ ἀλγηδόνας
14. οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα
15. οὐδὲ στύλον, οὐδ’ ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι
16. καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα. τὸ δ’ ἐν τῷ
17. ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ’ οὐκ ἔτι τῷ
18. Χρυσίππῳ συγχωρήσομεν αὐτῷ τὴν ἀλγηδόνα κατά γε τὸ
1. ἡγεμονικὸν συνίστασθαι. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ’
2. ἓν καὶ ταὐτὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις.
3. καίτοι τί λέγω καθ’ ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς
4. Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς
5. Ἀριστοτέλην, συγχωροῦντα μὲν, εἶναι πλείους δυνάμεις ἡμῶν
6. ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε
7. καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι
8. βούλεται καρδίαν. ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις
9. αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι
10. δυνάμει θυμοῦσθαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ
11. λογίζεσθαι. οὔκουν οὐδ’ ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτὸ,
12. καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας,
13. ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζώου καὶ τὸ θυμοειδές
14. ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν. τὸ τοίνυν
15. πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν
16. ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ’ αὐτοῦ καταστήσασθαί
17. τε καὶ ἀποδεῖξαι. τοῦτο δ’ ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως
18. ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε
1. καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν. ἡμεῖς μὲν γὰρ ἐπί
2. τε τῶν ἄλλων ζώων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα,
3. καὶ προσέτι τῶν παίδων οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται,
4. θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία
5. δουλεύουσι. καὶ ἡμῶν γ’ αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα
6. χρώμενος ἥκιστ’ ἐπιθυμητικός τ’ ἐστὶ καὶ θυμικὸς,
7. ὁ δ’ ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς μορίων ἀρχόμενος
8. ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δ’ ἀναμνηστέον
9. ἐν τούτῳ τῆς Εὐριπίδου, καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν
10. οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια,
11. δηλοῦντα σαφῶς, ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ
12. σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου
13. τὸ χεῖρον. καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ’ ἐστι
14. γινόμενα κατὰ τὴν ψυχὴν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ θυμοειδεῖ
15. μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. ὁ δὲ Χρύσιππος
16. ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων
17. ζώων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα, μηδ’ ἐπιθυμεῖν
18. φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν
1. εἴρηται· ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν,
2. οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ
3. φαινόμενον ἀποφαινόμενοι πάντες. εἰρήσεται δέ μοι καὶ
4. περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ
5. τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον
6. οὔτε τοῖς ἐναργέσιν οὔτ’ ἀλλήλοις λέγουσιν, οὔθ’
7. ἕκαστος ἑαυτῷ. περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς
8. λόγον τὸν δ΄ διελθεῖν· οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ’ ὅπως
9. παρενέπεσε διὰ τὰς τῶν Στωϊκῶν ἔρεις ἀξιούντων, μὴ ὅσα
10. τῶν ὑπὸ Χρυσίππου γεγραμμένων, ἀλλὰ πρὸς ἅπαντα τὴν
11. ἀντιλογίαν ποιεῖσθαι. ἐγὼ δ’ ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος
12. ᾔσθετο περιττῶς εἰρημένων ὑφ’ ἑαυτοῦ, καὶ τάχ’ ἄν τῳ
13. δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς
14. ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ’ ὅλως
15. μνημονεύειν. τὰ δ’ ἄλλα σύμπαντα δίχα τέμνων, ἐν
16. μὲν τῷ πρὸ τούτου διῆλθον, ἅπερ ἦν ἁπάντων ἰσχυρότατα,
17. τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις
18. ἐγνώκειν ἀναθεῖναι κατὰ τόδε τὸ γ΄ τῶν ὑπομνημάτων.
1. τοῦτο μὲν οὖν, ἐὰν ὁ θεὸς ἡμᾶς σώζῃ, πάντως πράξομεν.
2. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν
3. ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς
4. ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν
5. τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ
6. ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι, καθ’ ἣν ἔτι φορὰν
7. καὶ τὰ τοιαῦτα λέγεται πάντα. ἡψάμην σου τῆς καρδίας
8. ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας λέγομεν, οὐχ
9. ὡς ἀντιπαρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν
10. σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις
11. παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν
12. τις ἔφη, τῶν ἐντός σου ἅπτομαι διϊκνουμένης τῆς κακοποιΐας
13. ἐπὶ τοσοῦτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα.
14. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον, ὅτι καὶ
15. ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν, ἀλλ’ ἰδιώτας ἐπικαλεῖσθαι
16. μάρτυρας, οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ
17. τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον
18. ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον·
1. ὅθεν οὐδ’ ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν, ὁμοίαν
2. ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα. μετὰ δὲ
3. τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ
4. τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται
5. πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν εἴρηται.
6. μετὰ δὲ ταῦτα τοιάνδε τινα γράφει ῥῆσιν· κατὰ τοιάνδε
7. μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός
8. τινας φερόμενοι ὁρμᾷν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν
9. φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων
10. ὁμοειδῶς φέρονται. ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ’
11. ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος.
12. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς
13. ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν, ἢ κατάξαι τὴν κεφαλὴν,
14. ἢ συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε
15. καὶ τὴν καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι.
16. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε
17. τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἄλλους
1. ἀπειλοῦσιν οἱ ἄνθρωποι. καί πού τις εὐχομένη παρὰ τῷ
2. ποιητῇ γυνὴ τάδε λέγει·

3. — — τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
4. Ἐσθέμεναι προσφῦσα — —

5. τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα,
6. φίλτατε Χρύσιππε, καὶ ταῦθ’ Ὅμηρον ἔχοντες μαρτυροῦντα,
7. τηλικοῦτον ποιητὴν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον, ἢ
8. τοῖς ἰδιώταις; οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ
9. ταῦθ’ ὑπὲρ ἥπατος ἔγραψε·

10. Καὶ Τιτυὸν εἶδον γαίης ἐρικυδέος υἱὸν
11. Κείμενον ἐν δαπέδῳ, ὃ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα.
12. Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον
13. Δέρτρον ἔσω δύνοντες, ὃ δ’ οὐκ ἀπαμύνετο χερσί.
14. Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
15. Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

16. ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται, τὸ τῆς ψυχῆς
17. ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. διότι γὰρ, φησὶν,
1. ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητὼ, διὰ τοῦτο γῦπες
2. αὐτοῦ κείρουσι τὸ ἧπαρ, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι
3. τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν
4. Χρύσιππον, ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν
5. δόξαν. ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν, ἢ καθ’ ἑαυτοῦ καλεῖ
6. τοὺς μαρτυρήσαντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν
7. ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων,
8. ὥσπερ γε κᾀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι·
9. καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται
10. γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν
11. μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους. ἐφ’ ἑκάστῃ
12. τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει· τί οὖν,
13. ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικὸν, ὑπὲρ οὗ ζητοῦμεν;
14. οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις
15. ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα
16. τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον
17. ἐνταῦθά ἐστιν. ἐφεξῆς δὲ τούτων τάδε γράφει· εὖ
18. μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν
1. αὐτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων.
2. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον
3. ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ λέγειν
4. ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο. ἀληθῆ ταῦτα γράφεις,
5. ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν, ἢ |καὶ
6. μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτό ἐστι τὸ λογιζόμενον.
7. ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν
8. ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ
9. μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον
10. ἡγεῖσθαί τι παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν
11. ζητουμένων εὕρεσιν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὐχ ὁμολογήσει,
12. καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα, κατὰ τοῦτο τὸ μόριον
13. εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον,
14. ἀλλ’ εἰ καρδία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ
15. ἀπέδειξας, εἰ μή πω ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν
16. λογιζομένου. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα
17. κατὰ λέξιν ᾧδε. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος
18. ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν
1. λοιπῶν συντέτευχε, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις
2. συλλογίσαιτο τοῦτο, οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία
3. προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. ὁ ταῦθ’ εἰπὼν
4. Χρύσιππος, εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι, τῶν
5. διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων,
6. οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι, καὶ καταψεύδεσθαι τῶν
7. ἐναργῶν. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνὴρ, ὥστ’ οὐκ ἂν εἴποι δι’
8. αἰσθήσεώς τινος ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων
9. ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως,
10. ἀλλὰ δι’ ἀποδείξεώς τινος ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς.
11. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι.
12. τεκμαίρομαί δὲ καὶ ἐκ τῶν ἐπιφερομένων. ἀπὸ
13. γὰρ τῆς διανοίας, φησὶ, δεῖ λέγειν, καὶ ἐν ἑαυτῷ λέγειν ἢ
14. φωνὴν διεξιέναι, καὶ καρδίαν νοεῖσθαι, καὶ ἐν ἑαυτοῖς
15. φωνὴν διεξιέναι, καὶ ἐκτὸς ἐκπέμπειν. ὁμολογούμενον γάρ
16. τι λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν
17. ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων, αὐτὸ τῆς καρδίας ἔργον
18. εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον, ἐν τῇ καρδίᾳ
1. γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ
2. τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον
3. ὑπὲρ τοῦ τὴν φωνὴν ὑπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν
4. ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου
5. λόγος ἅμα ἐκείνῳ συνανῄρηται. ἐπισκεψώμεθα οὖν
6. ἤδη τὸν ἑξῆς. οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν
7. προΐενται. καὶ τοὺς στεναγμοὺς, ὦ Χρύσιππε, καὶ
8. τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ
9. τοῦ πνεύμονος, οὐ μὴν οὐδ’ ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ
10. τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων
11. ἐν ἑτέροις οὐχ ἁπλῶς, οὐδ’ ὥσπερ ὑπὸ σοῦ νῦν, οὐδεμίαν
12. ἀπόδειξιν προσθέντος. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ
13. Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν
14. ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα,
15. περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου
16. πρὸς ἑαυτὸν, ἣν ὲν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ
17. περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον.
18. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον
1. ἐχουσῶν ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν
2. παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς
3. περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτὰ,
4. καθάπερ καὶ δεῖ ποιῆσαι. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ
5. μὲν, ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς
6. καὶ τὸ ἐπιθυμητικὸν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι
7. φησὶν, ὅπερ Ἀριστοτέλους ἐστὶν, οὐ τῶν Στωϊκῶν
8. δόγμα. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν, ἐν οἷς ὁ ποιητὴς ἐν
9. τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’
10. ἐπιφέρει· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων
11. ἐμφαίνει·

12. Οὐ γὰρ πώποτέ μ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
13. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.

14. εἶτ’ ἐφεξῆς· ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τά
15. τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

16. Ἥρης δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

17. καί·

18. Χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.

1. ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ, δυνάμεις
2. τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν
3. ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων,
4. ὡς ἔφην, ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι. τὰ δ’ ὑπόλοιπα
5. τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν, ἐνταῦθά
6. που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον.
7. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί
8. τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις
9. συνέζευκται, διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον
10. ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ
11. τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς
12. ἠδολεσχημένα.

Cliquer un n° de page pour en afficher l’image