13. Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ
14. καὶ ταῦτ’ ἔδοξε προσθεῖναι, τά τ’ ἄλλα τὰ προηγούμενα
15. διῆλθον, ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.
16. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ
17. δόγμασι τὸν περὶ τῆς θεᾶς μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς
18. ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει· παραγράψω γὰρ
1. ἅπασαν τὴν ῥῆσιν αὐτοῦ, εἰ καὶ μακροτέρα πώς ἐστιν.
2. ἀκούω δή τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ
3. κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν
4. Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς
5. γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ
6. ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι
7. μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί·
8. πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’, ὡς ἐμοὶ
9. φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ
10. ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν ἐν τοῖς ἐνεστῶσι ζητήμασι.
11. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς
12. αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ
13. τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις,
14. τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν
15. αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διὸς, δεύτερον
16. δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων
17. τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ
1. τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον,
2. ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’
3. αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ
4. ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς
5. λόγους ἐστίν. διαφέρουσι δ’ ἐν τῷ, πῶς ταῦτα συνετελέσθη,
6. πρὸς τὸν ἐνεστῶτα λόγον, ὅθεν ὡς ὄντος τοιούτου. τὸ
7. γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ
8. ἐνεστῶτα. λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω·
15. εἶτα προελθών φησιν οὕτως·
1. στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν,
2. καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ
3. τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ
4. τὰ λεγόμενα·
6. ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε
7. γράφει. τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν,
8. ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ
9. Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν
10. βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι,
11. καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν
12. φαμέν. διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται,
13. καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν
14. καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν’ εὔλογον ἐν αὐτῷ
15. παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ
16. ὑπὸ τῶν ἐπιστημονικῶν τικτόμενα ἐν αὐτοῖς. πῶς δ’ ἂν
17. ἐκπορεύοιτο, καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν.
18. φανερὸν γὰρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν
1. κεφαλὴν ἐξ ἴσου, οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον
2. προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί
3. τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς
4. λέγεται γενέσθαι τῶν τοιούτων παραλλαγῶν κατὰ
5. σύμβολον γινομένων πλειόνων, καὶ χωρὶς δὲ τῆς ἱστορίας
6. ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν
7. κεφαλὴν, τὰ παραπλήσιά τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ
8. φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ
9. παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ, γινομένην δ’
10. ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν
11. ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ
12. κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον
13. λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’
14. ἐστὶ πάνυ μακρὰ, καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς
15. ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι
16. διὰ βραχέων εἰπεῖν, ἃ βούλεται δηλοῦν. οὐ μάχεταί μοι,
17. φησὶν, ὁ μῦθος λέγων, ἐκ τῆς Διὸς κεφαλῆς γεγεννῆσθαι
18. τὴν Ἀθηνᾶν, φρόνησιν ὑπάρχουσαν. οὐ γὰρ αὐτὸ τοῦτο
19. μόνον εἴρηται κατ’ αὐτὸν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν
1. ὁ Ζεὺς, καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος, τὴν γεννηθεῖσαν
2. ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι
3. δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας
4. ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ
5. φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξίασιν.
6. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον
7. μόνον, ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν
8. ἅπαν ὀνομάζεσθαι κεφαλὴν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί
9. τινος λέγομεν τὴν κεφαλήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος
10. τοῦ Διὸς, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι
11. τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι, τοιούτων
12. παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐν τούτοις
13. τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς
14. τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου, προσαρμόττων
15. αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ
16. κυριώτατον τοῦ λόγου παντὸς, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι,
17. μάλιστα διὰ ταχέων παρέδραμεν, ὡς κᾀν τοῖς
18. πρόσθεν ἐποίησεν ἐξηγούμενος, ὅπερ οἱ πολλοὶ λέγουσι, τοὺς
1. μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον. ὡς γὰρ ἐν ἐκείνοις
2. αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν, ἐν τοῖς ἔξωθεν
3. αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κᾀνταῦθα τὸ συνέχον
4. αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν,
5. διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ
6. τοῦ στόματος, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων
7. πλειόνων. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ
8. μύθου, μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς
9. ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν
10. ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπασαν ἐξελθεῖν, καὶ εἰ πλειόνων
11. ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι.
12. βουλόμενος δ’ ἄν τις, οἶμαι, καὶ τοὺς τοιούτους
13. ἑτέρως ἐξηγεῖσθαι, πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν
14. κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ
15. ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν,
16. ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίνηται,
17. διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια
18. τῶν μελλόντων ἀποδειχθήσεσθαι. ὥσπερ γὰρ αὐτὸ τὸ
1. σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον
2. ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει,
3. κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος, ἐπειδὰν προέληται τοῦ
4. περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ
5. ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’
6. ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. γένεσις δὲ
7. τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις
8. ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαινομένων γίγνεται φλεβῶν,
9. τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς
10. πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν,
11. αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. ὥστ’, εἴ τις
12. βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω
13. μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τοῦτ’ ἔστι τὸ πνεῦμα τὸ
14. ψυχικὸν, ἐν τῇ κεφαλῇ φασι τελειοῦσθαι, καὶ μάλιστά γε
15. κατὰ τὴν κορυφὴν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ
16. κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ
17. Πλάτων αὐτὸς εἶπε, τὰ τοιαῦτα πάντα μυθολογήματα ἄλλως
18. μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου
1. καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρὸς, κατ’ ἄλλο μὲν οὐδὲν, ὅτι
2. δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος
3. ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιῤῥεῖ
4. δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων, καὶ ἄλλων ἀμηχάνων
5. πλήθη τε καὶ ἀτοπώτερα λόγων τινῶν φύσεων, αἷς
6. εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ
7. τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει. ταύτην
8. τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι
9. τῶν μύθων, καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον
10. αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’
11. ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιῤῥεῖ μυθολογημάτων,
12. ὥσθ’ ὅλον ἀπολέσει τὸν βίον, εἴ τις ἐπεξέρχοιτο πάντα.
13. ἄμεινον δ’ ἦν, οἶμαι, τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα,
14. μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν
15. λημμάτων, ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον,
16. ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν, ἐφεξῆς μὲν ἀσκῆσαί τε
17. καὶ γεγυμνάσθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἴδῃ τὰ
18. κατὰ τὴν ἄσκησιν αὐτῷ προήκειν, τηνικαῦτα ἀφικόμενον
1. ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς
2. τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως
3. ἁπλῆς, τίνα δ’ ἐξ ἐμπειρίας, ἤτοι τῆς κατὰ τὸν βίον,
4. ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν
5. χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον.
6. εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο, παρελθὼν τὴν
7. κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας, ἀνανεύσεις τε
8. καὶ κατανεύσεις κεφαλῆς, καὶ χειρῶν κινήσεις, καὶ χειλῶν
9. σχήματα, καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις
10. ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς, ἡμῶν τε τὸν
11. χρόνον οὐκ ἂν ἀπώλλυεν, ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς
12. ἐπικαλεῖται μάρτυσι, μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. καὶ
13. γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι,
14. καὶ οἱ μῦθοι, καὶ οἱ ἰδιῶται, καὶ τῶν ἄλλων ἕκαστος, οὓς
15. ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε.
16. ταῦτ’ ἐστὶν, ἃ παρελελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον
17. ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ
18. λόγῳ, νομίζων, εἰ κᾀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς,
1. ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας.
2. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ ὑπὸ φιλοτιμίας
3. κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων,
4. ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον
5. οἷόν τ’ οὖν ἐμοὶ μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς
6. ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων
7. τῇ προκειμένῃ πραγματείᾳ προτιθεὶς οὐκ ὀλίγα.