Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 4.1, ed. Kühn, 1823, vol. 5, p. 360-366. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ

ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ

ΤΕΤΑΡΤΟΝ.

1. Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον,
2. ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία
3. μοχθηρῶν ἐπιχειρημάτων. ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο,
4. τάχ’ ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ
5. μᾶλλον, οὐ τῷ καταφρονεῖν, αἱρεῖσθαι τὴν βραχυλογίαν·
6. εἰ δ’ ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην
7. ἐμπεσεῖν μακρολογίαν, ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι
1. τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κᾀγὼ βουληθεὶς ἑκάτερον
2. τῶν ἐγκλημάτων ἐκφυγεῖν, εὑρηκέναι μοι δοκῶ μέσην τινὰ
3. καὶ σύμμετρον ὁδὸν, ἴσον ἀφεστῶσαν ἐλλιποῦς τε βραχυλογίας
4. καὶ περιττῆς μακρολογίας. ἐάσας γὰρ ἅπαντας τοὺς
5. ἄλλους Στωϊκοὺς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν
6. διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ ἔγνων χρῆναι προχειρισάμενος
7. μόνα παραβάλλειν αὐτὰ τοῖς ὑφ’ Ἱπποκράτους
8. τε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ’ ἐπιχειρημάτων
9. γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν
10. τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ
11. τὸ λογιζόμενον ἐνταῦθ’ ὑπάρχειν οὐδὲ μιᾶς ἀποδείξεως εἰρημένης,
12. ἀλλ’ ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρὸς, ἔνθα τὰ
13. πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν
14. ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ
15. διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον.
16. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύσιππος ἔγραψε,
17. καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων,
18. οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο
1. λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται
2. γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρὸς,
3. οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν
4. ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπὼν,
5. ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ
6. κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ
7. ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς
8. τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις
9. ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν,
10. ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ
11. τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικὸν,
12. καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί·
13. ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων
14. ἐμφαίνεται·

15. Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.
16. Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

1. εἶτ’ ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν·
2. ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει·

3. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
4. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.

5. καὶ μετ’ ὀλίγα πάλιν· ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα
6. αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

7. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

8. καὶ ἔτι·

9. Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι·
10. Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
11. Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.

12. ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος,
13. ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι,
14. δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμὸν,
15. τήν τ’ ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ ἕτερον
16. μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ ὅσον ἐν τῇ καρδίᾳ
17. πᾶσαν εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν
18. τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ, καὶ ἥπατι, καὶ καρδία.
1. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ τὰ πάθη διὰ
2. τῶν ἐπῶν ὡς ἔγραψεν, αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ
3. φάναι·

4. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
5. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,

6. ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν·

7. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα,

8. ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ ἔν γε τῷ
9. παρόντι μηδὲν, εἴτε ἔργα τῶν δυνάμεων, εἴτε πάθη τὰ
10. τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς
11. ἐπισκεψόμεθα. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον
12. ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς
13. δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’
14. αὐτῶν ἐκδιδάσκει, καὶ τόπον ἀπονέμει τοῦ σώματος
15. ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα τά τε τρία, δι’
16. ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ
17. προσέτι τὸ θεραπευτικὸν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί
1. τινες, οὐκ ἔθ’ ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν
2. ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος
3. εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ.
4. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους
5. ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν
6. αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν
7. ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ, πότερα
8. κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς
9. Πλάτωνος δόξης, ὅς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει
10. τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι
11. τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς
12. διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ
13. ἔρως, ἤτοι κρίσις τίς ἐστι, ἢ κρίσεσιν ἐπιγιγνόμενον, ἢ κίνησις
14. ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ
15. χόλος ἤτοι κρίσις, ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, ἢ
16. κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’
17. οὕτως ἐγχωρῶν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται
1. τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη
2. κρίσεις ὑπολαμβάνειν αὐτὰ, καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς
3. κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ
4. ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως,
5. τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

Cliquer un n° de page pour en afficher l’image