6. Ὥσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα
7. τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν
8. ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς
9. ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως
10. ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν
11. πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν
12. κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας.
13. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς
14. μόνου μέμνηται, παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ
15. θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν
16. ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι
17. τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν,
1. ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν
2. ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν
3. αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε,
4. τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν
5. ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς
6. ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ
7. πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι
8. μᾶλλον, ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήν τε
9. γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι
10. ὑπάρχειν, τὴν δ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι
11. ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις,
12. καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων
13. ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς
14. δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν
15. Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ
16. θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆς τε
17. ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ
18. οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς,
1. ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων
2. ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ
3. πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ
4. χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης
5. ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει·
6. ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ
7. πάθη. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ
8. παραγράψαντες. ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον.
9. δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν
10. φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν
11. ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται
12. ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ
13. πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς
14. παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν
15. ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον
16. ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν
17. καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως
1. φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται,
2. καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα,
3. ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ
4. λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ
5. τὸν λόγον. ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη
6. τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ.
7. τὴν δ’ ὑπόλοιπον, ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην
8. ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι
9. παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται,
10. διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν
11. ὑπερβαίνειν. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον,
12. οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ
13. τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ
14. στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων
15. καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν
16. ὁρμὴν ἡ τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν
17. εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι
18. παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν
1. κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ
2. εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ
3. λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ
4. τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν
5. λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ
6. τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά
7. τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος
8. κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται.
9. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς
10. προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ
11. πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ
12. ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν
13. τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ
14. χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν,
15. ἀλλ’ αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν
16. ἄλογον εἶναί φησι, καθ’ ὅσον ἀπέστραπται τὸν λόγον,
17. καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται.
18. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε
1. τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν
2. ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε,
3. καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον
4. τὸν λόγον, οὔθ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν
5. μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ,
6. τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν, ἢ ἀπεστράφθαι ποτὲ δύναιτο
7. τὸν λόγον; ἀλλ’ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως.
8. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν
9. ἔχον ἕπεσθαί τε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ’ ἑτέρως
10. φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’
11. ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν.
12. ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν
13. κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ
14. διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον,
15. καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν
16. ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ
17. ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ ὁ λόγος ἐψευσμένος
1. τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν
2. οὐδὲν μὲν ἡμαρτημένον, οὐδὲ παρορώμενον κατὰ τὸν λογισμὸν,
3. ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. ὁ μὲν
4. γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων
5. καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν, ἢ
6. αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο
7. δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. ἡ Μήδεια δ’ ἔμπαλιν
8. οὐ μόνον ὑπ’ οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας,
9. ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν
10. φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι
11. κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι
12. καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ
13. λόγῳ τὸ πάθος, ἀλλ’ ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν
14. τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα
15. δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν
16. ἑαυτῷ τι δύναιτο, ἢ ἀποστρέφεσθαι ἑαυτὸ, ἢ μὴ
17. ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν
18. ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ
1. κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ
2. τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’ αὐτοῦ
3. γεγραμμένα, δι’ ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως,
4. οἳ μηδ’ εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν
5. αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως
6. ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ ἧς ἀποτελεῖται τὰ παθήματα.
7. γνοίημεν δ’ ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν,
8. ὑφ’ ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς
9. τῶν θεόντων. ἡ δ’ εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ ἂν ἡμῖν
10. τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ’ ὅσοι δι’ ὁμαλοῦς τινος
11. ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων
12. οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει· παραχρῆμα γοῦν
13. ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ
14. φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε.
15. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις
16. ὡς ζώων ὑφ’ ὁρμῆς κινουμένων, ἡ δ’ ὡς ἀψύχων σωμάτων
17. τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν
18. καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι
1. πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. ὥστε καὶ κατὰ τοῦτο
2. τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν
3. λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν
4. ζώων σώμασι τὸ βάρος. ὅτι δ’ οὐ δύνανται διὰ
5. τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε
6. καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ
7. τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ
8. εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν
9. αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ’ εἰς τὸ ἔμπροσθεν
10. ὑπ’ ἐκείνης κωλύεται. καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν
11. ἅπαντες, ὑπ’ αὐτῆς τοῦ πράγματος· τῆς φύσεως διδασκόμενοι
12. συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως.
13. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε,
14. τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος
15. κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς
16. αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ’ ἡ βούλησις ἱκανὴ,
17. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν
18. ὁ λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν·
1. ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις
2. ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει,
3. παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο
4. καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ ἴσως
5. τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσα
6. τε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς
7. αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, ἡ μὲν ὑφ’
8. ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ’ ἐκείνου
9. μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο,
10. καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ
11. μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας,
12. ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων
13. γίγνοιτο, λογισμοῦ θ’ ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ
14. μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον,
15. εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν
16. τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ ὁ
17. λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ
18. ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων,
1. ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ
2. ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει,
3. μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἢ ἀγαθὸν εἶναι τὴν
4. ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’
5. αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν.
6. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ
7. τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστι τε καὶ λέγεται,
8. εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν
9. ἀκρατὴς ὀνομάζεται. ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς
10. τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται,
11. σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν
12. ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς
13. ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου,
14. καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς
15. κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα.
16. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ
17. μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως ἐπὶ κρημνὸν φερομένων
18. ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν
1. ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω
2. δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν
3. ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον,
4. ἵσταιντο δ’ ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς
5. τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς
6. παλαιοῖς.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 4.2, ed. Kühn, 1823, vol. 5, p. 366-377. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩