7. Ὁπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται, πότερον
8. κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι
9. τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ
10. δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι
11. κατά γε τοῦτο, καὶ ἑαυτῷ, καὶ πολλοῖς ἄλλοις μάχεται τῶν
12. Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ καὶ
13. τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς, καὶ ταπεινώσεις, καὶ
14. δείξεις, ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ
15. τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν
16. ἀμφοτέρων τῶν δοξῶν, οὔτε γὰρ κρίσεις, οὔτε ἐπιγινόμενα
17. κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως
18. ἡγεῖται γίγνεσθαι τὰ πάθη, κατὰ πᾶν ἀκολουθήσας
19. τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τοὺς περὶ
1. τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ
2. πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία.
3. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ
4. ἑαυτοῦ πράγματά τε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα
5. τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν
6. ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν
7. δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία,
8. τὸ βάρος τοῦ σώματος. ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ πολλοῖς
9. ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας
10. ἀπέσφαλται, (συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι
11. ὡραῖόν τι,) ἀλλ’ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς
12. τῶν παλαιῶν εἰρημένα διαλύσασθαι, καὶ πρὸς αὑτὸν διαφέρεται,
13. νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου
14. καὶ κρίσεως, νυνὶ δ’ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων,
15. ἀλλ’ αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μηδ’ ὅλως
16. ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ
17. πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη, πλείω σημαίνειν
1. τὸ τῆς κρίσεως ὄνομα, καὶ κατὰ μὲν τὴν ἐξήγησιν
2. τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ
3. ἄνευ κρίσεως ἴσον τῷ ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις
4. εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς τε καὶ τὰς συγκαταθέσεις
5. ὀνομάζεσθαι κρίσεις. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα
6. συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος
7. ἐρήσεται τὴν αἰτίαν, ὑφ’ ἧς πλεονάζεται, πρὸς τῷ καὶ
8. μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ
9. Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός
10. ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι,
11. κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη,
12. κατὰ τί δὲ κρίσεις εἰσὶν, ὁ δ’ οὐδὲ καθ’ ἓν τῶν τεττάρων
13. βιβλίων, ἃ περὶ τῶν παθῶν ἔγραψεν, ἐποίησεν αὐτὸ, πῶς οὐκ
14. ἄν τις αὐτὸν δικαίως μέμψαιτο; τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν
15. τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ
16. οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον, ὅταν ἐπὶ μήκιστον
17. ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν
18. τούτων καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 4.3, ed. Kühn, 1823, vol. 5, p. 377-379. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩