Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 4.4, ed. Kühn, 1823, vol. 5, p. 380-390. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.4

1. Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν
2. ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’
3. ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς,
4. εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα
5. μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν
6. τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος
7. ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ
8. γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρὴ,
9. ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κᾀν τοῖς περὶ τῆς ὁρμῆς.
10. ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι
11. τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι, ὅσον
12. χρὴ, ἧδον αὐτῷ, ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι
13. βιβλίοις ἢ χωρίοις βίβλων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας
14. ἧττον δεινόν· ὅταν δ’ ἐν αὐτοῖς οἷς φθέγγεταί τις
15. ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ
16. ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν
17. παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ
1. οὕτω τις εἴποι γε, καταβὰς ἄνω, καὶ διαλεχθεὶς τῷ λίθῳ,
2. καὶ πλεύσας διὰ μέσης τῆς πέτρας, ἀνελθεῖν εἰς τὸν βυθὸν
3. τῆς λίμνης. ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς, φάσκων
4. αὐτὸν ἄνω μεμενηκέναι καταβάντα, τοῦτ’ αὐτὸ δήπου φήσει
5. καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι
6. τὸ ἄνω, ἄν θ’, ὡς οὐδενὶ διελέχθη, καὶ τοῦτ’ εἰρῆσθαι
7. φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ
8. λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται. καὶ τἄλλα οὕτως
9. ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις. ὥστε κατ’
10. ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων, ἐν ᾧ χρὴ
11. τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνήθως ὑφ’ ἑκάστου
12. τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ ἕτερ’ ἄττα. τοιοῦτον γάρ τι
13. καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ
14. τις γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν, ὅτι
15. μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ’ ἄνευ
16. λόγου καὶ ἄλογα, τὸ μήτ’ ἄλογα, μήτ’ ἐν ἀλόγῳ τινὶ
17. δυνάμει τῆς ψυχῆς, ἀλλ’ ἐν τῇ λογιζομένῃ καὶ λογικά·
1. τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ’ ἀπειθῶς
2. τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν
3. ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν, ἧς κινουμένης ἀπειθῶς τῷ
4. λόγῳ γίγνεσθαι τὰ πάθη· μηδὲν γὰρ εἶναί τινα τοιαύτην,
5. ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε
6. καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν
7. ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά
8. τις ἀπὸ στόματος ἐπικαίρου λέγοι, κάλλιον μὲν καὶ τούτῳ
9. διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει
10. δ’ οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα. τὸ δ’ ἐπιστημονικὴν
11. καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν
12. ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’
13. ἡμᾶς ἀκούεν αὐτὴν λογικὴν, ἢ ἀπεστράφθαι μὲν τὸν λόγον,
14. εἶναι δ’ οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτὴν, οὐκ οἶδ’
15. εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιος ὑπάρχει ἄνθρωπος, μὴ
16. συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι,
17. μηδ’ ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ ἀκριβοῦν ἅπαντα καὶ μέχρι
1. τῶν ὀνομάτων ἀξιῶν αὐτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν
2. ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι,
3. προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν
4. μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ
5. τὸ τῶν Ἑλλήνων ἔθος ἀναπιμπλαμένας ὁμωνυμίας, ἀκριβῶσαι
6. δὲ καὶ διαρθρῶσαι τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν
7. ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε
8. καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσιν, καὶ τρίτον
9. οὐδέν ἐστιν ἐπ’ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς
10. νῦν Ἕλλησιν, οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι
11. τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δή πως λέγουσι
12. καὶ ἀτράχηλον· ἀναγκάζει γὰρ ἡμᾶς τὰ ῥήματα ἡ Χρυσίππειος
13. ἑρμηνεία καὶ ταῦτ’ ἐξηγεῖσθαι· τὸ μὲν, οἶμαι, στερήσει
14. φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει, εἰ μὲν γάρ τις
15. φάσκει, τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν, ἢ τὰ φυτὰ, τῷ μηδ’
16. ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον
17. εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, κάκωσίν
18. τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου, ἢ γὰρ μικρόφωνον,
1. ἢ τραχύφωνον, ἢ μελάμφωνον, ἤ τι τοιοῦτον ἕτερον εἶναί
2. φησιν αὐτὸν, οὐ μὴν παντελῶς γ’ ἐστερῆσθαι φωνῆς. οὕτω
3. δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ
4. Δία ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ’
5. ὅλως αὐτοῖς ὑπάρχει τράχηλος. οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος
6. ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου,
7. ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες
8. οὕτως. καὶ μένει κᾀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα,
9. καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ
10. ἄπους, καὶ ἀσκελὴς, καὶ ἀκοίλιος, καὶ ἄπλευρος, καὶ ἄχειρ,
11. καὶ πάνθ’ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α΄ φωνῆς
12. τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων, οὗ προτάττεται,
13. ποτὲ δ’ οὐκ ἀναιρούσης. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον
14. ὄνομα παρὰ τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε
15. τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν
16. ἰχθῦν τις ἢ τὸν καρκῖνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν
17. ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς ἄλογος φωνῆς· ἐπειδὰν
18. δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν
1. ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον, ἀλλ’ ὡς μεμπτέον καὶ
2. πονηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ
3. νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ
4. ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται.
5. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε
6. τῇ ῥήσει. διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ
7. τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου
8. ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται
9. κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ
10. καὶ ἀπεστραμμέναι· καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι
11. τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς
12. ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ
13. κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. ἐναργῶς ἐν τούτοις ὁ
14. Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς,
15. ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον,
16. ᾧ τὸ εὔλογον ἐναντίον ἐστὶ, τὸ δ’ ἕτερον, ᾧ μηδὲν
17. μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά
18. ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ’ ἕτερον, ὃ χωρὶς
1. λόγου γίγνεται παντὸς, ἡ κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις.
2. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος,
3. οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν, ἐπιδεικνὺς, ὡς
4. οὐδὲ καθ’ ἓν αὐτῶν ἄλογον εἰρῆσθαι τὸ τῆς ψυχῆς πάθος,
5. ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν
6. τοῦ λόγου γινόμενον. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς,
7. οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ ἔσφαλται κατ’ αὐτόν·
8. ὅσαι δ’ ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται, μὴ
9. προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ
10. ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν α΄ φωνὴν ἀποφάσκειν
11. τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ’
12. αὐτοῦ τεταγμένης. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς
13. ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον, ἐν ᾧ τὸ
14. μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. ὡς εἴγε χρώμεθα
15. λόγῳ, καὶ κατ’ αὐτὴν οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν
16. τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται,
17. καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ
18. ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν,
1. αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ
2. τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον
3. ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι,
4. θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν
5. λόγον. ἐπιφέρων γοῦν φησιν· οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται
6. καταστάσεις εἰσὶν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων,
7. καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται,
8. οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον
9. κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κᾂν ὁποιοσοῦν
10. ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως
11. καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν. ἐνταῦθα γὰρ πάλιν τὸ κᾂν
12. ὁποιοσοῦν ᾖ προκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται
13. τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. εἴτε γὰρ
14. ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος, εἴτε μοχθηρός τε καὶ ψευδὴς,
15. ὁ κινούμενος κατ’ αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ ἐν πάθει.
16. κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως
17. κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ
18. διημαρτημένως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ
1. ἕπεται, ἢ ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι
2. τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος
3. τε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσας τε τὰς ἐνεργείας
4. καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς
5. τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης
6. ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ
7. γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι τὸ χωρὶς λόγου
8. κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν·
9. οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ
10. οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς
11. κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν,
12. ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ
13. πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει
14. καὶ ταυτὶ προσγράφει· οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι
15. ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν ᾖ,
16. κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε
17. πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς
18. περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· διὸ καὶ
1. αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν
2. εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν. πῶς
3. οὕτως; ἢ δηλονότι χωρὶς λόγου παντὸς, καὶ ἀπεστραμμέναι
4. τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν
5. κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν·
6. ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς
7. κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων. εἰ γὰρ ἡ μὲν λογικὴ
8. τοῦ ζώου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ
9. κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ τὸ πάθος κινήσεων,
10. ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμενος.
11. καὶ μὴν, εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν
12. ἡμῖν οἱ περὶ τὸν Χρύσιππον, ὅ τί ποτέ ἐστι
13. τὸ ἡγούμενον. οὐ γὰρ δή γε ἀποχρήσει αὐτοῖς εἰπεῖν, ὡς
14. οὔτε λόγος, οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ
15. οὕτως ἀναίτιόν τινα κίνησιν, ὃ παντὸς μᾶλλον φυλάττεσθαι
16. παραινοῦσι, καὶ μέμφονταί γε τὸν Ἐπίκουρον, ἐπειδάν τινα
17. τοιαύτην ὑποτίθηται. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται,
18. καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων
1. ὁμολόγημα κοινὸν, οὐ Χρυσίππου μόνον, ἢ Ἀριστοτέλους,
2. ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥ τίς ποτ’ ἐστὶν αἰτία
3. τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν
4. οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι
5. καὶ κατορθώμασιν. ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν, οἶμαι,
6. τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν
7. ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ
8. σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτὴν πρὸς αὑτὸν ἐναντιολογίαν
9. τοῦ Χρυσίππου, καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν
10. τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν·
11. οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι
12. μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν, ἢ τἀληθὲς
13. αἱρεῖσθαι.

Cliquer un n° de page pour en afficher l’image