Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 4.5, ed. Kühn, 1823, vol. 5, p. 390-403. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.5

14. Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι, πυνθανομένων
15. ἡμῶν ἑκάστοτε, τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν
16. τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους
17. ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδὲν, ἀλλ’ ἐνίοτε μὲν τὸν
18. ἡμαρτημένον λόγον φασὶν καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν
1. κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’
2. αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων,
3. καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται, καὶ μένουσιν οὐδέποτ’
4. ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε
5. μεταῤῥέουσιν, ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν
6. δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί
7. πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ
8. δ’ αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς
9. εἶναι τὰς κινήσεις τῶν παθῶν. ὁ γὰρ ἔλεγχος ἑκατέρων
10. τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ
11. καταμένειν ἐπ’ οὐδετέρας αὐτῶν, ἐν μὲν τῷ τὰς κατὰ τὰ
12. πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων
13. αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ τῷ καὶ τοῦτον
14. ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν
15. αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν
16. τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα, χωρίζοντας
17. τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας,
18. ὁμολογήσαντας, ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ
1. τῶν κατ’ αὐτὴν παθῶν αἰτίας. οὐ μόνον τοίνυν οἱ ἄλλοι,
2. ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν
3. ἐπ’ οὐδεμιᾶς ὁρίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει
4. καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς
5. γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως
6. μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζώοις
7. συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις
8. εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι
9. τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν,
10. ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον
11. ἔμπροσθεν γέγραφε ῥήσεσιν ἐφεξῆς φησιν· οἰκείως δὲ
12. τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον
13. τοῦτο καὶ φερόμενον εἰκῆ. ἀλλ’ εἰ μὲν τὸ
14. ἀναιτίως εἰκῆ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ, καὶ
15. Ἀριστοτέλει, καὶ Πλάτωνι, καὶ ταῖς ἁπάντων ἀνθρώπων
16. ἐννοίαις, καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει,
17. μηδενὸς ἀναιτίως γίγνεσθαι δυναμένου. εἰ δὲ τὸ χωρὶς
18. λόγου σημαίνει σοι τὸ εἰκῆ, τὸ μὲν ἄλογον οὕτω
1. γε μετειλημμένον ἂν εἴη, τὸ δ’ ἐξ ἀρχῆς ζητούμενον ἔτι
2. μένει. τὴν παράλογον ταύτην κίνησιν, ὑπὸ λόγου μὲν μὴ
3. γινομένην, ὑπ’ αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς
4. ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν
5. θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν. σὺ δὲ οὔτε
6. ταῦτα ὁμολογεῖς, οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’ εἰκῆ
7. γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ
8. εἰδὼς, ὅτι πᾶν, ὅ τί περ ἂν εἰκῆ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι
9. λέγηται, κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται,
10. ταῖς δ’ ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται,
11. καθάπερ καὶ ὁ θειότατος Ἱπποκράτης εἶπεν· ἡμῖν μὲν
12. αὐτόματον, αἰτίᾳ δ’ οὐκ αὐτόματον. οὕτω δὲ καὶ τὸ πλεονάζουσαν
13. ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύσιππος
14. ἔν τε τῷ περὶ παθῶν ἠθικῷ κᾀν τῷ πρώτῳ τῶν λογικῶν
15. ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν
16. τῆς κινήσεως, οὐ μὴν τήν γ’ αἰτίαν αὐτῆς προστίθησιν.
17. ἐχρῆν δέ γε κᾀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν
18. τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ
1. πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι.
2. ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει
3. τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως
4. ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ’ ἄλλο τῇ λογικῇ δυνάμει
5. προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ, ὡς αὐτὸς
6. εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν.
7. ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον
8. ᾧδ’ ἔχει· οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται
9. εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων
10. πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου
11. κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ
12. πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον
13. ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’
14. ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι
15. καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν. ὑπερβαίνουσα,
16. φησὶ, τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη
17. τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν.
18. οὔκουν ὁ λόγος αἴτιος, ὦ Χρύσιππε, τῆς ἐκφόρου τε καὶ
1. ἀμέτρου κινήσεως. αὐτὸς γὰρ ὁμολογεῖς, αὐτὴν γίνεσθαι
2. παρὰ τὸν λόγον, οὐκ ἐγχωρεῖ δ’ ἅμα τε παρὰ τὸν λόγον
3. γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου, πάντως δ’ ὑπό τινος αἰτίας.
4. οὐκ ἔστι δ’ ἐκείνη λογικὴ, ἄλογος ἄρα τις ἡ τὸ πάθος
5. ἐργαζομένη δύναμις. καὶ τάχ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ
6. τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, καίτοι γ’ ἐνὸν ἡμῖν λέγειν,
7. ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει
8. πάθος ἁμαρτήματος, ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι
9. τὰ πάθη. τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ
10. ἀναγκαζόμεθα τὴν αἰτίαν οὐκ ἀποκρίνεσθαι τῆς παρὰ τὸν
11. λόγον ἀμέτρου κινήσεως. ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας
12. εἰπεῖν, αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις,
13. αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ
14. παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις,
15. καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν, κᾄπειτα
16. μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς γίνεσθαι δυνάμεως
17. φάσκων. ἡ δ’ αὐτὴ μάχη κᾂν ἐν τῷ κρίσεις τε
18. φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως
1. γίνεσθαι. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν,
2. ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην
3. ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον,
4. ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται,
5. μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως. οὐ γὰρ ἐν
6. τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀῤῥωστήματα
7. ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα
8. τοῦ κατὰ φύσιν. ἴσως δ’ ἄν τινος ἐν τῇδε τῇ ῥήσει λέξαντος,
9. οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀῤῥώστημα,
10. οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ
11. τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον, ἐκ
12. τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται,
13. ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς.
14. εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα
15. τῷ τοῦ ἀῤῥωστήματος προσαρτήματι, μανία δ’ ὑπὸ τῆς
16. ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τὸ
17. ἀῤῥώστημα τῶν λογικῶν. ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε,
1. τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ
2. διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν
3. δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀῤῥωστήματα γίνεσθαι κατὰ
4. τὴν ψυχὴν, οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων,
5. ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω
6. γὰρ ἀῤῥώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς
7. ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ
8. καὶ μηδὲ ζῇν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων·
9. ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν
10. καὶ τὴν φιλαργυρίαν ἀῤῥωστήματα οὔσας. ἀλλὰ τῷ ταῦτα
11. φάσκοντι Ποσειδώνιος ἀντιλέγων ᾧδέ πώς φησι· τοιούτων
12. δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων, διαπορήσειεν ἄν τις,
13. πρῶτον μὲν, πῶς οἱ σοφοὶ, μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες
14. εἶναι ἀγαθὰ τὰ καλὰ πάντα, οὐκ ἐμπαθῶς κινοῦνται
15. ὑπ’ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς
16. γινόμενοι ἐπὶ τοῖς αὐτοῖς, ὅταν τύχωσιν αὐτῶν. εἰ γὰρ
17. τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν
1. καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ
2. παραγινομένων, καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως
3. δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας
4. εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται
5. γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας ἢ μεγάλας
6. βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι,
7. ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις, καὶ λύπαις περιπίπτειν μὴ
8. μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει. τούτοις δ’ ἐφεξῆς ὁ
9. Ποσειδώνιος καὶ τάδε γράφει· εἴτε πρὸς τῷ μεγέθει τῶν
10. φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο, καὶ
11. διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι
12. τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅτε ἀσθενεῖς ὦσι
13. μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον
14. ἐῤῥυκυῖαν, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ
15. τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι·
16. πῶς μέντοι γε κινηθείσης, καὶ πῶς κινούσης, ζητεῖται
17. μὲν, οὐχ ὑποδείκνυται δέ. εἶτ’ ἐφεξῆς καὶ τάδε γράφει·
18. οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐῤῥυκυῖαν ἔχοντες τὴν κακίαν
1. καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη,
2. ἀλλὰ πάντας οἱ ἄφρονες, ἕως ἂν ἔχωσι τὴν κακίαν, καὶ εἰς μεγάλα
3. πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι. καὶ τούτων ἑξῆς τάδε·
4. τὸ δ’ ὑπολαμβάνειν, κατ’ ἀξίαν εἶναι τῶν συμβεβηκότων οὕτως
5. κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον, μέγα πάθος ἐμφαίνει,
6. οὐ καλῶς ὑπολαμβάνειν ἐστί. γίνεται δὲ καὶ διὰ σύμμετρον
7. καὶ μικρόν. ἐχόμενα δὲ τούτων ὁ Ποσειδώνιος καὶ τάδε
8. γράφει· δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν
9. λαμβανόντων φαντασίαν ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται,
10. ὁ δὲ οὒ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον. καὶ ἐνίοτε
11. ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς
12. οὐ κινεῖται, καὶ ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι
13. γίνεται, ἔστιν ὅτε δ’ οὒ, καὶ ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ’ ἧττον.
14. οἱ οὖν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις,
15. ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, καὶ οἱ κακώτεροι συναρπάζονται
16. ταχέως ὑπὸ τῶν παθῶν. ἐφεξῆς δὲ τούτων ὁ
17. Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρατίθεται καὶ ἱστορίας
18. παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει. καὶ μετὰ ταῦτα
1. ἐπιφέρων φησί· τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ
2. συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον·
3. ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ
4. τῆς ἀσθενείας, τὰ πάθη δ’ οὔτ’ ἐπ’ ἴσης οὔτ’ ἴσα γίγνεται.
5. καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις
6. ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κᾂν μακρότεραί
7. πως αἱ ῥήσεις ὦσι. διὰ τί δέ τινες τῶν μεγάλων
8. νομιζόντων, καί περ ἀσθενεῖς ὄντες ταῖς γνώμαις, βουλεύονταί
9. τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς
10. ὁ διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν
11. εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀῤῥήτῳ τινὶ πένθει βέβλητο
12. κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους, καί περ
13. τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα καὶ τῆς τῶν λογισμῶν
14. ἀσθενείας διαμενούσης, οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν.

15. Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ,
16. Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
17. Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο,
18. Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.

1. ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὁρμῆς
2. πόῤῥωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος
3. σχετλιασμοῦ φησί·

4. Πλάζομαι ᾧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος
5. Ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν.
6. Αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
7. Ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
8. Στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.

9. εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου
10. πάρεστι συμβουλευσόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες, οὐ
11. κατ’ ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα
12. λόγον προσίεσθαι, κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι
13. φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι,
14. διὰ τί ποτε, τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης,
15. οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται,
16. διαπορήσειεν ἄν τις εὐλόγως. τὸ δ’ αἴτιον τοῦ πάθους
17. παντὸς οὐκ εἴρηκεν. ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε
18. φησί· τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς
19. ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν, ὅτι, εἰ
1. καὶ μὴ συμφέρον ἐστὶ, καὶ οὕτως ἑκτέον, μάχην περιέχει
2. φέρεσθαί τε, ὡς ἐπὶ μέγα συμφέρον, καὶ διὰ τὸ μέγεθος
3. αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιον ἡγεῖσθαι τοῦ μεγέθους
4. αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει μέγεθος, ἀλλὰ καὶ τοὐναντίον,
5. ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ. ἔστω γὰρ τοὺς λέγοντας,
6. ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι, καὶ τοὺς ἐπαγγελλομένους
7. δείξειν, ὅτι ἀσύμφορόν ἐστι, λήρους ἡγεῖσθαι, καὶ
8. διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον. ἀλλ’ ἐκεῖνό γε
9. ἀπίθανον, διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι
10. δεῖν, κᾂν ᾖ μέγιστον κακὸν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφωνοῦντας,
11. ἐὰν ἀπολέσθαι τοῦτό μοι νῦν συμφέρῃ. τούτου
12. γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι
13. τοῦ μέγα ἀγαθὸν ὑπάρχειν, ἐφ’ ὃ ὠθοῦνται. ζητητέον δέ.
14. ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐ δὴ ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ,
15. νομίζω δὲ μηδ’ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ
16. τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς
17. νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων
1. ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων, οὐδενὸς αὐτῶν οὐδὲν
2. ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας
3. ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις
4. ἐροῦμεν.

Cliquer un n° de page pour en afficher l’image