Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 4.6, ed. Kühn, 1823, vol. 5, p. 403-416. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.6

5. Ὅτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ
6. πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι
7. τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν,
8. ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς αἰτιᾶται
9. τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν
10. τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε
11. καὶ τἀναντία, τὸ μὲν εὐτονίαν, τὸ δ’ ἰσχύν. ὅσα γὰρ οὐκ
12. ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν
13. ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς,
14. ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται
15. μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας. ἀλλὰ τοιούτων ὥσπερ
16. ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία
17. ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικὴν, ἣν
18. αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν
1. ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐνδόντος τοῦ τόνου
2. τῆς ψυχῆς, καὶ μὴ παραμείναντος ἕως παντὸς, μήτ’ ἐξυπηρετήσαντος
3. τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς
4. τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ
5. ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν·
6. ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ. ἔτι δὲ καὶ κατὰ τοῦτ’
7. ἴσως οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι
8. εἶναι κατὰ τὸ νευρῶδες, τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν
9. τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις. καὶ ὁ ἐν τῇ ψυχῇ
10. λέγεται τόνος, ὡς εὐτονία καὶ ἀτονία. καὶ ἐφεξῆς· ὥσπερ
11. γὰρ ἐν τρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τῶν παραπλησίων ἤδη,
12. ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις
13. καὶ ἐνδοτικὴ, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων,
14. ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες,
15. καθ’ ὃ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν, καὶ
16. νεῦρα ἔχειν. εἶθ’ ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει·
17. ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ
1. ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ καθ’ ἕτερα
2. τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί
3. τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς, καὶ φίλους,
4. καὶ πόλεις προδιδόναι, καὶ αὐτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας
5. πράξεις ἐπιδιδόναι, τῆς πρὸς θέατρα φορᾶς ἐκλυθείσης.
6. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος
7. γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων,
8. ἰδὼν δὲ καὶ καταπλαγεὶς εἰς τὸ κάλλος ἐξέβαλε
9. τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ
10. καὶ ἡ ἐπίπληξις αὐτῆς εἴρηκεν αὐτῷ· σὺ δ’ ὡς ἐσεῖδες μαστὸν
11. ἐκείνης, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω προδότιν αἰκάλλων
12. κύνα. ἅπαντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται
13. δὲ τῷ κρίσεις εἶναι τὰ πάθη. κρίνας γοῦν ὁ Μενέλαος
14. ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ
15. πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν
16. καὶ ἀσθένειαν τῆς ψυχῆς (τοῦτο γάρ ἐστιν, ὃ
17. κατασκευάζει παρ’ ὅλον τὸν λόγον ὁ Χρύσιππος) οὐ μόνον
18. ἀπέῤῥιψε τὸ ξίφος, ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα, καὶ,
1. ὥσπερ ἂν εἴποι τις, αὑτὸν δοῦλον ἐγχειρίζει, οὐ μεταπεισθεὶς
2. ὑπὸ λόγου τινὸς, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’
3. ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς
4. κεκριμένοις. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων
5. ἐρεῖ· διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς
6. καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς
7. ἔκαστα πράττειν ἂν λέγοιτο. τὸ μὲν οὖν ἀποστατικῶς μὲν
8. τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάντων τῶν φαύλων
9. πραττόντων, ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι
10. κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται. τὸ δὲ κατὰ
11. πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει,
12. καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν, εἰ καὶ τὰς
13. πολλὰς ταύτας αἰτίας, αἵτινές ποτ’ εἰσὶν, ἐφεξῆς αὐτὸς
14. διεληλύθει. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει
15. συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν, καὶ μάλιστα
16. τὴν θεραπευτικὴν, ἐν ᾗ ταῦτ’ ἔγραψεν, ὡς τὸ πάσας
17. γνῶναι τὰς αἰτίας, ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς
18. κρίσεων οἱ κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου
1. δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν, ὥστ’ οὐδ’ αὐτὴν ταύτην,
2. ἧς μέμνηται νῦν, ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει
3. γ’ ἡμῖν εἰπεῖν, ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια·
4. κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία. Χρύσιππος
5. δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι
6. τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω
7. τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς Ἐριφύλης τὸν
8. χρυσὸν, ἐπ’ ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ
9. κατὰ μέρος, ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ
10. πάθος ζῶντες. ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν,
11. ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ
12. Πλάτων ἐποίησε, βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν
13. ἐπιστήμην, καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ
14. μηδὲν, ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας,
15. ἢ ἐπιλαθομένους αὐτῶν, ἢ βιασθέντας, ἢ δελεασθέντας,
16. ἐξαμαρτάνειν ἄλλον ἐν ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι
17. καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ
18. οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ
1. ἄγνοιά ἐστιν, οὐ πάθος. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς
2. ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων,
3. ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς
4. τὸ πάθος ἐστὶν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν
5. ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας
6. ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μήδεια βιασθεῖσα
7. πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος
8. οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος
9. ἐπῶν·

10. Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ,
11. Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

12. οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς
13. τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ
14. ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν, οἷα δρᾷν μέλλει
15. κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ, νικᾶσθαι δ’ ὑπὸ τοῦ
16. θυμοῦ, τί ἄλλο ἐστὶν, ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου
17. τῶν τῆς Μηδείας ὁρμῶν; ἑτέραν μὲν, ᾗ γιγνώσκομέν τε τὰ
18. πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ
1. λογικὴ δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι.
2. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δὲ ἑτέρα ἡ
3. ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν
4. ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ’
5. οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται, καὶ μυρία
6. ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ· ἔστι δ’, ὡς
7. οἶμαι, κοινότατον ἡ ἄλογος αὐτὴ φορὰ καὶ ἀπεστραμμένη
8. τὸν λόγον, καθ’ ὃ καὶ θυμῷ φαμέν τινας φέρεσθαι. καὶ
9. πάλιν· διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων
10. ἔχομεν, καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν
11. λόγον, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’ ἐν ἑαυτοῖς ὄντας. καὶ
12. ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα· ἡ δὲ παραλλαγὴ
13. γίγνεται καὶ ἡ ἐξ αὑτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ
14. τὴν τοῦ λόγου ἀποστροφὴν, ὡς προείπομεν. τῷ τε γὰρ
15. θυμῷ φέρεσθαι, καὶ ἐξεστηκέναι, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’
16. ἐν ἑαυτοῖς εἶναι, καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς μαρτυρεῖ
17. τῷ κρίσεις εἶναι τὰ πάθη, κᾀν τῇ |λογικῇ δυνάμει
18. τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα.
1. διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων
2. καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν
3. ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι, καὶ ἐᾷν
4. αὐτοὺς, εἴτ’ ἄμεινον, εἴτε μὴ, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ
5. ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι,
6. καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς. καὶ γὰρ καὶ τὰ
7. οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν
8. ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται, καὶ τὴν ὁρμὴν
9. τοῦ ζώου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ
10. δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ,
11. καθάπερ, ὅταν ἔξω πάθους, ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ
12. τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου
13. λεγόμενα, καθάπερ ἔχει καὶ τάδε· οἵας μάλιστα φορὰς
14. καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστὰς,
15. ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους,
16. καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας,
17. μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου.
18. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ,
1. καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε. οὕτως τε μακρὰν
2. ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ
3. τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχειν γ’ αὐτοῖς
4. λέγεσθαι·

5. Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ.
6. Ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.
7. Νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει.

8. καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ
9. μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’
10. οὕτως. ὅτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα
11. τοῖς γινομένοις ἐν τῷ ἐρᾷν ἀποκλίνουσι τὸν λόγον,
12. καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ
13. καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν. καὶ ἔτι τὰ
14. τούτων ἑξῆς. ἔτι μᾶλλον ἐξείη, φησὶν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν
15. ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ. ἐνταῦθα μέν γε ναὶ μὰ τὸν
16. Δία σαφῶς εἶπεν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ, καθάπερ ἔμπροσθεν
17. ἔφην τῷ θυμῷ. λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν
1. ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας,
2. ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν, καὶ φεύγειν,
3. καὶ μὴ προσίεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα. καὶ μὲν
4. δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ
5. φησι, τὸν νοῦν ὑποχείριον ἔχων εἰς τὸν πίθον δέδωκα,
6. φανερῶς κᾀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ
7. παρατίθεται, καθάπερ κᾀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’
8. ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί· οἰκείως δὲ καὶ
9. ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν
10. δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον,
11. τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμὴν, τῶν δὲ
12. παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες
13. τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ
14. κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν. ὁμολογεῖ κᾀνταῦθα
15. βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς πάθεσιν ὁρμὰς
16. ὀρθότατα γινώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν
17. ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις
18. ὑπάρχειν εἰπεῖν. οὐ γὰρ δι’ αὐτὸ λέγομεν αὐτοὺς ἑαυτοῖς
19. ἔξω καθεστηκέναι, καὶ μὴ ἐν ἑαυτοῖς εἶναι, διότι τὸ
1. βιαζόμενον αὐτοὺς ὁρμᾷν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν,
2. ἀλλ’ ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς, ᾧ
3. κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ
4. νῦν, ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς
5. ψυχῆς δυνάμεων· ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων
6. ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται.
7. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς
8. Ἄδμητον διάλογον. ἔχει δ’ ᾧδε·

9. Τί δ’ ἂν προκόπτοις, εἰ θέλοις στένειν ἀεί;

ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται·

10. Ἔγνωκα κ’ αὐτὸς, ἀλλ’ ἔρως τις ἐξάγει.

11. δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς
12. ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν, καὶ ἄγει
13. τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει.
14. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον
15. εἰρημένα·

16. Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
17. Οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
1. Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

2. ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’ αὐτῷ διαλεγόμενον, οὕτω
3. γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις
4. ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ
5. κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν. καὶ γὰρ οὖν
6. κᾀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι, καὶ τὸ μὴ κρατεῖν
7. ἑαυτοῦ, καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’
8. οὒ, καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς
9. ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς
10. δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’
11. εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον·
12. τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς
13. τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται. καὶ
14. πάλιν· οὕτω γὰρ ἐξιστάμεθα, καὶ ἔξω γινόμεθα ἑαυτῶν,
15. καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν
16. ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτον διαράμενοι
17. βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν. εἰ δ’
18. ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα
1. παραπλησίως. καὶ ἐφεξῆς· πολλάκις δὲ κατὰ τὴν
2. τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας
3. τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους
4. ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες
5. καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες
6. καθ’ ἕκαστα τούτων ἀτοπώτατα. ὡσαύτως δὲ κᾀν τοῖς
7. ἑξῆς φησιν· ἐννοήσεις δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν
8. ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα
9. καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν
10. προδιαλελογισμένων. ὅλως δ’, εἴ τις ἐκλέγοι πάντα καὶ
11. παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον
12. αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα
13. δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος
14. δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν
15. γάρ ἐστιν αὐτῷ τὸ γραμμάτων τε καὶ κρίσεων ἐξίστασθαι
16. λέγοντι, καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν,
17. ἢ τὴν ἐπιθυμίαν, ἢ τὴν ἡδονὴν, ἤ τι τοιοῦτον μανιωδῶς
18. τε κινεῖσθαι, καὶ οὐκ ἐν ἑαυτῷ, οὐδὲ παρ’ ἑαυτῷ εἶναι,
1. τετυφλῶσθαί τε τὴν διάνοιαν, ἀλογίστως τε φέρεσθαι, καὶ
2. πάνθ’ ὅσα τοιαῦτα. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ
3. τινὶ κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω.

Cliquer un n° de page pour en afficher l’image