4. Δεδειγμένου δὲ ἤδη σαφῶς αὐτῶν τοῦ τύπου,
5. μεταβήσομαι δὴ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς
6. τὸν Χρύσιππον ἀντειρημένων. ὁ γοῦν ὅρος οὗτος, φησὶν,
7. ὁ τῆς ἄσης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπό
8. τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι,
9. σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι,
10. πρόσφατον τὸ κακὸν αὐτῷ παρεῖναι, φησὶ τὴν λύπην. ἐν ᾧ
11. καὶ συντομώτερον ἐνίοτε λέγοντες ᾧδέ πως προφέρονται·
12. λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας. εἶναι μὲν δὴ
13. τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ
14. τὴν αἰτίαν αὐτῶν ῥηθῆναι, δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος
15. μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην
16. ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως, ἢ οὐκ ἔθ’ ὁμοίως
17. συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ
1. τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην
2. αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ, ἢ ἀνυπομονήτου, ἢ
3. ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν τὴν λύπην,
4. εἰρῆσθαι [ἔδει] δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ
5. Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν
6. δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν
7. προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις
8. ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες
9. εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει· κατὰ
10. δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ ἣν οὐχ ἡ τῆς τοῦ
11. κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται
12. μόνη, καί φησι, διότι πᾶν τὸ ἀμέτρητον καὶ ξένον
13. ἀθρόως προσπίπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι
14. κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν
15. ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν
16. κομιδῇ, διὸ καὶ προενδημεῖν [δεῖν] φησι τοῖς πράγμασι,
17. καὶ μήπω παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ
18. τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν
1. τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ
2. μέλλον γενήσεσθαι, καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν
3. τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου
4. παρείληφεν ἐνταῦθα, ὡς ἄρα, τινὸς ἀπαγγείλαντος αὐτῷ,
5. τεθνάναι τὸν υἱὸν, εὖ μάλα καθεστηκότως εἶπεν, ᾔδειν
6. θνητὸν γεννήσας, καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα
7. τὸν Θησέα πεποίηκε λέγοντα·
οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα·
4. ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κᾂν αἱ δόξαι
5. μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν
6. τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ᾧδε· ζητήσαι δ’
7. ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον
8. δόξης τινος μετακινουμένης, ἢ πασῶν διαμενουσῶν, καὶ
9. διὰ τί τοῦτ’ ἔσται. εἶτ’ ἐπιφέρων φησί· δοκεῖ δέ μοι ἡ μὲν
10. τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ, ὃ δὴ πάρεστιν,
11. ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καὶ, ὡς οἶμαι,
12. ἡ ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης,
13. οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην
14. διάθεσιν δυσλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες
15. παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ
16. ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ, καὶ ἐνίστηταί τι
17. ἢ μηθέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται, καὶ
1. κλαυθμοὶ, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν, ἐν
2. ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ
3. τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια
4. τούτοις. ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη, καίτοι
5. τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ
6. τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί
7. φησιν. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ
8. ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν.
9. ἀλλ’ οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων
10. ἀγνοεῖν φησιν, ἀλλ’ ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν
11. παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ. σὺ δ’ οὔτ’ ἐκείνων μνημονεύσας,
12. οὔτ’ ἄλλην αὐτὸς εἰπὼν, οἴει λελῦσθαι τὸ ζητούμενον,
13. ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε
14. συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων
15. καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν,
16. ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τὰ
17. πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν
18. κωλύσειε, καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι
1. γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τὰς τε γενέσεις καὶ τὰς
2. ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ
3. περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ
4. προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον
5. γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι καὶ τοῦ Πλάτωνος
6. θαυμαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται
7. θαυμάζων τὸν ἄνδρα, καὶ θεῖον ἀποκαλεῖ, ὡς καὶ
8. πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα, καὶ τὰ
9. περὶ τῶν τῆς ψυχῆς δυνάμεων, ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι
10. τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς
11. τὰ πάθη γέγραπται πρὸς αὐτοῦ. συνῆφθαι δὲ καὶ τὴν
12. περὶ τῶν ἀρετῶν διδασκαλίαν τούτοις φησὶ, καὶ τὴν περὶ
13. τοῦ τέλους, καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας
14. ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν
15. κατὰ τὴν ψυχὴν δυνάμεων, αὐτός τε δείκνυσιν, ὡς ὑπὸ
16. θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη, καὶ διὰ τίνα τὴν
17. αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κᾂν αἱ δόξαι τε καὶ αἱ
18. κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς ἢ γεγονέναι.
19. προσχρῆται δ’ εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ
1. κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ᾧδέ πως γράφοντι·
2. περὶ δὲ τῆς λύπης, καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς,
3. ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως
4. ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον·
καὶ,
7. ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης
8. ἀλογίαν αὐτῷ παριστάς. εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα·
9. καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων
10. ἐγχρονιζομένων, καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης,
11. τὸν λόγον παρεισδυόμενον, καὶ οἱονεὶ χώραν λαμβάνοντα
12. παριστάναι τὴν τοῦ πάθους ἀλογίαν. ἐναργῶς γὰρ ἐν τούτοις
13. ὁ Χρύσιππος ὁμολογεῖ, τήν τε παθητικὴν φλεγμονὴν
14. ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης
15. μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς
16. ἀνθρώπους, καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ
17. πάθους καὶ ἡσυχάσαντος, τὸν λόγον ἐπικρατέστερον γίνεσθαι.
1. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα,
2. μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα
3. τόνδε τὸν τρόπον ἔχοντα. λέγεται δὲ καὶ τοιαῦτα
4. εἰς τὴν μεταβολὴν τῶν παθῶν·
καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν·
καὶ ἔτι τούτων ἐφεξῆς·
καί·
10. ἔτι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν
11. ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης, καὶ δακρύων, καὶ
12. κλαυθμῶν, καὶ θρήνου, καὶ νίκης, καὶ τιμῆς, καὶ πάντων
13. τε τῶν τοιούτων ἐμπίπλασθαι τούς ἀνθρώπους, ἐφ’ οἷς
14. οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, δι’ ἢν ἐν
15. τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν
1. ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων
2. τινῶν ὀρεκτικῶν, οὕτως καὶ τυγχανόντων αὐτῶν ἐμπίπλαται,
3. κᾀν τούτῳ τὴν ἑαυτῶν κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς
4. ὁρμῆς τοῦ ζώου, καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅ τι παρήγετο.
5. οὔκουν ἀσυλλόγιστοι τῆς παύλας τῶν παθῶν εἰσιν αἱ αἰτίαι,
6. καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς
7. τῷ γε μὴ βουλομένῳ φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ
8. οὕτως ἐναργές ἐστιν, ὡς τὸ δυνάμεις τινάς ἐν ταῖς ἡμετέραις
9. εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς, τὴν
10. δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κᾀν τοῖς
11. ἄλλοις ζώοις ὁ Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν
12. εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου γράμματος. ἐπιμέμφεται δ’ ὀρθῶς
13. τοῦ Χρυσίππου κᾀν τῷ φάναι· τυχὸν δὲ, τῆς ὁρμῆς
14. διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην
15. ἐπιγινομένην διάθεσιν. ἀμήχανον γὰρ εἶναί φησι, παρεῖναι
16. μὲν τὴν ὁρμὴν, ὑπ’ ἄλλης δέ τινος αἰτίας κωλύεσθαι τὴν
17. κατ’ αὐτὴν ἐνέργειαν. ὅθεν κᾀπειδὰν λέγῃ, οὕτω γὰρ καὶ
1. κλαίοντες παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν,
2. ὅταν ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ, τὴν αἰτίαν
3. ἐρωτᾷ κᾀνταῦθα ὁ Ποσειδώνιος, δι’ ἣν καὶ οἱ πολλοὶ μὴ
4. βουλόμενοι πολλάκις κλαίουσιν, ἐπισχεῖν μὴ δυνάμενοι τὰ
5. δάκρυα, καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσιν ἔτι
6. παυόμενοι ἤτοι διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας,
7. ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, ἢ παντελῶς
8. πεπαυμένας, ὡς μηκέτ’ ἐπεγείρεσθαι δύνασθαι πρὸς αὐτῶν.
9. οὕτω γὰρ ἥ τε τοῦ λόγου μάχη τε καὶ διαφορὰ πρὸς
10. τὸ πάθος εὑρεθήσεται, καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς
11. σωθήσονται, οὐ μὰ Δία, ὡς Χρύσιππός φησι, διά τινας
12. αἰτίας ἀσυλλογίστους τούτων γινομένων, ἀλλὰ διὰ τὰς ὑπὸ
13. τῶν παλαιῶν εἰρημένας. οὐ γὰρ Ἀριστοτέλης μόνον ἢ
14. Πλάτων ἐδόξαζον οὕτως, ἀλλ’ ἔτι πρόσθεν ἄλλοι τέ τινες
15. καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν, ἐκείνου
16. πρώτου τε εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ’ ἐξεργάσασθαι
17. καὶ κατασκευάσαι τελεώτερον αὐτό. διὰ τοῦτο τοίνυν
18. καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλος ὁ
1. χρόνος εἰς τὰς παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν
2. οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον, οἷς ἂν ἐντρέφηται,
3. κατὰ δὲ τὸν χρόνον, ὡς προείρηται, παῦλα γίνεται
4. τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων,
5. ὧν ἐπεθύμουν ἔμπροσθεν. αἱ δὲ λογικαὶ γνώσεις τε καὶ
6. κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ
7. τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται
8. γίγνεσθαι, καθάπερ οἱ κατὰ πάθος ἐθισμοὶ, οὔτε μετατίθεσθαί
9. τε καὶ παύεσθαι, καθάπερ ἡ λύπη καὶ ἄλλα
10. πάθη τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν
11. χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ
12. μὴ πάσας εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου; καθ’ ἕκαστόν
13. τε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς
14. ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται
15. τὸ κλαίειν τε καὶ λυπεῖσθαι, καὶ στένειν, οἰμώζειν τε καὶ
16. θρηνεῖν, ὅσα τε ἄλλα τοιαῦτα, κᾂν αἱ περὶ τῶν γεγενημένων
17. ὡς κακῶν ὁμοίαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν
18. οἶν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς
1. ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς παθῶν,
2. καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων.
3. οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα
4. περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι, παραλείπων μὲν τὰ
5. πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων
6. μνημονεύων, ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν, ἐναντία τε
7. τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις. ἐπιμνησθήσομαι
8. δ’ ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς
9. τὸν Χρύσιππον ἀντειρημένων.