Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 5.1, ed. Kühn, 1823, vol. 5, p. 428-431. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ

ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ

ΠΕΜΠΤΟΝ.

1. Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος
2. ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν· ἀναγκαιότερον
3. δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς
4. ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν
5. προσχρησάμενοι. δείξαντες γὰρ, ὡς μὲν αὐτοὶ νομίζουσιν,
6. ἅπαντα τὰ πάθη συνιστάμενα κατὰ τὴν καρδίαν, ὡς δὲ
7. τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμὸν, ἔπειτα προσλαβόντες,
1. ὡς, ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ
2. καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν, ἐν τῇ
3. καρδίᾳ τὸ λογιστικὸν ὑπάρχειν. ἡμεῖς δὲ, ὅτι μὲν ἐντεῦθεν
4. ὁρμᾶται τὰ κατὰ τὸν θυμὸν, ἀληθεύειν αὐτούς φαμεν, οὐ
5. μὴν οὔθ’ ὅτι καθ’ ἕνα τόπον ἀναγκαῖόν ἐστι τό τε θυμούμενον
6. εἶναι καὶ τὸ λογιζόμενον, οὔθ’ ὅτι μιᾶς δυνάμεώς
7. ἐστον ἔργα συγχωροῦμεν, ἀλλ’ ἀποδεικνύειν αὐτοὺς
8. ἀξιοῦμεν, ὥσπερ τἄλλα τὰ κατὰ τὸν λόγον, οὕτω καὶ ὅτι
9. τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖόν ἐστιν εἶναι τῶν τε παθῶν
10. καὶ τοῦ λογισμοῦ. Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ
11. παθῶν ἀποδεικνύναι πειρᾶται, κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ
12. τὰ πάθη, Ζήνων δ’ οὐ τὰς κρίσεις αὐτὰς, ἀλλὰ
13. τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ λύσεις, ἐπάρσεις τε
14. καὶ τὰς πτώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. ὁ Ποσειδώνιος
15. δ’ ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ
16. προσίεται τὸ Πλάτωνος δόγμα, καὶ ἀντιλέγει τοῖς περὶ τὸν
17. Χρύσιππον, οὔτε κρίσεις εἶναι τὰ πάθη δεικνύων,
18. οὔτε ἐπιγιγνόμενα κρίσεσι, ἀλλὰ κινήσεις τινὰς ἑτέρων
1. δυνάμεων ἀλόγων, ἃς ὁ Πλάτων ὠνόμασεν ἐπιθυμητικήν τε
2. καὶ θυμοειδῆ. πολλῶν δ’ εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν
3. τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν ἐπίκαιρα, ταῦτ’ ἐν τῷ
4. πρὸ τούτου λόγῳ, τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας, ἐπειράθην
5. εἰπεῖν διὰ βραχέων ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος.
6. ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν αὐτὸς ἀπ’ ἐμαυτοῦ διῆλθον, ὅσα
7. τε μάχεται τῶν ἐναργῶς φαινομένων τῷ Χρυσίππου δόγματι,
8. καὶ ὅσα πρὸς ἑαυτὸν ἐναντιολογούμενος εἴρηκεν, οὐκ
9. ἀναμείνας τὸν ἔξωθεν κατήγορον. ἱκανὰ μὲν οὖν ἦν καὶ
10. ἐκεῖνα πρὸς ἀπόδειξιν τοῦ πλείους εἶναι δυνάμεις, αἷς ἐπιθυμοῦμέν
11. τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ μὴ μίαν,
12. ὡς ὁ Χρύσιππος οἴεται. προσκείσεται δ’ οὐκ ὀλίγα καὶ
13. κατὰ τοῦτον ἔτι τὸν λόγον, ὅσα ὁ Χρύσιππος αὐτὸς ἐναντιολογούμενος
14. αὑτῷ μαρτυρεῖ τοῖς τ’ ἀληθέσιν ἅμα καὶ
15. τῷ παλαιῷ δόγματι. τὰ μὲν γὰρ ἄλλα τὰ κακῶς εἰρημένα
16. παρ’ αὐτοῦ, καίτοι πάμπολλα τὸν ἀριθμὸν ὄντα, παρελθεῖν
17. ἔκρινα, πολύβιβλόν τε ἅμα τὴν πραγματείαν ἔσεσθαί
18. μοι νομίζων, εἰ πάντ’ ἐξελέγχοιμι καλῶς, πεπεισμένος τε
1. ὑπὸ φιλονεικίας τῆς πρὸς τοὺς παλαιοὺς ἐριστικώτερον ὑπὲρ
2. αὐτῶν ἀντεροῦντάς μοι τοὺς ἐπαινοῦντας τὰ Χρυσίππου
3. δόγματα. ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ
4. μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχα
5. ἂν αἰδεσθῆναί τέ τινα καὶ μεταστῆναι πρὸς τὰ βελτίω,
6. καθάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν, αἰδεσθεὶς συναγορεῦσαι
7. ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε
8. μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστ’, ἐπειδὴ τῆς λογικῆς
9. δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζώοις
10. μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις,
11. ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά. τὸ μὲν οὖν
12. οὕτως ἀναισχυντεῖν πρὸς τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινόμενα
13. σοφιστῶν ἔργον ἐστὶ, τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο
14. δύνασθαι διαφυλάττειν, ἀλλ’ ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων
15. περὶ λόγον ἀνθρώπων, οἷός περ καὶ ὁ θαυμασιώτατος
16. Χρύσιππος ἐν παμπόλλαις εὑρίσκεται πραγματείαις.
17. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑτέρωθι.

Cliquer un n° de page pour en afficher l’image