1. Περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν, ὡς οὐκ
2. ἔστι τῆς λογικῆς δυνάμεως, ἤδη μέν μοι καὶ τὸ πρὸ
3. τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἀκούων ὁμολογεῖ,
4. πληρωθήσεται δ’ οὐδὲν ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε
5. ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα
6. παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ
7. καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη
8. ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’
9. ἀμφοῖν. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε
10. τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται.
11. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι
12. τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν, ἢ διαῤῥοίας,
13. ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει.
14. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα·
15. χρῆναι γάρ φησιν οὐ τούτοις, ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι
16. σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ
17. μεγάλοις αἰτίοις, εἴτ’ ἐπὶ μικροῖς πυρέττοιεν, οὐδὲν διαφέρειν
18. ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος
1. ἄγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι,
2. τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων. οὔκουν ὀρθῶς εἰκάζεσθαί
3. φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς
4. ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως
5. εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ
6. μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα
7. δ’ οὐδὲν ὑπάρχειν ἀπαθὲς, ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν
8. τὰς τῶν φαύλων ψυχὰς ἤτοι τῇ σωματικῇ ὑγιείᾳ
9. ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον, (οὕτω γὰρ ὠνόμασεν ὁ
10. Ποσειδώνιος,) ἢ αὐτῇ τῇ νόσῳ, εἶναι γὰρ μᾶλλον νοσώδη
11. τινὰ ἕξιν, ἢ ἤδη νοσοῦσαν. συμφέρεται μέντοι τῷ
12. Χρυσίππῳ καὶ αὐτὸς, ὡς νοσεῖν τε καὶ λέγειν τὴν ψυχὴν
13. ἅπαντας τοὺς φαύλους, ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς
14. εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ᾧδε κατὰ
15. λέξιν· διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν, οὐχ, ὡς ὁ Χρύσιππος
16. ὑπείληφε, τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν
17. ὑποφέρεται ῥομβώδεσιν, οὐχὶ περιοδικοῖς, οἷς τ’ ἐμπίπτε ἰπυρετοῖς,
18. ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σωματικῇ
1. ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον, ἢ αὐτῇ τῇ
2. νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα,
3. ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον
4. ἔοικεν εἰς πυρετούς. ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ
5. μὲν, ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς
6. τῶν φαύλων ψυχὰς, ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ
7. ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν.
8. ἐχρῆν γὰρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς
9. ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ’ οὗν
10. ἐστιν, εἴτ’ οὐκ ἔστι τινὰ τοιαῦτα, (περιττὸν γὰρ ὡς πρὸς
11. τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο,) τὰς δὲ τῶν
12. προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν
13. τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ
14. φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν
15. ὀργιζομένων, ἢ θυμουμένων, ἢ ὅλως ἐν πάθει τινὶ
16. καθεστώτων τοῖς ἤδη νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί
17. μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ.
1. τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς
2. ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ’ ὑγιαινόντων σωμάτων,
3. τῶν τ’ ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις, ἀλλὰ μόνοις
4. τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας
5. ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα, τὴν νόσον τῆς
6. ψυχῆς, δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγιείᾳ τε ἅμα
7. καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον
8. ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ καὶ τῇ τῆς
9. ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ
10. παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια.
11. Χρύσιππος δ’ ἀτοπώτερος ἔτι, μηδ’ ἐν ταῖς περιοδικαῖς τισι
12. νόσοις καθεστώσαις, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν,
13. ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γράφει γοῦν
14. ᾧδε· ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην
15. εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν
16. οὐ περιοδικῶς, ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρίκαι γίνονται,
17. καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως, καὶ μικρῶν ἐπιγινομένων αἰτίων.
18. οὐκ οἶδα, τί ποτε δόξαν αὐτῷ, τοὺς μὲν ἑτοίμως
1. ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησὶ, τοὺς δ’ ἤδη
2. νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. οἱ γὰρ ἐν τεταρταίαις καὶ
3. τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν,
4. ἐν πάθει καθεστήκασι, κινουμένης δ’ αὐτῶν
5. τῆς νοσώδους κατασκευῆς, ἐπειδὰν μηδὲν τούτων πάσχωσιν,
6. ἀλλ’ ἐν τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν
7. παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοιτό τις
8. ἂν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν, ἢ ἐρῶσιν, ἢ φθονοῦσιν,
9. ἤ τι τοιοῦτον ἕτερον πάσχουσιν. καὶ γὰρ οὗτοι, καθ’ ὃν
10. μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν, ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν
11. ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ’ ὀλίγον δὲ
12. ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν
13. ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. ὅσοις μέντοι
14. μήτε πένθος ἐνέστηκε, μήτ’ ἐπιθυμία τις ὑπόγυιος, ἢ θυμὸς,
15. οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν.
16. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι
17. δ’ οὒ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις, οἱ
18. δ’ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν
1. τὰς ψυχὰς, εἴπερ μηδ’ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία
2. φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ
3. τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά
4. τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. τί ποτ’
5. οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτοὺς, εἰκάζετε
6. τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς
7. πάθη; τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει
8. ταυτί; οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη, ἣν
9. προσαγορεύομεν ἰατρικὴν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν
10. ψυχήν ἐστί τις τέχνη, οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ
11. θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνοις. διὸ καὶ, καθάπερ
12. τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων
13. αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ
14. τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ
15. ἐπιβάλλει ἀμφοτέρων τούτων ἐντὸς εἶναι, ὡς ἔνι ἄριστα.
16. καὶ ὅτι οὕτως ἔχει, μάθοι ἄν τις τῆς πρὸς ταῦτα ἀναλογίας
17. παρατεθείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα
18. οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν
1. τῶν θεραπειῶν ὁμοιότητα, καὶ ἔτι τὴν ἀμφοτέρων τῶν
2. ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν. ὅτι μὲν οὖν ἀναλογίαν
3. τινὲς βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα,
4. δῆλον οἶμαι γεγονέναι, καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης
5. ῥήσεως, ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει τόνδε τὸν
6. τρόπον ἐχόντων· καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται
7. ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία καὶ τόνος,
8. πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, εὐεξία τε καὶ
9. καχεξία, καὶ τἄλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ
10. ἀῤῥωστήματα καὶ νοσήματα, κατὰ τὸν αὐτὸν, φησὶ, τρόπον
11. ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε
12. καὶ ὀνομάζεται. εἶθ’ ἑξῆς ἐπιφέρων φησὶν, ὡς οἴομαι, ἀπὸ
13. τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς
14. συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας
15. λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν, καὶ εὐτόνους καὶ ἀτόνους εἶναι,
16. καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ
17. τοῦ κατ’ αὐτὴν ἀῤῥωστήματος λεγομένου, καὶ τῶν τούτοις παραπλησίων.
18. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν
1. τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα,
2. καὶ παθῶν πρὸς πάθη, καὶ ἀῤῥωστημάτων πρὸς ἀῤῥωστήματα,
3. καὶ νοσημάτων πρὸς νοσήματα, καὶ ὑγιείας πρὸς
4. ὑγίειαν, καὶ εὐεξίας πρὸς εὐεξίαν, καὶ ἰσχύος πρὸς ἰσχὺν,
5. καὶ ἀσθενείας πρὸς ἀσθένειαν, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων
6. τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα,
7. καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν, εἴ γε δὴ συνώνυμά
8. φησιν ὑπάρχειν αὐτά. ὥστε, ὅπως ἄν τις ὁρίζηται καθόλου
9. τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ, καὶ τὴν
10. ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν
11. πρόκειται τῷ Χρυσίππῳ ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε
12. καὶ φυλάττειν, ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας
13. αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον
14. ἐστὶ τῆς ὁμοιότητος, ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον,
15. ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν
16. ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν
17. ἠθικῷ. γράφει γοῦν ᾧδε· διὸ καὶ κατὰ τρόπον προῆκται
18. Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ
1. τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος
2. νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ θερμοῦ, καὶ ψυχροῦ, καὶ
3. ξηροῦ, καὶ ὑγροῦ. καὶ μετ’ ὀλίγα· ἡ δ’ ἐν τῷ σώματι
4. ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διῃρημένων. καὶ
5. πάλιν ἐφεξῆς· οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην
6. τῶν ῥηθέντων εὐκρασίαν. καὶ πάλιν ἐφεξῆς· λέγεται
7. δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν
8. θερμοῖς, καὶ ψυχροῖς, καὶ ὑγροῖς, καὶ ξηροῖς γενομένη
9. συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δὲ ἐν νεύροις
10. συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια, καὶ εὐτονία ἢ
11. ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία
12. κάλλος ἢ αἶσχος. ἀλλὰ ταῦτα μὲν, ὦ γενναιότατε Χρύσιππε,
13. καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ’ ἡμῖν, ὡς ἐπηγγείλω,
14. τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς
15. ὠνομασμένων, ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ νόσου.
16. ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων
17. αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ
1. θερμοῦ λέγω, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, κατὰ τὸν
2. αὐτὸν τρόπον εἴη ἂν, οἶμαι, καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία
3. τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἃ τίνα ποτ’ ἐστὶ, καὶ
4. ὁπόσα, καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον
5. ἔσται σοι, μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω.
6. καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις
7. ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων,
8. ὧν ἡ συμμετρία τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα
9. κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι, καὶ τὸ λογιστικὸν,
10. ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικὸν, ὥστε σώζεσθαι
11. τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν
12. ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ
13. ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν
14. τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα
15. τὴν νόσον. ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον.
16. ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς
17. τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς
18. διαφορά· οὕτω γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο.
1. ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπόδειξις ἥδε, καὶ πάσας τὰς
2. κατὰ μέρος νόσους ἀκριβῶς περιλαμβάνει, τάς τε τῆς ψυχῆς
3. ἡμῶν, καὶ τὰς τοῦ σώματος, καὶ τὰς ἐν τοῖς ἄλλοις
4. ζώοις τε καὶ φυτοῖς, ἤδη δὲ κᾀν ταῖς πόλεσιν ὅλαις, οὐ
5. χαλεπὸν καταμαθεῖν. οὕτω γὰρ, οἶμαι, καὶ τὰς στασιαζούσας
6. πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς
7. ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν.
8. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’
9. ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης
10. ἐστὶ γενικὴ, καὶ ταύτης ἔθ’ ἧττον, ἐπειδὰν θερμῶν,
11. καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν ἀμετρία τις εἶναι
12. λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν
13. ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις
14. οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος. ὁ δὲ Χρύσιππος
15. ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν·
16. πρῶτον μὲν, ὅτι διαφέρεται πρὸς αὑτὸν, ἐν μὲν τῷ περὶ
17. παθῶν ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ
18. νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν
1. λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ·
2. ἔπειθ’ ὅτι μηδ’, ὅπερ ἀληθῶς ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν
3. καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον, ἠδυνήθη δεῖξαι.
4. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα
5. συμμετρία, καθ’ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν. πάντα
6. γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος
7. γίγνεσθαι· τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι,
8. τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία.
9. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος
10. γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως
11. ἀπορεῖ δεικνύναι, ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία
12. κάλλος ἐστὶ, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει
13. γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων
14. ὡδί· διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται
15. κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων
16. μερῶν. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν
17. τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν, ἢ αἰσχρὰν
1. αὐτὴν εἶναι λεκτέον ἐστὶ, καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς
2. εἴρηται τῷ Χρυσίππῳ. τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς
3. μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ
4. καὶ τὴν ὑγίειαν αὐτῆς, καὶ τὴν νόσον, καὶ τὸ κάλλος,
5. καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε
6. τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν.
7. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· ἔστι δὲ τῆς ψυχῆς
8. μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε, καὶ ἡ ἐν
9. αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ
10. ἡγεμονικὸν μόριον ἔχον οὕτως ἢ οὕτως κατὰ τοὺς οἰκείους
11. μερισμούς. ποίους οἰκείους μερισμοὺς, ὦ Χρύσιππε, προσγράψας
12. ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων; ἀλλ’ οὔτ’ ἐνταῦθα
13. προσέγραψας, οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων,
14. ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον
15. τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρήσεις τε παραχρῆμα
16. τῆς διδασκαλίας αὐτοῦ, καὶ μηκυνεῖς τὸν λόγον ἐν
17. τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ
18. ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ
1. παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον, (οὐ γὰρ ἔχω
2. συμβαλεῖν,) ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος
3. ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς
4. ἀληθείας αὐτοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως
5. ποιησάμενος ἐχούσης ᾧδε.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 5.2, ed. Kühn, 1823, vol. 5, p. 432-445. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩