Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 5.3, ed. Kühn, 1823, vol. 5, p. 445-454. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.3

6. Ἔστι δέ γε τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν
7. αὐτῇ λόγος συνέστηκεν. ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν
8. τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν
9. ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα. ἀλλ’ εἴπερ
10. ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις
11. τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς
12. ἐχρῆν, ἀλλά λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν
13. καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ. οὐ γὰρ δή που
14. ταὐτόν ἐστι ψυχὴ καὶ λόγος· ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης
15. ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων,
16. ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν. οὐ ταὐτὸν δὲ ψυχή ἐστι
17. καὶ τὸ ἐν αὐτῇ συνιστάμενον. ἔπειτα δ’, εἰ καὶ τοῦτό τις
18. ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις
1. οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον, ἀλλ’ ἐνεργείας τινάς.
2. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ
3. ὀφθαλμὸς, οὔτε τὸ οὖς, οὔτε χεὶρ, οὔτε σκέλος, οὔτ’ ἄλλο
4. τῶν πάντων οὐδέν. ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ
5. τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ, καὶ μέλανος, καὶ
6. ξανθοῦ, καὶ φαιοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε
7. καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας, καὶ βαρείας, καὶ μεγάλης,
8. καὶ μικρᾶς, καὶ λείας, καὶ τραχείας. οὐ μὴν τά γε
9. μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς, οὔτ’ ὀφθαλμοῦ. ἀλλ’ οἶσθα
10. δήπου καὶ σὺ σαφῶς, ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν,
11. καὶ ῥαγοειδὴς ἕτερος, καὶ ἔτι κρυσταλλοειδές τε καὶ
12. ὑαλοειδὲς ὑγρὸν, ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν,
13. ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ, καὶ χόνδροι, καὶ νεῦρα, καὶ ὑμένες,
14. ὅσα τε ἄλλα τοιαῦτα. μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς
15. σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ
16. αἱ προλήψεις ἐνέργειαι τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων
17. ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα, καὶ τὸ ὀπτικὸν,
18. ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν, καὶ πρὸ
1. πάντων αὐτῶν τὸ ἡγεμονικὸν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης
2. συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον τῆς ψυχῆς αἶσχος
3. καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ. τοῦτ’ οὖν τὸ
4. πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα, καὶ καταστάσεις,
5. δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ
6. θερμόν. εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν
7. ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ, οὐ μὴν
8. ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων, ἐν
9. οἷς διαιτᾶται. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἰ τὴν τούτων συμμετρίαν
10. ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ.
11. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι
12. προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκ ἔτ’ ἐν τούτοις
13. οὐδὲ κατ’ αὐτὸν σέ. διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ
14. παράδειγμα, καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν
15. οἴχεται, μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ
16. τῆς ψυχῆς ἡγεμονικῷ νόσον, ἢ ὑγίειαν, ἢ κάλλος, ἢ αἶσχος
17. συνιστάμενα, καθάπερ ἐν ὅλῳ τῷ σώματι. καίτοι τοῦτό
18. γ’ ὑπέσχου πρότερον ὀρθῶς γιγνώσκων καὶ φυλάττων
1. τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαι
2. μέχρι παντὸς ἠδυνήθης, οὐδ’ ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ
3. ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ
4. σῶμα. αὖθις οὖν ἀναλήψομαι τὸν λόγον, ἵνα δή τι πέρας
5. ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ
6. πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος, ἀνάλογον ἔχειν
7. φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος καταστάσει,
8. καθ’ ἣν εὐεμπτώτως εἰς πυρετοὺς, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον
9. ἔχει· κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν
10. τὴν ἔννοιαν τῆς νόσου, τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας
11. ἐναντιολογίας, ἐξηγήσασθαι δ’, ὡς ὑπέσχετο, τὴν ἐν τῇ ψυχῇ
12. νόσον ἅμα τοῖς ἄλλοις, οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι
13. πρὸς τὸ σῶμα, παντάπασιν ἠδυνάτησε μετὰ τοῦ καὶ συγχεῖν
14. εἰς ταὐτὸν τήν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος.
15. ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο, τὴν
16. μὲν ὑγίειαν τῶν στοιχείων ἐν συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος
17. ἐν τῇ τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς
18. προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως, ἐν ᾗ τὴν μὲν
1. ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς, καὶ ψυχροῖς, καὶ ξηροῖς,
2. καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι
3. τῶν σωμάτων ἐστὶν, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων,
4. ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει,
5. δακτύλου πρὸς δάκτυλον δηλονότι, καὶ συμπάντων αὐτῶν πρός
6. τε μετακάρπιον καὶ καρπὸν, καὶ τούτων πρὸς πῆχυν, καὶ πήχεως
7. πρὸς βραχίονα, καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν
8. τῷ Πολυκλείτου κανόνι γέγραπται. πάσας γὰρ ἐκδιδάξας
9. ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος
10. ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε, δημιουργήσας
11. ἀνδριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα, καὶ καλέσας
12. δὴ καὶ αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα,
13. κανόνα. τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ
14. τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους
15. ἐστὶν, ἡ δ’ ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα
16. ποτ’ ἂν ᾖ, πρὸς ἄλληλά ἐστι συμμετρία. εἴτε γὰρ ἐξ
17. ὄγκων καὶ πόρων, ὡς Ἀσκληπιάδης ὑπέθετο, τὰ τῶν
18. ζώων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια·
1. εἴτ’ ἐξ ἀτόμων, ὡς Ἐπίκουρος, εἴτ’ ἐξ ὁμοιομερῶν, ὡς Ἀναξαγόρας,
2. εἴτ’ ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ
3. ὑγροῦ, καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάντες οἱ
4. Στωϊκοὶ, καὶ πρὸ αὐτῶν Ἀριστοτέλης, καὶ Θεόφραστος,
5. καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ Ἱπποκράτης, ἡ τῶν στοιχείων
6. κατὰ πάντα συμμετρία τὴν ὑγίειαν ἐργάζεται. εἰ τοίνυν
7. ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν αὐτῶν κατὰ τὸ σῶμα
8. τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος,
9. ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶς ὡσανεὶ στοιχείων
10. συγκειμένην τὴν ὅλην ψυχὴν, ἵνα ἐν τῇ τούτων
11. πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς
12. εὕρῃ γιγνομένην, ὅπερ ὁ Πλάτων ἐποίησε. Χρύσιππος δ’
13. οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι, καίτοι ὑποσχόμενος,
14. οὔτε τὴν τοῦ κάλλους τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν
15. συνέχεεν τῇ ὑγιείᾳ τὸ κάλλος. κατὰ γὰρ τοὺς οἰκείους
16. τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι
17. ψυχήν. ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο, παρέλιπεν,
18. εἰς ταὐτὸν, οἶμαι, συγχέων ἄμφω, καὶ μὴ δυνάμενος
1. ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι, καθάπερ
2. ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ,
3. τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν
4. ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε
5. καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς
6. καθ’ ὁρμὴν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ
7. συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν
8. δὲ συμμετρίαν τῶν κινήσεων τὸ κάλλος. ὥσπερ γὰρ τὸ
9. σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν
10. ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια΄ καλὴ διὰ τὴν τῶν
11. κατὰ μέρος κινήσεων γίγνεται συμμετρίαν. οὕτω γοῦν καὶ
12. ὀρχεῖσθαι, καὶ παγκρατιάζειν, καὶ παλαίειν, καὶ βαδίζειν
13. εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ’ ἀσχημόνως
14. τε καὶ αἰσχρῶς. ἐν μὲν τῇ συμμετρίᾳ τῶν κατὰ
15. μέρος κινήσεων τὸ κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον,
16. κατὰ δὲ τὰς ἀμετρίας τὸ αἶσχος. ἔχουσι δὲ καὶ αἱ
17. τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον·
18. ΞΕ. δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.
1. ΘΕ. ποῖα; ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’
2. οἷον αἶσχος ἐγγιγνόμενον. ΘΕ. οὐκ ἔμαθον. ΞΕ. νόσον
3. ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας. ΘΕ. οὐδ’ αὖ πρὸς
4. τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. ΞΕ. πότερον ἄλλο τι
5. στάσιν ἡγούμενος, ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς
6. διαφοράν; ΘΕ. οὐδέν. ΞΕ. ἀλλ’ αἶσχος ἄλλο
7. τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς τῶν ἓν ὄντων
8. γένος; ΘΕ. οὐδαμῶς ἄλλο. οὕτως μὲν ἐν τῷ καθόλου
9. περὶ νόσου τε καὶ αἴσχους, ὁποῖόν τι τὴν φύσιν
10. ἑκάτερον αὐτῶν ἐστιν, ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως
11. ἐγγίγνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου
12. ταῦτα γράφει. ΞΕ. τί δαί; ἐν ψυχῇ δόξας ἐπιθυμίαις,
13. καὶ θυμὸν ἡδοναῖς, καὶ λόγον λύπαις, καὶ πάντα
14. ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;
15. ΘΕ. καὶ σφόδρα γε. ΞΕ. ξυγγενῆ γε μὴν ἐξ
16. ἀνάγκης ξύμπαντα γέγονε. ΘΕ. πῶς γὰρ οὔ; ΞΕ. στάσιν
17. ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
1. ΘΕ. ὀρθότατα μὲν οὖν. εἶτ’ ἐφεξῆς, ὅπως αἶσχος
2. ἐγγίνεται ψυχαῖς, διεξιών φησι· ΞΕ. τί δή; ὅσα κινήσεως
3. μετασχόντα, καὶ σκοπόν τινα θέμενα, πειρώμενα τούτου
4. τυγχάνειν, καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται
5. καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας
6. τῆς πρὸς ἄλληλα, ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;
7. ΘΕ. δῆλον ὡς ὑπὸ ἀμετρίας. ΞΕ. ἀλλὰ τὴν ψυχήν
8. γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. ΘΕ. σφόδρα
9. γε. ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης
10. ψυχῆς παραφόρου ξυνέσεως γιγνομένης οὐδὲν ἄλλο
11. πλὴν παραφροσύνη. ΘΕ. πάνυ μὲν οὖν. ΞΕ. ψυχὴν ἄρ’
12. ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον. οὕτω μὲν ἐν τῷ
13. Σοφιστῇ Πλάτων ἀπεφήνατο, καὶ καθόλου καὶ κατὰ μέρος
14. ὑπὸ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου
15. μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ,
16. ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας. τὰς δ’ ἄλλας αὐτοῦ
17. ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων, ἐν
1. οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου
2. διῆλθεν, οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός·
3. ἀλλ’ ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται,
4. δεικνύουσιν ὡσαύτως Ἱπποκράτην καὶ τὸν Πλάτωνα
5. γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν
6. τοιούτων μνημονεύσω ῥήσεων.

Cliquer un n° de page pour en afficher l’image