Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 5.5, ed. Kühn, 1823, vol. 5, p. 459-468. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.5

1. Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην
2. ἡμῖν πραγματείαν ἐστὶ, ταῦτα ἐπέλθωμεν μόνα, καὶ
3. πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παίδων
4. διοικήσεως. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι
5. δυνατὸν εἰπεῖν, (οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον,)
6. οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται, καὶ ἥδεται, καὶ
7. γελᾷ, καὶ κλαίει, καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία.
8. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς
9. παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα
10. τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὔτε τὸ μηδεμίαν
11. οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς
12. πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς
13. τὰς ἡδονὰς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους. ὁρῶμεν
14. δ’ αὐτὰ καὶ θυμούμενα, καὶ λακτίζοντα, καὶ δάκνοντα,
15. καὶ νικᾷν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια
16. τῶν ζώων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ τὸ νικᾷν
17. αὐτό. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύγων, καὶ
18. ἀλεκτρυόνων, καὶ περδίκων, ἰχνεύμονός τε καὶ ἀσπίδος, καὶ
1. κροκοδείλου, καὶ μυρίων ἑτέρων. οὕτως οὖν οἰκειοῦσθαι
2. καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν, καὶ πρὸς νίκην,
3. ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν
4. ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν.
5. αἰδεῖται γοῦν ἁμαρτάνοντα, προϊούσης αὐτοῖς τῆς ἡλικίας,
6. καὶ χαίρει τοῖς καλοῖς ἔργοις, καὶ δικαιοσύνης καὶ τῶν
7. ἄλλων ἀρετῶν ἀντιποιεῖται, καὶ πράττει πολλὰ κατὰ τὰς
8. τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρὰ,
9. κατὰ πάθος ζῶντα, καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων
10. οὐδεμίαν φροντίδα ποιούμενα. τριῶν οὖν τούτων ὑμῖν οἰκειώσεων
11. ὑπαρχουσῶν φύσει καθ’ ἕκαστον τῶν μορίων τῆς
12. ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικὸν,
13. πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδὲς, πρὸς δὲ τὸ καλὸν
14. διὰ τὸ λογιστικὸν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου
15. τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν
16. τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ
17. καλὸν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς
18. τρεῖς οἰκειώσεις θεάσασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε
1. φιλοσόφοις. ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖν
2. ἐρεῖ τῆς κατὰ τὴν κακίαν γενέσεως, οὔτ’ αἰτίαν ἔχων
3. εἰπεῖν αὐτῆς, οὔτε τρόπους τῆς συστάσεως, οὔθ’ ὅπως
4. ἁμαρτάνει τὰ παιδία δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως, οἶμαι,
5. πάντα καὶ ὁ Ποσειδώνιος αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει.
6. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ
7. παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ’ ἐξ ἑαυτῶν, ἀλλ’
8. ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίγνεσθαι. ἀλλὰ μὴν ὁρᾶταί
9. γε, κᾂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται,
10. πάντως ἐξαμαρτάνοντά τι, καὶ τοῦτ’ αὐτὸ καὶ
11. ὁ Χρύσιππος ὁμολογεῖ. καίτοι γ’ ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν
12. ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις
13. ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως
14. αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας γενήσεσθαι τοῦ χρόνου
15. προϊόντος. ἀλλ’ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν
16. φαινομένων, ἀλλὰ κᾂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ, καὶ
17. μηδὲν μήτε θεάσηται μήτ’ ἀκούσῃ πώποτε παράδειγμα
1. κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν· διττὴν
2. γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως
3. τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δ’ ἐξ
4. αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας
5. αὐτῶν ἀπορῶ, καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας γιγνομένης.
6. καὶ γὰρ διὰ τί θεασάμενά τε καὶ ἀκούσαντα παράδειγμα
7. κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν
8. ἔχειν πρὸς αὐτὸ, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ
9. μᾶλλον, ἐπειδὰν μήτε θεασάμενα μήτ’ ἀκούσαντα πρὸς
10. αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ. τίς γὰρ ἀνάγκη, τοὺς
11. παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι, μηδεμίαν
12. οἰκείωσιν ἔχοντας πρὸς αὐτὴν, ἀποστρέφεσθαι δὲ καὶ
13. φεύγειν τὸν πόνον, εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωται
14. φύσει; τίς δ’ ἀνάγκη, πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς
15. ἥδεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν
16. τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα
17. φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν; εἰ γὰρ μὴ
18. ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν
1. ἔοικεν ὁ Χρύσιππος, ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ
2. ἀλλοτρίωσις φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν
3. γὰρ λέγῃ, τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς
4. φαύλοις διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν
5. καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν, δι’ ἣν
6. ἡδονὴ μὲν ὡς ἀγαθὸν, ἀλγηδὼν δ’ ὡς κακὸν πιθανὴν
7. προβάλλουσι φαντασίαν· οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην
8. τὴν ἐν Ὀλυμπιάσιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν
9. ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες
10. ὡς ἀγαθὰ, περὶ δὲ τῆς ἥττης τε καὶ τῆς ἀτιμίας ὡς
11. κακὰ ἑτοίμως πειθόμεθα. καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος
12. μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν
13. ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ διὰ τῆς παθητικῆς
14. ὁλκῆς, προηγεῖσθαι δ’ αὐτῆς τὰς ψευδεῖς |δόξας,
15. ἀσθενήσαντος περὶ τὴν κρίσιν τοῦ λογιστικοῦ· γεννᾶσθαι
16. γὰρ τῷ ζώῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ
17. κρίσει, πολλάκις δ’ ἐπὶ τῇ κινήσει τοῦ παθητικοῦ. συνάπτει
18. δ’ εἰκότως τοῖς λόγοις ταύτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν
1. φυσιογνώμονα φαινόμενα. καὶ γὰρ τῶν ζώων καὶ τῶν ἀνθρώπων,
2. ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα, θυμικώτερα
3. πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα,
4. δειλότερα. καὶ κατὰ τὰς χώρας οὐ σμικρῷ τινι διενηνοχέναι
5. τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν, ἢ τὸ
6. φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων
7. τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ
8. τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι.
9. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζώοις φησὶ θερμότητι,
10. καὶ ψυχρότητι, καὶ πάχει, καὶ λεπτότητι, καὶ
11. ἄλλαις φησὶ διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης
12. ἐπὶ πλεῖστον διῆλθεν. ἡμεῖς δὲ κατὰ τινα οἰκεῖον καιρὸν
13. ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ
14. αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ
15. τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς
16. περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι, μήτ’ ἄλλο
17. γιγνώσκοντας τῶν κατὰ τὰ πάθη, μήθ’ ὡς αἱ τοῦ σώματος
18. κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις·
1. οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν. Ἀριστοτέλης
2. δ’ ἄντικρυς ἤδη καλεῖ τῶν ζώων ἁπάσας τὰς τοιαύτας τῆς
3. ψυχῆς καταστάσεις, ἐξηγεῖταί τε, καθ’ ὅντινα τρόπον ἐπὶ
4. ταῖς διαφερούσαις κράσε σισυνίσταται. διόπερ, οἶμαι, καὶ ἡ
5. τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία,
6. διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν,
7. μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον, ἀλλὰ δι’
8. ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι
9. ζῇν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος,
10. ὅταν κινήσεις αἱ κατὰ πάθος, αἱ διὰ τὴν τοῦ σώματος
11. κατασκευὴν ἀναγκαίως γιγνόμεναι, μεγάλαι δή τινες οὖσαι
12. τύχωσι καὶ σφοδραὶ, τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον
13. φύσει. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν
14. ἀληθῶν, καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι
15. χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθεῖσαν, εἴ τις μέλλοι βελτίονα
16. τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον. οὕτω δὲ καὶ
17. πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον, ἁπάντων
18. μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς
1. ἐφεξῆς τῆς διαίτης, ἣν ἡ κύουσα διαιτήσεται, κατὰ τε τὰς
2. τροφὰς καὶ τὰ πόματα, καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας,
3. καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις, ἐπιθυμίας
4. τε καὶ θυμοὺς, ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων
5. ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν, ὁ δὲ Χρύσιππος
6. οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν
7. ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως, μοχθηρὰν
8. ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα. ταῦτά τοι
9. καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν,
10. ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων
11. ἐν τῇ μήτρᾳ διαπλάσεως, ἀποκυηθέντων τε τροφῆς
12. καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον
13. αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων,
14. ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας
15. ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον
16. ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν
17. εὐπειθές. αὕτη γὰρ ἀρίστη παίδων παιδείας παρασκευὴ
18. τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς
19. τὴν ἀρχὴν τοῦ λογιστικοῦ. μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ
1. ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι
2. περὶ τὴν τεσσαρεσκαιδεκαετῆ ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε
3. καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους
4. τῶν συμφύτων ἵππων, ἐπιθυμίας τε καὶ θυμοῦ, μήτ’
5. ἰσχυρῶν ὑπαρχόντων ἄγαν, μήτ’ ἀσθενῶν, μήτ’ ὀκνηρῶν,
6. μήτ’ ἐκφόρων, μήτε δυσπειθῶν ὅλως, ἢ ἀκόσμων, ἢ ὑβριστῶν,
7. ἀλλ’ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ
8. λογισμῷ, τούτου δ’ αὐτοῦ τὴν παιδείαν τε καὶ τὴν ἀρετὴν
9. ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου
10. τῶν ἡνιοχικῶν θεωρημάτων. ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς
11. δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς
12. ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ
13. τινος ἀλόγου παραγίνεσθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας
14. λογικῆς. ἕπεται δ’ αὖθις τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν
15. λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττὸν, εἴτ’ ἐπιστήμας τις
16. ἁπάσας αὐτὰς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων
17. τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς
1. εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως
2. ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσὶν, ἐπιστήμη δὲ
3. μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται,
4. οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν, (οὐ γὰρ μέγα τὸ
5. τοιοῦτον σφάλμα ἐστὶν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ,) ἀλλ’
6. ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν
7. ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς
8. δυνάμεως ἀρετὰς εἶναι πολλὰς, εἴ γε μηδὲ τελειοτάτας πολλὰς
9. ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης,
10. ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς
11. αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος, οὔτε πολλὰς
12. εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν,
13. ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ
14. τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ
15. ὁ Χρύσιππος.

Cliquer un n° de page pour en afficher l’image